Humanitext Reader

阿庇安 · 叙利亚战记 §849-851

庞培将叙利亚设为行省与罗马长官的统治

第 20 段,共 27 段 · 希腊语

内容简介

庞培将叙利亚及其周边地区置于罗马控制之下,征服了犹太人并摧毁了耶路撒冷。此后,叙利亚由罗马元老院任命的行省长官统治,加比尼乌斯和克拉苏等人参与了涉及帕提亚和埃及的冲突。

§849Λευκόλλου δὲ τοῦ Ῥωμαίων στρατηγοῦ Μιθριδάτην διώκοντος ἐς τὸν Τιγράνην ὑποφεύγοντα, ὁ Μαγαδάτης ᾔει μετὰ τοῦ στρατοῦ Τιγράνῃ βοηθήσων, καὶ ἐν τῷδε παραδὺς ἐς τὴν Συρίαν Ἀντίοχος ὁ Ἀντιόχου τοῦ εὐσεβοῦς ἦρχε τῶν Σύρων ἑκόντων.
当罗马将军卢库鲁斯追击投奔提格兰的米特里达梯时,马加达特斯率军前去援助提格兰,而在此期间潜入叙利亚的敬虔者安条克之子安条克,在叙利亚人的自愿归顺下进行了统治。
καὶ αὐτῷ Λεύκολλος μέν, ὁ Τιγράνῃ πρῶτός τε πολεμήσας καὶ τῆς ἐπικτήτου γῆς αὐτὸν ἐξελάσας, οὐκ ἐφθόνησεν ἀρχῆς πατρῴας·
对于他,最先与提格兰交战并将其从新夺取的土地上驱逐出去的卢库鲁斯,并未嫉恨他继承祖辈的统治。
Πομπήιος δέ, ὁ ἐπὶ Λευκόλλῳ Μιθριδάτην ἐξελών, Τιγράνῃ μὲν Ἀρμενίας συνεχώρησεν ἄρχειν, Ἀντίοχον δὲ ἐξέβαλε τῆς Σύρων ἀρχῆς, οὐδὲν ἐς Ῥωμαίους ἁμαρτόντα, ἔργῳ μὲν ὅτι ἦν εὔκολον αὐτῷ, στρατιὰν ἔχοντι, πολλὴν ἀρχὴν ἄνοπλον ἀφελέσθαι, λόγῳ δὲ ὅτι τοὺς Σελευκίδας, ὑπὸ Τιγράνους ἐκπεσόντας, οὐκ εἰκὸς ἦν ἔτι Συρίας ἄρχειν μᾶλλον ἢ Ῥωμαίους Τιγράνην νενικηκότας.
然而在卢库鲁斯之后消灭了米特里达梯的庞培,虽然允许提格兰统治亚美尼亚,却将安条克驱逐出了叙利亚的统治,尽管安条克对罗马人未犯任何过错;实际上是因为,对于拥有军队的庞培来说,夺取一个庞大且不设防的统治领地是轻而易举的,而名义上则是由于,曾被提格兰驱逐的塞琉古朝成员,不再有道理能超越战胜了提格兰的罗马人而继续统治叙利亚。
§850οὕτω μὲν δὴ Κιλικίας τε καὶ Συρίας τῆς τε μεσογείου καὶ κοίλης καὶ Φοινίκης καὶ Παλαιστίνης, καὶ ὅσα ἄλλα Συρίας ἀπὸ Εὐφράτου μέχρι Αἰγύπτου καὶ μέχρι θαλάσσης ὀνόματα, ἀμαχὶ Ῥωμαῖοι κατέσχον.
就这样,罗马人未动一兵一卒就占领了基利家,以及内陆叙利亚、柯里叙利亚、腓尼基、巴勒斯坦,以及从幼发拉底河到埃及再到大海的所有其他冠以叙利亚之名的地区。
ἓν δὲ γένος ἔτι τὸ Ἰουδαίων ἐνιστάμενον ὁ Πομπήιος ἐξεῖλε κατὰ κράτος, καὶ τὸν βασιλέα Ἀριστόβουλον ἔπεμψεν ἐς Ῥώμην, καὶ τὴν μεγίστην πόλιν Ἱεροσόλυμα καὶ ἁγιωτάτην αὐτοῖς κατέσκαψεν, ἣν δὴ καὶ Πτολεμαῖος ὁ πρῶτος Αἰγύπτου βασιλεὺς καθῃρήκει, καὶ Οὐεσπασιανὸς αὖθις οἰκισθεῖσαν κατέσκαψε, καὶ Ἀδριανὸς αὖθις ἐπʼ ἐμοῦ.
然而,对于唯一仍在抵抗的犹太人,庞培用武力予以制服,将他们的国王阿里斯托布鲁斯送往罗马,并彻底摧毁了他们最大且最神圣的城市耶路撒冷,此城曾被埃及第一任国王托勒密摧毁,后在重建后又被维斯帕先摧毁,在我的时代又被哈德良再次摧毁。
καὶ διὰ ταῦτʼ ἐστὶν Ἰουδαίοις ἅπασιν ὁ φόρος τῶν σωμάτων βαρύτερος τῆς ἄλλης περιοικίας.
也正是因为这个原因,所有犹太人的人头税都要比周边其他居民更为沉重。
ἔστι δὲ καὶ Σύροις καὶ Κίλιξιν ἐτήσιος, ἑκατοστὴ τοῦ τιμήματος ἑκάστῳ.
叙利亚人和基利家人的税也是每年征收,每人征收其财产评估额的百分之一。
Πομπήιος μὲν οὖν τῶνδε τῶν ὑπὸ τοῖς Σελευκίδαις γενομένων ἐθνῶν τοῖς μὲν ἐπέστησεν οἰκείους βασιλέας ἢ δυνάστας, καθὰ καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ τοῖς τέσσαρσι δυνάσταις ἐβεβαίωσε τὰς τετραδαρχίας, συμμαχήσασίν οἱ κατὰ Μιθριδάτου.
因此,庞培对曾经处于塞琉古朝统治下的这些民族中的一部分人设立了土著国王或统治者,正如他也为亚洲加拉太的四个统治者确认了他们的四分领地一样,因为他们曾与他结盟对抗米特里达梯。
καὶ οὐ πολὺ ὕστερον καὶ τάδε περιῆλθεν ἐς Ῥωμαίους, ἐπὶ Καίσαρος μάλιστα τοῦ Σεβαστοῦ, κατὰ μέρη.
不久之后,这些领地也陆续归于罗马人,大部分是在奥古斯都皇帝的时代,分批完成。
§851Συρίας δʼ εὐθὺς ὁ Πομπήιος Σκαῦρον τὸν ἐν τοῖς πολέμοις ἑαυτῷ γενόμενον ταμίαν ἔταξεν ἡγεῖσθαι, καὶ ἡ βουλὴ Φίλιππον ἐπὶ Σκαύρῳ τὸν Μάρκιον, καὶ Μαρκελλῖνον Λέντλον ἐπὶ τῷ Φιλίππῳ, ἄμφω στρατηγικοὺς κατʼ ἀξίωσιν.
至于叙利亚,庞培立即指派在战争中曾担任自己财务官的斯考鲁斯进行统治,元老院则在斯考鲁斯之后指派了马尔基乌斯·菲利普,在菲利普之后指派了马尔凯利努斯·伦图卢斯,两人都是名望很高的前法务官。
ἀλλὰ τῶνδε μὲν ἑκατέρῳ διετὴς ἐτρίφθη χρόνος, τοὺς γειτονας ἐνοχλοῦντας Ἄραβας ἀμυνομένῳ.
但对这两人中的每一位来说,都在抵御骚扰他们的邻近阿拉伯人上耗费了两年时间。
καὶ τοῦδε χάριν ἐς τὸ ἔπειτα ἐγένοντο Συρίας στρατηγοὶ τῶν τὰ ἐπώνυμα ἀρξάντων ἐν ἄστει, ἵνα ἔχοιεν ἐξουσίαν καταλόγου τε στρατιᾶς καὶ πολέμου οἷα ὕπατοι.
因为这个缘故,在此之后,叙利亚的行省长官改由在罗马城内担任过名祖官职(执政官)的人出任,以便他们能像执政官一样,拥有征募军队和进行战争的权力。
καὶ πρῶτος ἐκ τῶνδε ἐπέμφθη Γαβίνιος μετὰ στρατιᾶς.
在这些人中,加比尼乌斯是第一个被派遣并带领军队的人。
καὶ πολεμεῖν αὐτὸν ὁρμῶντα Μιθριδάτης μὲν ὁ Παρθυαίων βασιλεύς, ἐξελαυνόμενος τῆς ἀρχῆς ὑπʼ Ὀρώδου τοῦ ἀδελφοῦ, μετῆγεν ἐξ Ἀράβων ἐπὶ Παρθυαίους, Πτολεμαῖος δὲ αὐτόν, ὁ ἑνδέκατος Αἰγύπτου βασιλεύς, ἐκπεσὼν καὶ ὅδε τῆς ἀρχῆς, μετέπεισε χρήμασι πολλοῖς ἀντὶ Παρθυαίων ἐπὶ Ἀλεξανδρέας ὁρμῆσαι.
当他正准备发动战争时,被其兄弟奥罗德斯逐出领国的巴提亚国王米特里达梯,试图让他放弃阿拉伯人而转向巴提亚人;但同样被逐出统治的埃及第十一任国王托勒密,用巨额资金说服他,使其放弃巴提亚人而转向亚历山大里亚人。
καὶ κατήγαγε μὲν τὸν Πτολεμαῖον ἐπὶ τὴν ἀρχὴν ὁ Γαβίνιος, Ἀλεξανδρεῦσι πολεμήσας, ὑπὸ δὲ τῆς Ῥωμαίων βουλῆς ἔφυγεν ἐπὶ τῷ ἄνευ ψηφίσματος ἐς Αἴγυπτον ἐμβαλεῖν, ἐπὶ πολέμῳ Ῥωμαίοις ἀπαισίῳ νομιζομένῳ·
加比尼乌斯通过与亚历山大里亚人交战,帮助托勒密恢复了王位,但他因未经决议擅自侵入埃及而被罗马元老院判处流放,因为这对罗马人来说被视为一场不祥之战,原来他们有一条西比拉神谕予以禁止。
ἦν γάρ τι Σιβύλλειον αὐτοῖς ἀπαγορεῦον. ἐπὶ δὲ Γαβινίῳ μοι δοκεῖ Κράσσος ἄρξαι Σύρων, ὅτῳ πολεμούντι Παρθυαίοις ἡ μεγάλη συμφορὰ γίγνεται.
在加比尼乌斯之后,依我看来,克拉苏统治了叙利亚人,他在对巴提亚人交战期间,遭遇了那场巨大的惨剧。
καὶ ἐπὶ Λευκίου Βύβλου μετὰ Κράσσον στρατηγοῦντος Συρίας ἐς τὴν Συρίαν ἐσέβαλον οἱ Παρθυαῖοι.
在克拉苏之后的卢基乌斯·比布鲁斯统治叙利亚期间,巴提亚人侵入了叙利亚。
Σάξα δὲ μετὰ Βύβλον ἡγουμένου καὶ τὰ μέχρι Ἰωνίας ἐπέδραμον, ἀσχολουμένων Ῥωμαίων ἐς τὰ ἐπʼ ἀλλήλους ἐμφύλια.
而在比布鲁斯之后的萨克萨统治期间,趁着罗马人忙于彼此内战的空隙,他们甚至袭扰了直到伊奥尼亚为止的地区。

词汇与语法注释

  1. §849ἑκόντων — 属格形容词,与动词 `ἦρχε` 的宾语 `Σύρων` 一致,表示他在叙利亚人自愿归顺的情况下进行了统治。
  2. §849οὐκ εἰκὸς ἦν ἔτι Συρίας ἄρχειν μᾶλλον ἢ Ῥωμαῖους — 带有比较级 `μᾶλλον ἢ` 的带对格不定式结构。对格主语 `τοὺς Σελευκίδας`(前句省略)与 `Ῥωμαίους` 作为不定式 `ἄρχειν` 的逻辑主语进行对比。结构表示“比起击败了提格兰的罗马人,[塞琉古朝成员]继续统治叙利亚是不合常理的”。
  3. §850φόρος τῶν σωμάτων — 直译为“身体之税”,指人头税(按人口征收的直接税)。属格 `τῶν σωμάτων` 起宾格性属格的作用,表示课税的对象。
  4. §851τῶν τὰ ἐπώνυμα ἀρξάντων ἐν ἄστει — 指代罗马前执政官的迂回希腊语表达。通过使用 `τὰ ἐπώνυμα`(指代用以命名罗马历年年份的官员,即执政官),作者将罗马的执政官制度类比为希腊的名祖执政官制度。

引用这一段

阿庇安, 叙利亚战记 §849-851. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:849-851

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。