§952ἀλλὰ τάδε μὲν ἐντελῶς ἐν τῇ Παρθικῇ συγγραφῇ λέξω· τῆς δὲ βίβλου τῆσδε οὔσης Συριακῆς, ὅπως μὲν ἔσχον Συρίαν Ῥωμαῖοι καὶ συνέστησαν ἐς τὰ νῦν ὄντα, εἴρηται, οὐκ ἀπεικὸς δὲ τὰ Μακεδόνων ἐπιδραμεῖν.
然而,关于这些事情,我将在关于巴提亚的专著中详细论述;但由于本书是叙利亚专著,罗马人如何夺取叙利亚并将其整顿成现状,已经叙述过了,而概述在罗马人之前统治叙利亚的马其顿人的历史,也是不无裨益的。
οἳ πρὸ Ῥωμαίων Συρίας ἐβασίλευον. Ἀλέξανδρος μὲν δὴ βασιλεὺς ἦν ἐπὶ Πέρσαις Σύρων, ὁ καὶ πάντων βασιλεὺς ὅσων εἶδεν·
的确,亚历山大在波斯人之后成为了叙利亚人的国王,也是他所见到的万物的国王。
Ἀλεξάνδρου δʼ ἀποθανόντος ἐπὶ παισὶ τῷ μὲν βραχεῖ πάνυ τῷ δὲ ἔτι κυϊσκομένῳ, οἱ μὲν Μακεδόνες, πόθῳ τοῦ Φιλιππείου γένους, εἵλοντο σφῶν βασιλεύειν Ἀριδαῖον τὸν ἀδελφὸν Ἀλεξάνδρου, καίπερ οὐκ ἔμφρονα νομιζόμενον εἶναι, μετονομάσαντες δὴ Φίλιππον ἀντὶ Ἀριδαίου, τρεφομένων ἔτι τῶν παίδων Ἀλεξάνδρου ἐφύλαξαν γὰρ δὴ καὶ τὴν κύουσαν), οἱ φίλοι δʼ ἐς σατραπείας ἐνείμαντο τὰ ἔθνη, Περδίκκου διανέμοντος αὐτοῖς ὑπὸ τῷ βασιλεῖ Φιλίππῳ.
当亚历山大驾崩,留下两个孩子,一个极小,另一个仍在腹中时,马其顿人出于对菲利普家族的眷恋,在亚历山大的孩子们仍在被抚养期间(因为他们确实保护了孕妇),选择亚历山大的兄弟阿里代乌斯作为他们的国王,尽管他被认为心智不全,并将其名字由阿里代乌斯改为菲利普。 与此同时,他的“朋友们”(将领们)将各族领地划分为总督辖区,由佩尔迪卡斯在菲利普国王之下将它们分派给他们。
καὶ οὐ πολὺ ὕστερον τῶν βασιλέων ἀποθανόντων βασιλεῖς ἐγένοντο οἱ σατράπαι.
不久之后,在王室成员死去后,各省总督自己成为了国王。
Σύρων δὴ πρῶτος γίγνεται σατράπης Λαομέδων ὁ Μιτυληναῖος ἔκ τε Περδίκκου καὶ ἐξ Ἀντιπάτρου τοῦ μετὰ τὸν Περδίκκαν προστατεύσαντος τῶν βασιλέων.
的确,米蒂利尼的拉奥墨东成为了叙利亚人的第一任总督,由佩尔迪卡斯以及在佩尔迪卡斯之后担任国王护卫者的安提帕特所任命。
Λαομέδοντα δʼ ἐπιπλεύσας Πτολεμαῖος ὁ τῆς Αἰγύπτου σατράπης ἔπειθε πολλοῖς χρήμασιν ἐγχειρίσαι οἱ τὴν Συρίαν, προβολήν τε οὖσαν Αἰγύπτου καὶ ἐπιχείρημα κατὰ Κύπρου.
但埃及总督托勒密驾船前来攻击拉奥墨东,试图用巨额资金说服他将叙利亚移交给自己,因为叙利亚既是埃及的屏障,又是进攻塞浦路斯的据点。
καὶ οὐ πειθόμενον συλλαμβάνει· ὁ δὲ τοὺς φύλακας διαφθείρας πρὸς Ἀλκέταν ἔφυγεν ἐς Καρίαν.
当拉奥墨东不听从时,托勒密便逮捕了他;但他收买了看守,逃往卡里亚的阿尔克塔斯处。
καί τινα χρόνον ὁ Πτολεμαῖος ἦρχε Συρίας, καὶ φρουρὰς ἐν ταῖς πόλεσι καταλιπὼν ἐς Αἴγυπτον ἀπέπλει.
在一段时间内,托勒密统治了叙利亚,并在各城市留下驻军后,驾船返回了埃及。
§953Ἀντίγονος δʼ ἦν Φρυγίας μὲν καὶ Λυκίας καὶ Παμφυλίας σατράπης, ἐπίσκοπος δʼ εἶναι τῆς ὅλης Ἀσίας ἐξ Ἀντιπάτρου περῶντος ἐς τὴν Εὐρώπην ἀπολελειμμένος Εὐμένη τὸν Καππαδοκίας σατράπήν, ψηφισαμένων εἶναι πολέμιον τῶν Μακεδόνων, ἐπολιόρκει.
当时,安提柯是弗里吉亚、 Lycia 和庞非利亚的总督,在安提帕特渡海前往欧洲时被留下来担任整个亚细亚的监察官,他围攻了被马其顿人投票宣布为公敌的卡帕多西亚总督尤门尼斯。
ὁ δὲ αὐτὸν ἐκφεύγει, καὶ τὴν Μηδικὴν ἐκρατύνετο ἑαυτῷ.
但尤门尼斯从他手中逃脱,并为自己巩固了米底亚。
ἀλλʼ Εὐμένη μὲν κτείνει καταλαβὼν ὁ Ἀντίγονος, καὶ ἐπανιὼν ὑπεδέχθη λαμπρῶς ὑπὸ Σελεύκου σατραπεύοντος ἐν Βαβυλῶνι.
然而,安提柯最终捕获并杀死了尤门尼斯,并在返回时受到了在巴比伦担任总督的塞琉古的盛情接待。
ὑβρίσαντος δέ τινα τῶν ἡγεμόνων τοῦ Σελεύκου, καὶ οὐ κοινώσαντος Ἀντιγόνῳ παρόντι, χαλεπήνας ὁ Ἀντίγονος ᾔτει λογισμοὺς χρημάτων τε καὶ κτημάτων.
然而,由于塞琉古的一名部下行事无礼,且没有向在场的安提柯请示,愤怒的安提柯要求对其资金和财产进行审计。
ὁ δὲ ἀσθενέστερος ὢν Ἀντίγονου πρὸς Πτολεμαῖον ἐς Αἴγυπτον ὑπεχώρει.
塞琉古因实力弱于安提柯,便退往埃及投奔托勒密。
καὶ ὁ Ἀντίγονος εὐθὺς ἐπὶ τῇ φυγῇ τοῦ Σελεύκου Βλίτορά τε, Μεσοποταμίας ἡγούμενον, παρέλυσε τῆς ἀρχῆς, ὅτι Σέλευκον μεθῆκεν ἀπιόντα, καὶ τὴν Βαβυλωνίαν καὶ τὴν Μεσοποταμίαν καὶ ὅσα ἄλλα ἐκ Μήδων ἐπὶ τὸν Ἑλλήσποντον ἔθνη, καθίστατο ἑαυτῷ, ἤδη καὶ Ἀντιπάτρου τεθνεῶτος.
塞琉古逃跑后,安提柯立即免去了美索不达米亚统治者步里托尔的职务,因为他放走了塞琉古;由于安提帕特此时已经去世,安提柯便将巴比伦尼亚、美索不达米亚以及从米底亚到赫勒斯滂的所有其他民族都置于自己的控制之下。
ἐπίφθονός τε εὐθὺς ἐκ τῶνδε τοῖς ἄλλοῖς σατράπαις ἐγίγνετο, γῆς ἄρχων τοσῆσδε.
由此,他因统治如此广阔的土地,立即成为其他总督嫉妒的对象。
διὸ καὶ μάλιστα τῷ Σελεύκῳ παρακαλοῦντι συνέθεντο Πτολεμαῖός τε καὶ Λυσίμαχος ὁ Θρᾴκης σατράπης καὶ Κάσσανδρος ὁ Ἀντιπάτρου, Μακεδόνων ἐπὶ τῷ πατρὶ ἡγούμενος·
因此,特别是在塞琉古的极力游说下,托勒密、色雷斯总督赖西马科斯以及承袭其父领导马其顿人的安提帕特之子卡山德结成了联盟。
καὶ ὁμοῦ πρεσβευσάμενοι τὸν Ἀντίγονον ἠξίουν τὴν ἐπίκτητον αὐτῷ γενομένην γῆν τε καὶ χρήματα πρός τε σφᾶς νείμασθαι καὶ πρὸς ἑτέρους Μακεδόνας, οἳ τῶν σατραπειῶν ἐξεπεπτώκεσαν.
他们联合派来使者,要求安提柯将他新夺取的土地和钱财与他们以及其他被逐出总督辖区的马其顿人进行平分。
ἐπιχλευάσαντος δὲ αὐτοὺς τοῦ Ἀντιγόνου οἱ μὲν ἐς πόλεμον καθίσταντο κοινόν, ὁ δὲ ἀντιπαρεσκευάζετο, καὶ ἐξέβαλλε τὰς φρουρὰς ὅσαι ἔτι ἦσαν ἐν τῇ Συρίᾳ Πτολεμαίου, καὶ Φοινίκης τε καὶ τῆς λεγομένης κοίλης τὰ ἔτι ὑπήκοα τοῦ Πτολεμαίου πρὸς ἑαυτὸν ἀθρόως περιέσπα.
但在安提柯嘲弄了他们之后,他们便陷入了一场共同的战争,而安提柯也针锋相对地做准备,驱逐了叙利亚境内所有仍属于托勒密的驻军,并将腓尼基以及所谓柯里叙利亚中仍臣服于托勒密的部分一举拉拢到自己一边。
§954χωρῶν δʼ ὑπὲρ τὰς Κιλικίους πύλας, Δημήτριον τὸν υἱόν, ἀμφὶ δύο καὶ εἴκοσιν ἔτη γεγονότα, ἐν Γάζῃ μετὰ τοῦ στρατοῦ καταλείπει πρὸς τὰς ὁρμὰς Πτολεμαίου τὰς ἀπʼ Αἰγύπτου.
他越过基利家门前行,将约二十二岁的儿子德米特里与军队留在加沙,以防备托勒密从埃及发动的进攻。
τοῦτον ὁ Πτολεμαῖος ἐνίκα περὶ τὴν Γάζαν μάχῃ λαμπρῶς, καὶ τὸ μειράκιον ἐς τὸν πατέρα ἐχώρει.
托勒密在加沙附近的一场辉煌战役中击败了他,这名年轻人便退回到了父亲那里。
Πτολεμαῖος δʼ αὐτίκα τὸν Σέλευκον ἐς τῆν Βαβυλῶνα πέμπει, τὴν ἀρχὴν ἀναληψόμενον· καὶ πεζοὺς ἐς τοῦτο ἔδωκεν αὐτῷ χιλίους, καὶ τριακοσίους ἱππέας.
托勒密立即派遣塞琉古去巴比伦收复统治权,并为此给了他一千名步兵和三百名骑兵。
καὶ σὺν οὕτως ὀλίγοις ὁ Σέλευκος τήν τε Βαβυλωνίαν, προθύμως αὐτὸν ἅμα τῶν ἀνδρῶν ἐκδεχομένων, ἀνέλαβε, καὶ τὴν ἀρχὴν μετʼ οὐ πολὺ ἐς μέγα προήγαγεν.
凭借如此稀少的兵力,塞琉古收复了巴比伦尼亚,因为当地的人们热烈地迎候他,不久之后他便将自己的统治权力提升到了极高的程度。
ὁ δʼ Ἀντίγονος Πτολεμαῖον ἠμύνετο, καὶ ναυμαχίᾳ περὶ Κύπρον ἐνίκα περιφανεῖ, Δημητρίου τοῦ παιδὸς στρατηγοῦντος· ἐφʼ ὅτῳ λαμπροτάτῳ γενομένῳ ὁ στρατὸς ἀνεῖπεν ἄμφω βασιλέας, Ἀντίγονόν τε καὶ Δημήτριον, ἤδη καὶ τῶν βασιλέων τεθνεώτων, Ἀριδαίου τε τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος καὶ τῶν υἱῶν Ἀλεξάνδρου.
另一方面,安提柯向托勒密进行反击,并在塞浦路斯附近的一场著名的海战中击败了他,由其子德米特里担任指挥;在取得这一极为辉煌的成就之后,军队宣布安提柯与德米特里两人同为国王,此时先前的国王们——菲利普·阿里代乌斯、奥林匹亚丝以及亚历山大的儿子们,均已去世。
ἀνεῖπε δὲ καὶ Πτολεμαῖον ὁ οἰκεῖος αὐτοῦ στρατὸς βασιλέα, ὡς μή τι διὰ τὴν ἧσσαν μειονεκτοίη τῶν νενικηκότων.
托勒密自己的军队也宣布他为国王,以免他因战败而相比于战胜者处于劣势。
τοῖσδε μὲν δὴ τυχεῖν ὁμοίων συνηνέχθη κατʼ ἐναντίας αἰτίας, εἵποντο δʼ εὐθὺς αὐτοῖς οἱ λοιποί, καὶ βασιλεῖς ἅπαντες ἐκ σατραπῶν ἐγίγνοντο.
这样,他们由于相反的原因而得到了相同的结果,其余的人也立即效仿他们,所有人都从总督变成了国王。