§635καὶ ἡ φάλαγξ ἡ τῶν Μακεδόνων, τεταγμένη μέν, ὡς μεθʼ ἱππέων, ἐπὶ στενοῦ τε καὶ τετραγώνου, γεγυμνωμένη δὲ τῶν ἱππέων ἑκατέρωθεν, τοὺς μὲν ψιλοὺς τοὺς ἐπὶ τοῦ μετώπου σφῶν ἔτι προπολεμοῦντας διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ πάλιν συνῄει, Δομιτίου δʼ αὐτὴν ἱππεῦσι πολλοῖς καὶ ψιλοῖς εὐμαρῶς, οἷα πλινθίον πυκνόν, κυκλώσαντος, οὔτʼ ἐκδραμεῖν ἔτι ἔχουσα οὔτʼ ἐξελίξαι βάθος οὕτω πολύ, μάλα καρτερῶς ἐκακοπάθει.
而马其顿方阵虽然排成了狭窄的方形阵势,就像有骑兵协同一样,但两翼的骑兵已被剥夺,阵营便让开空隙,将仍在阵前战斗的己方轻装兵接纳进来,然后重新合拢;但由于多米蒂乌斯用许多骑兵和轻装兵轻易地包围了他们(他们就像一块致密的砖块),他们既无法再向前突击,也无法展开如此深厚的阵形,因而陷入了极其惨烈的苦战。
καὶ ἠγανάκτουν αὐτοὶ μὲν ταῖς ἐμπειρίαις οὐδὲν ἔχοντες ἔτι χρῆσθαι, τοῖς δὲ πολεμίοις εὔβλητοι καὶ ἐπιτυχεῖς πανταχόθεν ὄντες.
他们对自己无法再利用熟练的经验感到愤慨,而在敌人面前,他们却成了来自四面八方、极易被射中且弹无虚发的靶子。
ὅμως δὲ τὰς σαρίσσας ἐκ τετραγώνου προβαλλόμενοι πυκνὰς προὐκαλοῦντο Ῥωμαίους ἐς χεῖρας ἐλθεῖν, καὶ δόξαν ἐπιβαινόντων ἀεὶ παρεῖχον.
尽管如此,他们仍从方形阵势中刺出密集的萨里沙长枪,挑战罗马人进行肉搏战,并始终表现出要向前推进的样子。
οὐ μήν τι προεπήδων, πεζοί τε καὶ βαρεῖς ὄντες ὑπὸ τῶν ὅπλων, καὶ τοὺς πολεμίους ἐπὶ ἵππων ὁρῶντες, μάλιστα δὲ ἵνα μὴ τὸ τῆς τάξεως πυκνὸν ἐκλύσειαν· μετατάξασθαι γὰρ ἑτέρως οὐκ ἔφθανον.
然而,由于他们是步兵且因盔甲而显得沉重,又看到敌人在马背上,最重要的是为了不破坏阵型的紧密性,他们绝不向前跃进;因为他们来不及重新调整为其他阵形。
Ῥωμαῖοι δʼ αὐτοῖς οὐ προσεπέλαζον μέν, οὐδʼ ἐς χεῖρας ᾔεσαν, δεδιότες ἀνδρῶν ἠσκημένων ἐμπειρίαν τε καὶ πυκνότητα καὶ ἀπόγνωσιν, περιθέοντες δὲ ἐσηκόντιζόν τε καὶ ἐσετόξευον.
罗马人也没有接近他们,亦不进行肉搏,因为他们害怕这些训练有素之人的经验、紧密队形以及拼死一搏的决心,而是围着他们奔跑,不断投掷标枪、射击弓箭。
καὶ οὐδὲν ἦν ἀχρεῖον ὡς ἐν ὀλίγῳ πολλῶν συνεστώτων. οὐ γὰρ εἶχον οὔτε ἐκκλῖναι τὰ βαλλόμενα οὔτε φερομένοις διαστῆναι.
由于在狭小的空间里聚集了许多人,没有任何投射物是落空的;因为他们既无法躲避飞来的投射物,也无法让开阵脚让它们穿过。
ὅθεν ἤδη πολλὰ κάμνοντες ἐνεδίδοσαν ὑπὸ τῆς ἀπορίας, καὶ βάδην ὑπεχώρουν σὺν ἀπειλῇ, πάνυ εὐσταθῶς καὶ Ῥωμαίοις ἐπιφόβως·
因而,他们因无计可施而疲惫不堪,开始让步,并带着威胁的姿态一步步退却,极其沉稳,令罗马人感到畏惧。
οὐδὲ γὰρ τότε προσπελάζειν αὐτοῖς ἐτόλμων, ἀλλὰ περιθέοντες ἔβλαπτον, μέχρι, τῶν ἐλεφάντων ἐν τῇ Μακεδόνων φάλαγγι συνταραχθέντων τε καὶ οὐχ ὑπακουόντων ἔτι τοῖς ἐπιβάταις, ὁ κόσμος ὁ τῆς φυγῆς συνεχεῖτο.
因为即使在那时,罗马人也不敢接近他们,而是围着他们跑动并施加伤害,直到马其顿方阵中的战象陷入混乱且不再听从骑乘者的指挥,退却的整然秩序才被瓦解。
§636καὶ ταύτῃ μὲν ὁ Δομίτιος ἐκράτει, καὶ ἐπὶ τὸ στρατόπεδον τοῦ Ἀντιόχου φθάσας ἐβιάζετο τοὺς ἐν αὐτῷ φυλάσσοντας·
在这一侧,多米蒂乌斯取得了胜利,并到达安条克的营地,压制了里面的守军。
ὁ δὲ Ἀντίοχος ἐς πολὺ διώκων παρʼ οὓς ἐκ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐτέτακτο, οὐδενὸς οὐδʼ ἐκείνοις ἱππέων ἢ ψιλοῦ παρόντος ἐς ἐπικουρίαν (οὐ γὰρ παρετετάχει Δομίτιος, ἡγούμενος οὐ δεήσεσθαι διὰ τὸν ποταμόν), μέχρι τοῦ Ῥωμαίων χάρακος ἦλθεν.
而安条克则长区追击那些被他从罗马方阵中分割出来的士兵,当时也没有任何骑兵或轻装兵前来援助他们(因为多米蒂乌斯认为由于有河流阻挡,不需要部署兵力),直到安条克来到了罗马人的营垒前。
ἐπεὶ δὲ αὐτὸν ὅ τε χιλίαρχος ὁ τοῦ χάρακος φύλαξ, ἀκμῆσι τοῖς φύλαξιν ὑπαντιάσας, ἐπέσχε τῆς ὁρμῆς καὶ οἱ φεύγοντες τοῖς ἀναμιχθεῖσι θαρροῦντες ἐπεστρέφοντο, ἐπανῄει σοβαρὸς ὁ Ἀντίοχος ὡς ἐπὶ νίκῃ, οὐδενὸς τῶν ἐπὶ θάτερα πεπυσμένος.
当营垒的守护者——千人队长带领着精力充沛的守军迎击他,阻挡了他的攻势,并且逃跑的士兵在与汇合的守军结合后重振旗鼓、反身御敌时,安条克便得意洋洋地往回走,仿佛已经获胜,而对另一侧发生的事情一无所知。
Ἄτταλος δʼ αὐτόν, ὁ Εὐμένους ἀδελφός, ἱππεῦσι πολλοῖς ὑπαντιάζει.
欧墨尼斯的兄弟阿塔罗斯率领许多骑兵迎击他。
καὶ τούσδε μὲν εὐμαρῶς ὁ Ἀντίοχος διακόψας διέδραμε, καὶ παρατρεχόντων ἔτι καὶ μικρὰ λυπούντων οὐκ ἐφρόντιζεν·
安条克轻易地冲破了他们的阻拦并奔逃过去,对于那些仍在身旁奔跑、造成微小骚扰的人不予理会。
ὡς δὲ κατεῖδε τὴν ἧτταν καὶ τὸ πεδίον ἅπαν νεκρῶν ἰδίων πλῆρες, ἀνδρῶν τε καὶ ἵππων καὶ ἐλεφάντων, τό τε στρατόπεδον εἰλημμένον ἤδη κατὰ κράτος, τότε δὴ καὶ ὁ Ἀντίοχος ἔφυγεν ἀμεταστρεπτί, καὶ μέχρι μέσων νυκτῶν ἐς Σάρδεις παρῆλθεν.
但当他亲眼目睹了惨败,以及整个平原上堆满了己方士兵、战马和战象的尸体,而且营地也已被强行攻占时,安条克这才头也不回地逃跑,并在半夜时分抵达了萨迪斯。
παρῆλθε δὲ καὶ ἀπὸ Σάρδεων ἐς Κελαινάς, ἣν Ἀπάμειαν καλοῦσιν, οἷ τὸν υἱὸν ἐπυνθάνετο συμφυγεῖν.
他又从萨迪斯前往被称为阿帕梅亚的凯莱奈,因为他听说他的儿子也逃到了那里。
τῆς δʼ ἐπιούσης ἐς Συρίαν ἐκ Κελαινῶν ἀνεζεύγνυ, τοὺς στρατηγοὺς ἐν Κελαιναῖς καταλιπὼν ὑποδέχεσθαί τε καὶ ἀθροίζειν τοὺς διαφυγόντας.
第二天,他离开凯莱奈前往叙利亚,将将军们留在凯莱奈,用以接纳并集结那些逃脱的散兵。
περι τε καταλύσεως τοῦ πολέμου πρέσβεις ἔπεμπε πρὸς τὸν ὕπατον.
并且,他向执政官派遣了使者以求结束战争。
ὁ δὲ τὰ οἰκεῖα ἔθαπτε, καὶ ἐσκύλευε τοὺς πολεμίους, καὶ τὰ αἰχμάλωτα συνῆγεν.
执政官则埋葬了己方死者,剥夺了敌人的战利品,并收集了缴获的物资。
ἐφάνησαν δὲ νεκροὶ Ῥωμαίων μὲν τῶν ἐξ ἄστεος ἱππεῖς εἴκοσι καὶ τέσσαρες καὶ πεζοὶ τριακόσιοι μάλιστα, οὓς ὁ Ἀντίοχος ἔκτεινεν, Εὐμένους δὲ πεντεκαίδεκα ἱππεῖς μόνοι.
战死者中,来自罗马本城的骑兵有二十四名,步兵大约三百名(这些都是被安条克杀害的),而欧墨尼斯的骑兵仅有十五名。
Ἀντιόχου δέ, σὺν τοῖς αἰχμαλώτοις εἰκάζοντο ἀπολέσθαι περὶ πεντακισμυρίους· οὐ γὰρ εὐμαρὲς ἦν ἀριθμῆσαι διὰ τὸ πλῆθος.
安条克一方,包括俘虏在内,估计损失了大约五万人;因为由于数量极其庞大,不易清点。
καὶ τῶν ἐλεφάντων οἱ μὲν ἀνῄρηντο, πεντεκαίδεκα δʼ αἰχμάλωτοι ἐγεγένητο.
战象中,有部分被杀,十五头被俘。