§633ὄψις τε ἦν ὥσπερ δύο στρατῶν, τοῦ μὲν ἀρχομένου πολεμεῖν, τοῦ δʼ ἐφεδρεύοντος·
其景象就如同有两支军队,一支正准备交战,另一支在后方伺机待命。
ἑκάτερος δʼ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳ.
双方都因其数量之众和装备之整而显得极其威严,令人畏惧。
ἐφειστήκει δὲ τοῖς μὲν δεξιοῖς ἱππεῦσιν Ἀντίοχος αὐτός, τοῖς δʼ ἐπὶ θάτερα Σέλευκος ὁ υἱὸς Ἀντιόχου, τῇ δὲ φάλαγγι Φίλιππος ὁ ἐλεφαντάρχης καὶ τοῖς προμάχοις Μύνδις τε καὶ Ζεῦξις.
安条克本人亲自指挥右翼骑兵,另一侧由他的儿子塞琉古指挥,方阵由象军长官菲利普指挥,而前锋则由敏迪斯和宙克西斯指挥。
ἀχλυώδους δὲ καὶ ζοφερᾶς τῆς ἡμέρας γενομένης, ἥ τε ὄψις ἔσβεστο τῆς ἐπιδείξεως, καὶ τὰ τοξεύματα πάντα ἀμβλύτερα ἦν ὡς ἐν ἀέρι ὑγρῷ καὶ σκοτεινῷ.
然而,随着天气变得雾气弥漫而阴暗,其展现出的壮丽景象大打折扣,所有的箭矢在潮湿而昏暗的空气中,其威力也都减弱了。
ὅπερ ἐπεὶ κατεῖδεν Εὐμένης, τῶν μὲν ἄλλων κατεφρόνησε, τὴν δὲ ῥύμην τῶν ἁρμάτων τεταγμένων ἐφʼ ἑαυτὸν μάλιστα δείσας, ὅσοι ἦσαν αὐτῷ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ ἕτεροι κοῦφοι, συναγαγὼν προσέταξε, τὰ ἅρματα περιθέοντας, ἐς τοὺς ἵππους ἀκοντίζειν ἀντὶ τῶν ἐπιβατῶν·
欧墨尼斯察觉到这一点后,对其他敌军不予理会,但他最害怕迎面排开的战车的冲势,于是召集了他手头所有的投石兵、投枪兵和其他轻装兵,命令他们围着战车奔跑,向马匹射击,而不是向战车上的士兵射击。
ἵππου γὰρ ἐν ἅρματι ζυγομαχοῦντος ἀχρεῖον τὸ λοιπὸν ἅρμα γίγνεται, καὶ πολλὰ καὶ τῆς ἄλλης εὐταξίας παραλύεται, τὰ δρέπανα τῶν φιλίων δεδιότων.
因为一旦拉战车的马匹在轭上挣扎暴烈,整辆战车就会失去作用,而且由于害怕己方的镰刀,其他许多队伍的秩序也会崩溃。
ὃ καὶ τότε συνηνέχθη γενέσθαι· πληγέντων γὰρ τῶν ἵππων ἀθρόως, καὶ τὰ ἅρματα ἐς τοὺς φίλους περιφερόντων, αἵ τε κάμηλοι πρῶται τῆς ἀταξίας ᾐσθάνοντο, πλησίον τοῖς ἅρμασι παρατεταγμέναι, καὶ μετὰ ταύτας ἡ κατάφρακτος ἵππος, οὐ ῥᾳδίως ὑπὸ τοῦ βάρους τὰ δρέπανα ἐκφεύγειν δυναμένη.
当时果然发生了这样的事情:由于马匹同时受伤,战车转向冲向己方友军,紧挨着战车部署的骆驼最先感受到这种混乱,紧接着是具装骑兵,他们因为装备沉重,无法轻易躲避镰刀。
θόρυβός τε ἦν ἤδη πολὺς καὶ τάραχος ποικίλος, ἀρξάμενος μὲν ἀπὸ τῶνδε μάλιστα, χωρῶν δὲ ἐπὶ ὅλον τὸ μεταίχμιον, καὶ μείζων ὑπόνοια τοῦ ἀκριβοῦς·
此时已出现巨大的嘈杂声和各种各样的混乱,这主要始于这些地方,并蔓延到两军之间的整个地带。 人们的猜疑超出了确切的实情。
ὡς γὰρ ἐν διαστήματι μακρῷ καὶ πλήθει πυκνῷ καὶ βοῇ ποικίλῃ καὶ φόβῳ πολλῷ, τὸ μὲν ἀκριβὲς οὐδὲ τοῖς ἀγχοῦ τῶν πασχόντων καταληπτὸν ἦν, τὴν δὲ ὑπόνοιαν μειζόνως ἐς τοὺς ἑξῆς ἕκαστοι μετέφερον.
因为在广阔的距离、密集的人群、各种叫喊声和极大的恐惧中,即使是靠近受害者的人也无法了解确切的情况,而是每个人都把猜疑更夸大地传给下一个人。
§634ὁ δʼ Εὐμένης, ἐπεὶ τὰ πρῶτα καλῶς ἐπέπρακτο αὐτῷ, καὶ τὸ μεταίχμιον, ὅσον αἵ τε κάμηλοι καὶ τὰ ἅρματα ἐπεῖχεν, ἐγεγύμνωτο, τοὺς ἰδίους ἱππέας, καὶ ὅσοι Ῥωμαίων αὐτῷ καὶ Ἰταλῶν παρετετάχατο, ἐπῆγεν ἐπὶ τοὺς ἀντικρὺ Γαλάτας τε καὶ Καππαδόκας καὶ τὴν ἄλλην σύνοδον τῶν ξένων, μέγα κεκραγὼς καὶ παρακαλῶν ἐπὶ ἄνδρας ἀπείρους τε μάχης καὶ γεγυμνωμένους τῶν προπολεμούντων.
而欧墨尼斯在第一步行动取得成功后,两军之间原先由骆驼和战车占据的中介地带已被扫空,他便率领自己的骑兵以及与他一同列阵的所有罗马人和意大利人骑兵,向对面的加拉太人、卡帕多西亚人以及其他外国混成部队发起进攻。 他大声疾呼,鼓舞士兵们去攻击那些既无战斗经验又失去了前卫保护的敌人。
οἱ δʼ ἐπείθοντο, καὶ βαρείας σφῶν τῆς ἐμβολῆς γενομένης τρέπονται τούτους τε καὶ τοὺς παρεζευγμένους αὐτοῖς ἱππέας τε καὶ καταφράκτους, ἐκ πολλοῦ ταρασσομένους διὰ τὰ ἅρματα·
士兵们听从了命令,由于他们的冲击十分猛烈,击溃了这些敌人以及与他们并排的骑兵和具装骑兵,后者由于战车的原因早已陷入混乱。
οὓς δὴ καὶ μάλιστα, διὰ τὸ βάρος ὑποφεύγειν ἢ ἀναστρέφειν εὐμαρῶς οὐ δυναμένους, κατελάμβανόν τε καὶ συνέκοπτον. καὶ τάδε μὲν ἦν περὶ τὸ λαιὸν τῆς φάλαγγος τῶν Μακεδόνων·
尤其是他们因为沉重的装备,既无法轻易逃跑,也无法轻易转身,被欧墨尼斯的军队追上并斩杀。
ἐν δεξιᾷ δέ, ᾗπερ αὐτὸς ὁ Ἀντίοχος ἐτέτακτο, διακόψας τὸ σύνταγμα τῆς Ρ̓ωμαίων φάλαγγος ἀπέσπασεν ἐπὶ πολὺ διώκων.
这些是发生在马其顿方阵左翼的事情;但在右翼,即安条克本人部署的地方,他切断并突破了罗马方阵的队形,并进行了长距离的追击。