Humanitext Reader

阿庇安 · 叙利亚战记 §737-738

战后双方反应与西庇阿提出的媾和条件

第 16 段,共 27 段 · 希腊语

内容简介

记述了塞琉古和罗马双方对罗马在马格尼西亚战役中获胜的评价,随后普布里乌斯·西庇阿向安条克的使者阐述了和谈条件,在指责安条克贪欲的同时,依然维持了此前较为宽大的和平条款。

§737ὡς δʼ ἐπὶ νίκῃ λαμπροτάτῃ καὶ παραλόγως τισὶ δοκούσῃ γενέσθαι (οὐ γὰρ εἰκὸς ἐνόμιζον ὀλιγωτέρους πολὺ πλειόνων ἐν ἀλλοτρίᾳ γῇ παρὰ τοσόνδε κρατῆσαι, καὶ μάλιστα φάλαγγος Μακεδόνων, εὖ γεγυμνασμένης καὶ εὐανδρούσης τότε μάλιστα, καὶ δόξαν ἄμαχόν τε καὶ φοβερὰν ἐχούσης), οἱ μὲν Ἀντιόχου φίλοι τὴν προπέτειαν αὐτοῦ τῆς ἐς Ῥωμαίους διαφορᾶς καὶ τὴν ἐξ ἀρχῆς ἀπειρίαν τε καὶ ἀβουλίαν ἐπεμέμφοντο, Χερρόνησόν τε καὶ Λυσιμάχειαν αὐτοῖς ὅπλοις καὶ τοσῇδε παρασκευῇ μεθέντος ἐκ χειρῶν πρὶν καὶ ἐς πεῖραν ἐλθεῖν τοῖς πολεμίοις, καὶ τὴν τοῦ Ἑλλησπόντου φυλακὴν ἐκλιπόντος, Ῥωμαίων οὐκ ἂν εὐμαρῶς ἐλπισάντων βιάσασθαι τὴν διάβασιν.
在这场极具辉煌、且在一些人看来出乎意料的胜利发生之后(因为人们认为,极少数的人在异国他乡竟然能如此压倒性地战胜多得多的敌人,这实在难以想象,尤其是击败当时训练有素、兵员充沛且享有无敌与恐怖名声的马其顿方阵),安条克的友人们便谴责他在与罗马人对抗中的鲁莽,以及他从一开始就表现出的缺乏经验和愚蠢。 他们指责他在与敌人交锋之前,就将赫尔松涅斯和吕西马基亚连同如此庞大的武装与准备拱手相让,并且放弃了赫勒斯滂的防守,而罗马人原本是极难指望能强行渡海的。
κατεμέμφοντο δʼ αὐτοῦ καὶ τὴν τελευταίαν ἀφροσύνην, ἀχρεῖον ἐν στενῷ τὸ κράτιστον τοῦ στρατοῦ πεποιηκότος, καὶ τὴν ἐλπίδα θεμένου ἐν πλήθει συγκλύδων ἀνδρῶν ἀρτιπολέμων μᾶλλον ἢ ἐν ἀνδράσι διὰ μελέτην καὶ χρόνον ἐργάταις τε οὖσι πολέμου καὶ ἐκ τοσῶνδε πολέμων τὸ φρόνημα ἐς εὐτολμίαν καὶ θάρσος ηὐξημένοις.
他们还指责他最后的愚妄,即他在狭窄的地方使军队中最精锐的部分变得毫无用处,并将希望寄托在刚刚参战的乌合之众的数量上,而不是那些通过训练和岁月磨砺成为战争能手、并通过如此多场战争将斗志提升为英勇和自信的男子汉身上。
τοιαῦτα μὲν ἦν τὰ περὶ Ἀντιόχου λογοποιούμενα, Ῥωμαίοις δʼ ἐπῇρτο τὰ φρονήματα, καὶ οὐδὲν ἔτι σφίσιν ἡγοῦντο εἶναι δυσεργὲς ὑπό τε ἀρετῆς καὶ θεῶν ἐπικουρίας·
关于安条克的议论大致如此,而罗马人的士气则大为振奋,他们认为凭借自身的武勇和神明的帮助,再也没有什么对他们而言是困难的了。
καὶ γὰρ δὴ καὶ ἐς δόξαν εὐτυχίας ἔφερεν ὅτι οὕτω γε ὀλίγοι τε πολλῶν καὶ ἐξ ἐφόδου καὶ ἐν πρώτῃ μάχῃ καὶ ἐν ἀλλοτρίᾳ γῇ τοσῶνδε ἐθνῶν καὶ παρασκευῆς βασιλικῆς, καὶ μισθοφόρων ἀρετῆς, καὶ δόξης Μακεδόνων, καὶ βασιλέως αὐτοῦ μεγίστην τε ἀρχὴν κεκτημένου καὶ ἐπίκλησιν μεγάλου, κεκρατηκότες ἦσαν ἡμέρᾳ μιᾷ.
事实上,他们能在一天之内,以如此少的人数对抗如此多的人,且在首次冲击中、在第一场战斗中、在异国的土地上,战胜了如此多的民族、国王的军备、雇佣兵的勇猛、马其顿人的名声,以及拥有最大帝国并享有“大王”称号的国王本人,这确实极大地提高了他们幸运的名声。
πολύ τε σφίσιν ἦν τὸ ἔπος ἐν τοῖς λόγοις, ἦν βασιλεὺς Ἀντίοχος ὁ μέγας.
他们口中经常挂着这样一句话: “安条克大王曾是国王。
§738τοιάδε μὲν δὴ καὶ Ῥωμαῖοι περὶ σφῶν ἐμεγαλαύχουν· ὁ δὲ ὕπατος, ἐπεὶ αὐτῷ ῥαΐσας ὁ ἀδελφὸς Πόπλιος ἦλθεν ἀπὸ τὴς Ἐλαίας, ἐχρημάτιζε τοῖς Ἀντιόχου πρέσβεσιν.
” 罗马人也对自己如此夸耀;而执政官在兄长普布里乌斯痊愈并从埃莱亚到来后,便与安条克的使者会谈。
οἱ μὲν δὴ μαθεῖν ἠξίουν ὅ τι ποιῶν ὁ βασιλεὺς Ἀντίοχος ἔσται Ῥωμαίοις φίλος· ὁ δὲ Πόπλιος αὐτοῖς ὧδε ἀπεκρίνατο·
使者们请求了解安条克国王需要做什么才能成为罗马人的朋友;普布里乌斯对他们作出了如下回答: “安条克因其贪欲,自己招致了现在和过去发生的一切。
αἴτιος μὲν αὑτῷ διὰ πλεονεξίαν Ἀντίοχος καὶ τῶν νῦν καὶ τῶν πρότερον γεγονότων, ὃς ἀρχὴν μεγίστην ἔχων τε, καὶ Ῥωμαίων αὐτὸν ἐώντων ἔχειν, Πτολεμαίου συγγενοῦς ἰδίου καὶ Ῥωμαίοις φίλου Συρίαν τὴν κοίλην ἀφείλετο, καὶ ἐς τὴν Εὐρώπην οὐδὲν αὐτῷ προσήκουσαν ἐμβαλὼν Θρᾴκην κατεστρέφετο καὶ Χερρόνησον ὠχύρου καὶ Λυσιμάχειαν ἤγειρεν, ἔς τε τὴν Ἑλλάδα διελθὼν ἐδουλοῦτο τοὺς Ἕλληνας ὑπὸ Ῥωμαίων ἄρτι αὐτονόμους ἀφειμένους, μέχρι περὶ Θερμοπύλας ἡττήθη μάχῃ.
他原本拥有极广阔的帝国,且罗马人也允许他保留,他却夺取了自己亲属、同时也是罗马人朋友的托勒密的柯里叙利亚;他侵入与他毫无干涉的欧洲,征服了色雷斯,加固了赫尔松涅斯,重建了吕西马基亚;他进入希腊,奴役那些刚刚被罗马人赋予自治权的希腊人,直到他在温泉关附近的战斗中被击败。
καὶ φυγὼν οὐδʼ ὣς ἔληξε τῆς πλεονεξίας, ἀλλὰ κἀν τῇ θαλάττῃ πολλάκις ἐλαττωθεὶς σπονδῶν μέν, ἄρτι τὸν Ἑλλήσποντον ἡμῶν πεπερακότων, ἐδεήθη, διὰ δὲ ὑπεροψίαν τὰ προτεινόμενα ὑπερεῖδε, καὶ στράτευμα αὖθις πολὺ καὶ παρασκευὴν ἄπειρον ἐφʼ ἡμᾶς συναγαγὼν ἐπολέμει, βιαζόμενος ἐς πεῖραν ἐλθεῖν τοῖς ἀμείνοσι, μέχρι συνηνέχθη μεγάλῳ κακῷ.
即使在逃跑之后,他依然没有停止其贪欲,而是在海上屡遭失败,并在我们刚刚跨越赫勒斯滂时请求媾和,却因傲慢而蔑视了所提的条件,再次集结庞大的军队和无尽的备战向我们开战,强行与更优胜者交锋,直到遭遇了巨大的灾难。
ἡμᾶς δὲ εἰκὸς μὲν ἦν αὐτῷ μείζονα τὴν ζημίαν ἐπιθεῖναι, βιασαμένῳ πολλάκις Ῥωμαίοις ἐς χεῖρας ἐλθεῖν· ἀλλʼ οὐχ ὑβρίζομεν ταῖς εὐπραξίαις, οὐδʼ ἐπιβαροῦμεν τοῖς ἑτέρων ἀτυχήμασιν.
由于他多次强迫罗马人进行交战,我们本该对他课以更重的惩罚;但我们不因成功而骄横,也不在别人的不幸上加重负担。
δίδομεν δὲ ὅσα καὶ πρότερον αὐτῷ προὐτείνομεν, μικρὰ ἄττα προσθέντες, ὅσα καὶ ἡμῖν ἔσται χρήσιμα καὶ αὐτῷ λυσιτελῆ πρὸς τὸ μέλλον ἐς ἀσφάλειαν, ἀπέχεσθαι μὲν αὐτὸν τῆς Εὐρώπης ὅλης καὶ Ἀσίας τῶν ἐπὶ τάδε τοῦ Ταύρου (καὶ τούτοις ὅροι τεθήσονται), παραδοῦναι δʼ ἐλέφαντας ὅσους ἔχει καὶ ναῦς ὅσας ἂν ἐπιτάξωμεν, ἔς τε λοιπὸν ἐλέφαντας μὲν οὐκ ἔχειν, ναῦς δὲ ὅσας ἂν ὁρίσωμεν, δοῦναι δὲ καὶ εἴκοσιν ὅμηρα, ἃ ἂν ὁ στρατηγὸς ἐπιγράψῃ, καὶ χρήματα ἐς τὴν τοῦδε τοῦ πολέμου δαπάνην, διʼ αὐτὸν γενομένου, τάλαντα Εὐβοϊκὰ αὐτίκα μὲν ἤδη πεντακόσια, καὶ ὅταν τάσδε τὰς σπονδὰς ἡ σύγκλητος ἐπιψηφίσῃ, δισχίλια καὶ πεντακόσια, δώδεκα δʼ ἔτεσιν ἄλλοις ἕτερα μύρια καὶ δισχίλια, τὸ μέρος ἑκάστου ἔτους ἀναφέροντα ἐς Ῥώμην· ἀποδοῦναι δʼ ἡμῖν αἰχμάλωτα καὶ αὐτόμολα πάντα, καὶ Εὐμένει ὅσα λοιπὰ τῆς πρὸς Ἄτταλον τὸν Εὐμένους πατέρα συνθήκης ἔχει.
我们给予他与之前向他提议的相同的条件,仅增加一些微小的条款,这些条款对我们的未来有用,也对他的安全有益:他必须撤出整个欧洲,以及托罗斯山脉这一侧的亚洲(并将为此划定边界);交出他所拥有的全部战象以及我们所规定的船只,今后不得拥有战象,且船只数量不得超过我们的限制;并交出将军指定的二十名人质;以及为了支付因他而起之战争费用的款项,即立即支付五百尤波亚塔兰特,在元老院批准该协定时再支付两千五百塔兰特,并在接下来的十二年里支付一万两千塔兰特,每年将份额送交罗马;并向我们归还所有俘虏和逃兵,以及履行与欧墨尼斯之父阿塔罗斯条约中剩余的全部义务。
ταῦτα Ἀντιόχῳ πράττοντι ἀδόλως δίδομεν εἰρήνην τε καὶ φιλίαν, ὅταν ἡ σύγκλητος ἐπιψηφίσῃ.
如果安条克真诚地履行这些条件,我们将在元老院批准后给予他和平与友好。 ”

词汇与语法注释

  1. §737ὡς δʼ ἐπὶ νίκῃ λαμπροτάτῃ καὶ παραλόγως τισὶ δοκούσῃ γενέσθαι — 介词短语 `ἐπὶ νίκῃ...` 伴有连词 `ὡς`,表示“作为……之后的事情,以此为契机”。`γενέσθαι` 是修饰分词 `δοκούσῃ` 的不定式,意为“(出乎意料地)发生”。
  2. §737Ῥωμαίων οὐκ ἂν εὐμαρῶς ἐλπισάντων — 带有语气词 `ἄν` 的属格独立结构(`Ῥωμαίων ... ἐλπισάντων`),相当于虚拟条件句(如“如果赫勒斯滂被防守的话”)的归结从句,表示推测或过去非真实的情况:“罗马人本无法轻易指望……”。
  3. §737ἦν βασιλεὺς Ἀντίοχος ὁ μέγας — 谚语中使用未完成过去时 `ἦν`(曾是),带有讽刺意味,暗示“安条克大王曾经是国王(但现在不再是,或其辉煌已成过去)”。
  4. §738αἴτιος μὲν αὑτῷ ... τῶν ... γεγονότων — 形容词 `αἴτιος` 同时支配利益与格 `αὑτῷ`(对自己)和原因属格 `τῶν... γεγονότων`(是……的原因),意为“安条克自己成了自己遭受这些事件的原因”。

引用这一段

阿庇安, 叙利亚战记 §737-738. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:737-738

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。