Humanitext Reader

阿庇安 · 叙利亚战记 §630-632

马格尼西亚的两军对峙与布阵

第 13 段,共 27 段 · 希腊语

内容简介

在普布利乌斯·西庇阿退后疗养后,罗马将领多米提乌斯与安条克三世相互对峙,双方在马格尼西亚各自排兵布阵以期进行决战。

§630ὁ μὲν δὴ Πόπλιος ταῦτα εἰπὼν ἐς Ἐλαίαν νοσηλευόμενος ὑπεχώρει, σύμβουλον τῷ ἀδελφῷ Γναῖον Δομίτιον καταλιπών·
普布利乌斯说罢这些话,便退往埃莱亚疗养,留合格奈乌斯·多米提乌斯作为他兄弟的顾问。
ὁ δʼ Ἀντίοχος, οἷόν τι καὶ Φίλιππος ὁ Μακέδων, οἰηθεὶς τῶνδε τῶν ἐπιταγμάτων πλέον οὐδὲν αὑτοῦ τὸν πόλεμον ἀφαιρήσεσθαι, συνέτασσε ἀπὸ τῶν πολεμίων, καὶ Σκιπίωνι τὸν υἱὸν ἀπέπεμπεν ἐς Ἐλαίαν.
而安条克就像马其顿的菲利普曾经那样,认为即使接受这些命令,战争也不会让他失去比这更多的东西,于是针对敌人排兵布阵,并将西庇阿的儿子送回了埃莱亚。
ὁ δὲ τοῖς ἄγουσι συνεβούλευε μὴ μάχεσθαι τὸν Ἀντίοχον ἕως αὐτὸς ἐπανέλθοι.
西庇阿向送孩子来的人建议,让安条克在他本人回来之前不要交战。
καὶ τῷδε πεισθεὶς ὁ Ἀντίοχος μετεστρατοπέδευσεν ἀμφὶ τὸ ὄρος τὸ Σίπυλον, τεῖχός τε καρτερὸν τῷ στρατοπέδῳ περιετείχιζε, καὶ τὸν Φρύγιον ποταμὸν ἐν προβολῇ τοῖς πολεμίοις ἐτίθετο, ἵνα μηδʼ ἄκων ἀναγκάζοιτο πολεμεῖν.
安条克听从了这一建议,将营地转移到西皮卢斯山附近,在营地周围筑起坚固的防御墙,并把弗里吉亚河置于前方作为对抗敌人的屏障,以免违背意愿被迫交战。
Δομίτιος δὲ φιλοτιμούμενος τὸν πόλεμον ἐφʼ ἑαυτοῦ κριθῆναι, τὸν ποταμὸν ἐπέρα μάλα θρασέως, καὶ σταδίους εἴκοσιν ἀπʼ Ἀντιόχου διασχὼν ἐστρατοπέδευσεν.
但多米提乌斯渴望在自己的指挥下决出战争胜负,极为大胆地渡过河去,在距离安条克二十斯塔德的地方安营扎寨。
τέσσαρσί τε ἡμέραις ἐφεξῆς ἐξέτασσον ἑκάτεροι παρὰ τὸν χάρακα τὸν ἑαυτῶν, καὶ μάχης οὐ κατῆρχον.
连续四天,双方都在各自的防御栅栏旁列阵,但都没有开始交战。
τῇ πέμπτῃ δὲ ὁ Δομίτιος ἐξέτασσεν αὖθις καὶ ἐπέβαινε σοβαρῶς.
第五天,多米提乌斯再次列阵,气势汹汹地逼近。
οὐκ ἀντεπιόντος δὲ τοῦ Ἀντιόχου, τότε μὲν ἐγγυτέρω μετεστρατοπέδευσε, μίαν δὲ ἄλλην διαλιπὼν ἐκήρυσσεν ἐς ἐπήκοον τῶν πολεμίων ἐς αὔριον Ἀντιόχῳ καὶ ἄκοντι πολεμήσειν.
见安条克并未出击应战,他便把营地迁到更近的地方,又过了一天,他在敌人听得见的地方宣告,明日即使安条克不愿意,他也要与其交战。
ὁ δὲ συνταραχθεὶς αὖθις μεθίει τὰ δόξαντα, καὶ δυνηθεὶς ἂν ἑστάναι μόνον ὑπὸ τὸ τεῖχος ἢ καλῶς αὐτὸν ἀπὸ τοῦ τείχους ἀπομάχεσθαι μέχρι ῥαΐσειεν ὁ Πόπλιος, αἰσχρὸν ἡγεῖτο μετὰ πλειόνων φυγομαχεῖν·
安条克再次陷入混乱,放弃了先前的决定。 尽管他本可以只坚守在防御墙下,或者凭借防御墙进行有利的防守,直到普布利乌斯康复,但他认为拥有优势兵力却避而不战是可耻的。
ὅθεν ἐς μάχην παρέτασσεν.
因此,他摆开了决战的阵势。
§631καὶ ἐξῆγον ἔτι νυκτὸς ἄμφω περὶ ἐσχάτην φυλακήν, διεκόσμει δʼ αὐτῶν ἑκάτερος ὧδε.
双方在将近黎明的最后一更时分乘夜出兵,各自的布阵如下。
τὸ μὲν λαιὸν εἶχον ὁπλῖται Ῥωμαίων μύριοι, παρὰ τὸν ποταμὸν αὐτόν· καὶ μετʼ ἐκείνους ἦσαν Ἰταλῶν ἕτεροι μύριοι, τρεῖς ἑκατέρων τάξεις ἐπὶ βάθος.
左翼由一万名罗马重步兵把守,紧靠着河流;紧随其后的是另一万名意大利人,两军各自排成纵深三队的阵线。
ἐπὶ δὲ τοῖς Ἰταλοῖς ὁ Εὐμένους στρατὸς ἐτάσσετο, καὶ Ἀχαιῶν πελτασταὶ περὶ τρισχιλίους.
在意大利人之后,部署着欧墨尼斯的军队,以及大约三千名亚该亚轻盾兵。
ὧδε μὲν εἶχε τὸ λαιόν, τὸ δεξιὸν δʼ ἦν ἱππεῖς, οἵ τε Ῥωμαίων καὶ Ἰταλῶν καὶ Εὐμένους, οὐ πλείους οὐδʼ οὗτοι τρισχιλίων.
左翼的部署大致如此;右翼则是骑兵,包括罗马人、意大利人和欧墨尼斯的骑兵,总数也不超过三千人。
ἀνεμεμίχατο δʼ ἅπασι ψιλοί τε καὶ τοξόται πολλοί, καὶ ἀμφὶ τὸν Δομίτιον αὐτὸν ἦσαν ἱππέων ἶλαι τέσσαρες.
所有这些人中都混杂着许多轻装兵和弓箭手,多米提乌斯本人身边则有四个骑兵中队。
οὕτω μὲν ἐγίγνοντο πάντες ἐς τρισμυρίους, ἐπεστάτει δὲ τοῦ μὲν δεξιοῦ Δομίτιος αὐτός, καὶ ἐς τὸ μέσον αὐτὸν ἵστη τὸν ὕπατον, τὸ δὲ λαιὸν ἔδωκεν Εὐμένει.
如此,全军总数约为三万人。 多米提乌斯亲自指挥右翼,将执政官本人安插在中央,而将左翼交给了欧墨尼斯指挥。
τῶν δʼ ἐλεφάντων, οὓς εἶχεν ἐκ Λιβύης, οὐδένα νομίζων ἔσεσθαι χρήσιμον ὀλιγωτέρων τε ὄντων καὶ βραχυτέρων οἷα Λιβύων (δεδίασι δʼ οἱ σμικρότεροι τοὺς μείζονας), ἔστησεν ὀπίσω πάντας.
至于他从利比亚带来的大象,由于数量较少,且体型较小(因为利比亚的大象体型小,而小象害怕大象),他认为派不上用场,于是将它们全部安置在后方。
§632ὧδε μὲν δὴ διετετάχατο Ῥωμαῖοι, Ἀντιόχῳ δʼ ἦν μὲν ὁ στρατὸς ἅπας ἑπτακισμύριοι, καὶ τούτων τὸ κράτιστον ἦν ἡ φάλαγξ ἡ Μακεδόνων, ἄνδρες ἑξακισχίλιοι καὶ μύριοι, ἐς τὸν Ἀλεξάνδρου καὶ Φιλίππου τρόπον ἔτι κοσμούμενοι·
罗马人的布阵便是如此。 而安条克的总兵力为七万人,其中最精锐的部分是马其顿方阵的一万六千人,他们仍按照亚历山大和菲利普的方式进行装备和编队。
ἵστη δʼ αὐτοὺς ἐν μέσῳ, διελὼν ἀνὰ χιλίους καὶ ἑξακοσίους ἐς δέκα μέρη, καὶ τούτων ἑκάστου μέρους ἦσαν ἐπὶ μὲν τοῦ μετώπου πεντήκοντα ἄνδρες, ἐς δὲ τὸ βάθος δύο καὶ τριάκοντα, ἐς δὲ τὰ πλευρὰ ἑκάστου μέρους ἐλέφαντες δύο καὶ εἴκοσιν.
他将他们安置在中央,分成十个部分,每部分一千六百人。 这些部分中,每一部分正面有五十人,纵深有三浅二,且每一部分的侧翼配有两头大象,共计二十二头。
ἡ δʼ ὄψις ἦν τῆς μὲν φάλαγγος οἷα τείχους, τῶν δʼ ἐλεφάντων οἷον πύργων.
其外观呈现出方阵如城墙,而大象则如城楼。
τοιοῦτον μὲν ἦν τὸ πεζὸν Ἀντιόχῳ, ἱππεῖς δʼ ἑκατέρωθεν αὐτοῦ παρετετάχατο Γαλάται τε κατάφρακτοι καὶ τὸ λεγόμενον ἄγημα τῶν Μακεδόνων.
安条克的步兵便是如此。 在其两侧部署着骑兵,包括加拉太具装骑兵和所谓的马其顿精锐骑兵队。
εἰσὶ δὲ καὶ οἵδε ἱππεῖς ἐπίλεκτοι, καὶ παρʼ αὐτὸ ἄγημα λέγεται.
这些人也是精选的骑兵,正因如此被称为精锐队。
τάδε μὲν ἔξ ἴσου τῆς φάλαγγος ἦν ἑκατέρωθεν·
这些等量地部署在方阵的两侧。
ἐπὶ δʼ αὐτοῖς τὰ κέρατα κατεῖχον ἐν μὲν δεξιᾷ ψιλοί τέ τινες καὶ ἕτεροι ἱππεῖς ἀργυράσπιδες καὶ ἱπποτοξόται διακόσιοι, τὸ δὲ λαιὸν Γαλατῶν τʼ ἔθνη, Τεκτοσάγαι τε καὶ Τρόκμοι καὶ Τολιστόβοιοι, καὶ Καππαδόκαι τινὲς οὓς ἔπεμψεν Ἀριαράθης, καὶ μιγάδες ἄλλοι ξένοι, κατάφρακτός τε ἵππος ἐπὶ τοῖσδε ἑτέρα, καὶ ἣν ἐκάλουν ἵππον ἑταιρικήν, ὡπλισμένη κούφως.
在它们之外,两翼由以下兵力把守:右翼是一些轻装兵、另一支银盾骑兵,以及两百名弓骑兵;左翼则是加拉太部落(泰克托萨格人、特罗克米人和托利斯托博伊人)、阿里亚拉塞斯派遣的部分卡帕多西亚人,以及其他混杂的外邦雇佣兵,此外还有另一支具装骑兵,和被称为“伙伴骑兵”的轻装骑兵。
ὧδε μὲν καὶ ὁ Ἀντίοχος ἐξέτασσεν.
安条克也以这种方式列阵。
καὶ δοκεῖ τὴν ἐλπίδα λαβεῖν ἐν τοῖς ἱππεῦσιν, οὓς πολλοὺς ἔστησεν ἐπὶ τοῦ μετώπου, τὴν δὲ φάλαγγα πυκνὴν ἐς ὀλίγον συναγαγεῖν ἀπειροπολέμως, ᾗ δὴ καὶ μάλιστα ἔδει θαρρεῖν πάνυ ἠσκημένῃ.
他似乎将希望寄托在布置于前线的众多骑兵身上,却以一种拙劣的、不符合战术的方式,将本应作为最可信赖且训练有素的核心力量——方阵,压缩在狭窄的空间内。
πολὺ δὲ καὶ ἄλλο πλῆθος ἦν λιθοβόλων τε καὶ τοξοτῶν καὶ ἀκοντιστῶν καὶ πελταστῶν, Φρυγῶν τε καὶ Λυκίων καὶ Παμφύλων καὶ Πισιδῶν Κρητῶν τε καὶ Τραλλιανῶν καὶ Κιλίκων ἐς τὸν Κρητῶν τρόπον ἐσκευασμένων.
此外,还有由投石兵、弓箭手、投枪兵和轻盾兵组成的大批人马:包括弗里吉亚人、吕基亚人、帕姆菲利亚人、皮西迪亚人、克里特人、特拉勒斯人,以及装备成克里特风格的基利家人。
ἱπποτοξόται τε ἐπὶ τοῖσδε ἕτεροι, Δᾶαι καὶ Μυσοὶ καὶ Ἐλυμαῖοι καὶ Ἄραβες, οἳ καμήλους ὀξυτάτας ἐπικαθήμενοι τοξεύουσί τε εὐμαρῶς ἀφʼ ὑψηλοῦ, καὶ μαχαίραις, ὅτε πλησιάζοιεν, ἐπιμήκεσι καὶ στεναῖς χρῶνται.
除此之外,还有其他的弓骑兵:达哈人、米西亚人、埃利迈斯人,以及骑着极敏捷的骆驼、能从高处轻松射箭并在近战时使用又长又窄之剑的阿拉伯人。
δρεπανηφόρα τε ἅρματα ἐν τῷ μεταιχμίῳ, προπολεμεῖν τοῦ μετώπου, ἐτετάχατο· καὶ εἴρητο αὐτοῖς μετὰ τὴν πρώτην πεῖραν ὑποχωρεῖν.
在两军之间还部署了镰刀战车,用于在阵前先期交战;他们被授意在进行第一次尝试后便撤退。

词汇与语法注释

  1. 630οἷόν τι καὶ Φίλιππος ὁ Μακέδων — 短语 οἷόν τι(类似的事情)与表示比较的 καὶ 结合,构成一个省略动词的比较从句,作为对历史先例(即马其顿国王菲利普五世)的插入式提及。
  2. 630δυνηθὼς ἂν ἑστάναι μόνον ὑπὸ τὸ τεῖχος ἢ καλῶς αὐτὸν ἀπὸ τοῦ τείχους ἀπομάχεσθαι — 分词 δυνηθείς 带有助词 ἂν,用于表示过去未实现的潜在可能性(相当于直陈式过去时加 ἄν)。不定式 ἑστάναι 和 ἀπομάχεσθαι 均隶属于该分词。
  3. 632ᾗ δὴ καὶ μάλιστα ἔδει θαρρεῖν πάνυ ἠσκημένῃ — 关系代词 ᾗ 的先行词是前一句中的阴性单数名词 φάλαγγα,因动词 θαρρεῖν(信赖、依靠)支配与格而使用与格。与格分词短语 πάνυ ἠσκημένῃ 与关系代词一致,表示原因或让步。

引用这一段

阿庇安, 叙利亚战记 §630-632. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:630-632

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。