Humanitext Reader

阿庇安 · 叙利亚战记 §628-629

安条克弃守据点与西庇阿提出的和约要求

第 12 段,共 27 段 · 希腊语

内容简介

安条克三世因妙内索斯海战的惨败而惊慌失措,愚蠢地放弃了赫尔松涅索斯等重要据点;西庇阿兄弟趁虚渡过海峡,向其提出了严苛的和平条件。

§628τοῦτο μὲν δὴ τῇ ναυμαχίᾳ τῇ περὶ τὴν Μυόννησον ἦν τέλος·
这便是妙内索斯附近海战的结局。
οὔπω δʼ αὐτῆς ὁ Ἀντίοχος αἰσθόμενος Χερρόνησόν τε καὶ Λυσιμάχειαν ἐπιμελῶς ὠχύρου, μέγα, ὥσπερ ἦν, τὸ ἔργον ἡγούμενος ἐπὶ Ῥωμαίοις, ὅπου γε καὶ τὴν ἄλλην Θρᾴκην διελθεῖν στρατοπέδῳ δυσόδευτον αὐτοῖς ἂν ἐγένετο καὶ δύσβατον, εἰ μὴ Φίλιππος διέφερεν.
但安条克尚未察觉此事,仍在精心加固赫尔松涅索斯和利西马科亚,认为这对罗马人来说是一道巨大的障碍——事实也确是如此,因为若非菲利普引路,罗马军队甚至连通过色雷斯的其他地区都将是困难重重且无法通行的。
ἀλλʼ ὁ Ἀντίοχος ὢν καὶ τὰ ἄλλα κουφόνους ἀεὶ καὶ ταχὺς ἐς μεταβολήν, ἐπεὶ τῆς ἥσσης ἐπύθετο τῆς περὶ Μυόννησον, πάμπαν ἐξεπλάγη, νομίσας αὑτῷ τὸ δαιμόνιον ἐπιβουλεύειν·
然而,安条克在其他方面本就一贯轻浮且易于多变,当他得知妙内索斯附近的惨败时,顿时惊慌失措,认为神意正在针对他设下阴谋。
παρὰ γὰρ λόγον ἕκαστα χωρεῖν, Ῥωμαίων μὲν ἐν τῇ θαλάσσῃ κρατούντων, ἐν ᾗ πολὺ προύχειν αὐτὸς ἐνόμιζε, Ῥοδίων δʼ Ἀννίβαν ἐς Παμφυλίαν κατακεκλεικότων, Φιλίππου δὲ Ῥωμαίους παραπέμποντος ἀβάτους ὁδούς, ὃν μάλιστα μνησικακήσειν αὐτοῖς ὧν ἔπαθεν ὑπελάμβανεν.
因为一切都在超乎预料地发展:罗马人在海上夺取了霸权,而他原本认为自己在那儿占有绝对优势;罗德岛人将汉尼拔困在了帕姆菲利亚;而他原以为因自身遭遇而对罗马人怀恨最深的菲利普,却正引导着罗马人通过那些本无法通行的道路。
ὑπὸ δὴ τῶνδε πάντων ἐκταρασσόμενός τε, καὶ θεοῦ βλάπτοντος ἤδη τοὺς λογισμούς, ὅπερ ἅπασι προσιόντων ἀτυχημάτων ἐπιγίγνεται, Χερρόνησον ἐξέλιπεν ἀλογίστως, πρὶν καὶ ἐς ὄψιν ἐλθεῖν τοῖς πολεμίοις, οὔτε μετενεγκὼν ὅσος ἦν ἐν αὐτῇ σῖτος σεσωρευμένος πολὺς ἢ ὅπλα ἢ χρήματα ἢ μηχαναί, οὔτε ἐμπρήσας, ἀλλʼ ὑγιεῖς ἀφορμὰς τοσάσδε τοῖς πολεμίοις καταλιπών.
在这一切的困扰下,加之神明已然损害了他的心智——这在灾祸临头时总是会发生于所有人身上——他在连敌人的影子都没见到之前,就糊里糊涂地放弃了赫尔松涅索斯,既没有运走城内囤积的大量粮食、武器、资金或攻城器械,也没有将其付之一炬,而是给敌人留下了如此丰厚且完好无损的物资。
Λυσιμαχέας τε αὐτῷ καθάπερ ἐκ πολιορκίας συμφεύγοντας μετʼ οἰμωγῆς, ἅμα γυναιξὶ καὶ παιδίοις, ὑπερεώρα, μόνου τοῦ διάπλου τοῦ περὶ Ἄβυδον εἶρξαι τοὺς πολεμίους ἐπινοῶν, καὶ τὴν λοιπὴν ἔτι ἐλπίδα τοῦ πολέμου πᾶσαν ἐν τούτῳ τιθέμενος.
对于那些如同遭遇围城一般、带着妻子和孩子哭嚎着前来投奔他的利西马科亚居民,他也置之不理,只一心企图阻止敌人渡过阿比多斯附近的通道,并将战争余下的全部希望寄托于此。
οὐ μὴν οὔτε τὸν διάπλουν ἐφύλαξεν ὑπὸ θεοβλαβείας, ἀλλʼ ἐς τὸ μεσόγειον ἠπείχθη ἐπανελθεῖν, φθάνων τοὺς πολεμίους, οὐδέ τινα φυλακὴν ἐν τῷ διάπλῳ κατέλιπεν.
然而,由于神夺其魄,他甚至连这处渡口也没有防守,反而急于在敌人之前撤回到内陆,未在渡口留下任何守备部队。
§629οἱ δὲ Σκιπίωνες ἐπεὶ τὴς ἀναχωρήσεως αὐτοῦ ἐπύθοντο, Λυσιμάχειάν τε δρόμῳ κατέλαβον, καὶ τῶν ἐν Χερρονήσῳ θησαυρῶν τε καὶ ὅπλων κρατήσαντες τὸν Ἑλλήσποντον ἔρημον ὄντα φυλακῆς εὐθὺς ἐπέρων μετὰ σπουδῆς, ἔφθασάν τε Ἀντίοχον ἔτι ἀγνοοῦντα ἐν Σάρδεσι γενόμενοι.
西庇阿兄弟得知他撤退的消息后,通过快速进军占领了利西马科亚,并控制了赫尔松涅索斯境内的财宝和武器,随即在毫无防备的情况下迅速渡过了赫勒斯滂海峡,在安条克仍在萨迪斯一无所知时便抢先完成了渡海。
ὁ δʼ ἐκπλαγεὶς ἐβαρυθύμει, καὶ τὰ ἴδια αὑτοῦ ἁμαρτήματα ἐς τὸ δαιμόνιον ἀνατιθεὶς Ἡρακλείδην τὸν Βυζάντιον ἔπεμπεν ἐς τοὺς Σκιπίωνας ἐπὶ διαλύσεσι τοῦ πολέμου, Σμύρναν τε καὶ Ἀλεξάνδρειαν αὐτοῖς διδοὺς τὴν ἐπὶ Γρανίκῳ καὶ Λάμψακον, διʼ ἃς ἦρξεν αὐτοῖς ὁ πόλεμος, καὶ τὸ ἥμισυ τῆς δαπάνης τοῦδε τοῦ πολέμου.
安条克既震惊又沮丧,将自己的过失归咎于神明,于是派拜占庭的赫拉克莱德斯前往西庇阿兄弟处谋求和平,表示愿意向他们让出士麦那、格拉尼库斯河畔的亚历山大里亚以及兰普萨科斯——这些正是引发他们之间战争的根源,并承担这场战争一半的费用。
ἐνετέλλετο δέ, εἰ δέοι, καὶ τῶν Ἰάδων πόλεων δοῦναι καὶ τῶν Αἰολίδων ὅσαι τὰ Ῥωμαίων ἐν τῷδε τῷ ἀγῶνι εἵλοντο, καὶ εἴ τι ἄλλο αἰτοῖεν οἱ Σκιπίωνες.
他还吩咐赫拉克莱德斯,如果有必要,也可以让出在这次斗争中选择支持罗马人的那些伊奥尼亚和艾奥里斯城市,以及西庇阿兄弟可能要求的任何其他东西。
ταῦτα μὲν εἶχεν ἐς τὸ φανερὸν λέγειν ὁ Ἡρακλείδης, ἰδίᾳ δὲ πρὸς Πόπλιον Σκιπίωνα ἔφερε παρʼ Ἀντιόχου χρημάτων τε πολλῶν ὑποσχέσεις καὶ τοῦ παιδὸς ἀφέσεις.
这些是赫拉克莱德斯要在公开场合陈述的话,但在私下里,他向普布利乌斯·西庇阿转达了安条克关于巨额金钱和释放其子的承诺。
ᾑρήκει γὰρ αὐτὸν ἐν τῇ Ἑλλάδι ὁ Ἀντίοχος, ἐς Δηματριάδα ἐκ Χαλκίδος διαπλέοντα·
因为安条克曾在希腊俘虏了其子,当时他正从哈尔基斯乘船前往德米特里阿斯。
καὶ ἦν ὁ παῖς Σκιπίων ὁ Καρχηδόνα ὕστερον ἑλών τε καὶ κατασκάψας, καὶ δεύτερος ἐπὶ τῷδε τῷ Σκιπίωνι Ἀφρικανὸς ὀνομασθείς, Παύλου μὲν υἱὸς ὢν τοῦ Περσέα τὸν Μακεδόνα ἑλόντος, Σκιπίωνος δὲ τῷ γένει θυγατριδοῦς καὶ θέσει παῖς.
这个孩子就是后来攻占并彻底摧毁迦太基、并继这位西庇阿之后被称为第二位阿非利加努斯的西庇阿,他是击败马其顿人珀尔修斯的保卢斯之子,血统上是西庇阿的外孙,法定收养上是其子。
κοινῇ μὲν οὖν οἱ Σκιπίωνες τῷ Ἡρακλείδῃ τήνδε ἔδοσαν τὴν ἀπόκρισιν, ἐὰν ὁ Ἀντίοχος εἰρήνης δέηται, μὴ τῶν Ἰάδων μηδὲ τῶν Αἰολίδων αὐτὸν ἐκστῆναι πόλεων, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε Ταύρου, καὶ τὴν δαπάνην τοῦ πολέμου πᾶσαν ἐσενεγκεῖν, διʼ αὐτὸν γενομένου.
公开场合,西庇阿兄弟共同给赫拉克莱德斯作出了如下答复:如果安条克渴望和平,他不仅必须退出伊奥尼亚和艾奥里斯的城市,还要退出托罗斯山脉以西的全部领土,并承担因他而起之战争的全部费用。
ἰδιᾳ δὲ ὁ Πόπλιος ἔφη τῷ Ἡρακλείδῃ Ῥωμαίους, εἰ μὲν ἔτι Χερρονήσου καὶ Λυσιμαχείας κρατῶν ὁ Ἀντίοχος ταῦτα προύτεινεν, ἀσμένως ἂν λαβεῖν·
但普布利乌斯私下对赫拉克莱德斯说,如果安条克在还控制着赫尔松涅索斯和利西马科亚时提出这些建议,罗马人本会欣然接受;甚至如果他只是还守着赫勒斯滂的渡口,或许也是如此。
τάχα δʼ εἰ καὶ μόνον ἔτι τοῦ Ἑλλησπόντου τὸν διάπλουν ἐφύλασσε· νῦν δʼ αὐτοὺς ἤδη περάσαντάς τε καὶ ἐν ἀσφαλεῖ γενομένους, καὶ τὸν χαλινόν, φασίν, ἐνθέντας, καὶ ἐπὶ τῷ χαλινῷ τὸν ἵππον ἀναβάντας, οὐκ ἀνέξεσθαι διαλύσεων ἐπʼ ὀλίγοις.
但如今,罗马人已经渡海并处于安全地带,正如俗话所说,已经给马套上了缰绳、并拉着缰绳骑上了马背,他们绝不会容忍在微不足道的条件下讲和。
αὐτὸς δὲ χάριν εἰδέναι τῷ βασιλεῖ τῆς προαιρέσεως, καὶ μᾶλλον εἴσεσθαι λαβὼν τὸν υἱόν· ἀμείβεσθαι δʼ αὐτὸν ἤδη, καὶ συμβουλεύειν δέχεσθαι τὰ προτεινόμενα πρὶν ἐς πεῖραν ἐλθεῖν μειζόνων ἐπιταγμάτων.
他本人对国王的意图表示感谢,并且在领回儿子后会更加感激;但他现在能给予的回报,仅仅是建议国王在面临更苛刻的命令之前,接受目前所提出的这些条件。

词汇与语法注释

  1. §628εἰ μὴ Φίλιππος διέφερεν — διέφερεν 是 διαφέρω 的未完成过去时,在此处意为“运送、引导、协助通过”。它指的是腓力五世引导和协助罗马军队通过色雷斯地区。尽管该动词也可以表示“产生差别”或“杰出”,但结合军事运输的语境,解释为“引路、安全送达”更为自然。
  2. §629ἔφθασάν τε Ἀντίοχον ἔτι ἀγνοοῦντα ἐν Σάρδεσι γενόμενοι — 这是 φθάνω 搭配宾格对象及分词的句式。此处包含修饰主语(西庇阿兄弟)的主格分词 γενόμενοι,以及修饰宾格对象(安条克)的分词 ἀγνοοῦντα。整句意为“在安条克仍在萨迪斯一无所知时,他们已经抢先完成了渡海/到达”。
  3. §629μὴ τῶν Ἰάδων μηδὲ τῶν Αἰολίδων αὐτὸν ἐκστῆναι πόλεων, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε Ταύρου — 间接命令不定式。意为安条克不仅必须退出(ἐκστῆναι)伊奥尼亚和艾奥里斯的城市,还要退出托罗斯山脉以西的全部领土。虽然 μὴ ... ἀλλά 字面意思是“不是……而是……”,但语境暗示仅让出那些特定城市是不够的,罗马人要求其从托罗斯山脉以西的整片地区完全撤军。
  4. §629καὶ τὸν χαλινόν, φασίν, ἐνθέντας, καὶ ἐπὶ τῷ χαλινῷ τὸν ἵππον ἀναβάντας — 修饰不定式分句主语 Ῥωμαίους 的并列宾格分词。这是一种比喻用法,意为“套上缰绳并拉着缰绳骑上马背”,即已经完全掌握了主导权、做好了战斗准备。插入语 φασίν(俗话说、正如人们所说)表明这是一个谚语或比喻。

引用这一段

阿庇安, 叙利亚战记 §628-629. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:628-629

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。