§29καὶ τὰ μὲν Καρχηδονίων ὧδε εἶχε, Ῥωμαίων δὲ πρέσβεις, ἕτεροί τε καὶ Σκιπίων ὁ Καρχηδονίους ἀφελόμενος τὴν ἡγεμονίαν, ἐς ὁμοίαν πεμφθέντες Ἀντιόχου τῆς τε γνώμης ἀπόπειραν καὶ τῆς παρασκευῆς κατάσκεψιν, ἐπεὶ τὸν βασιλέα ηὗρον οἰχόμενον ἐς Πισίδας, ἐν Ἐφέσῳ περιέμενον, ἔνθα συνῄεσαν θαμινὰ ἐς λόγους τῷ Ἀννίβᾳ, Καρχηδόνος τε σφίσιν ἔτι οὔσης ἐνσπόνδου καὶ οὔπω φανερῶς Ἀντιόχου πολεμίου, καταμεμφόμενοι τὸν Ἀννίβαν ὅτι τὴν πατρίδα φύγοι, Ῥωμαίων οὐδὲν οὔτε ἐς αὐτὸν οὔτε ἐς τοὺς ἄλλους Καρχηδονίους ἐπὶ ταῖς συνθήκαις ἁμαρτόντων.
迦太基人的情况大致如此;而罗马的使节们,包括其他人以及曾夺取迦太基人霸权的西庇阿,因同样的目的(试探安条克的意图并侦察其军备)而被派遣,当发现国王已前往皮西迪亚时,便在以弗所等候。 在那里,由于迦太基仍与他们处于盟约之中,且安条克尚未公开成为敌人,他们便经常与汉尼拔会面交谈,指责汉尼拔为何逃离祖国,并称罗马人无论对他还是对其他迦太基人,在条约上都未犯下任何过错。
ἔπρασσον δὲ ταῦθʼ, ὕποπτον ἐργαζόμενοι γενέσθαι τῷ βασιλεῖ τὸν Ἀννίβαν ἐκ τῆς συνεχοῦς σφῶν ὁμιλίας τε καὶ συνόδου.
他们这样做,是为了通过与他不断的交谈和会面,使汉尼拔在国王心中产生嫌隙。
καὶ τοῦθʼ ὁ μὲν στρατηγικώτατος Ἀννίβας οὐχ ὑπενόησεν, ὁ δὲ βασιλεὺς πυθόμενος ὑπώπτευσε, καὶ ἀμβλύτερος ἦν τἀπὸ τοῦδε πιστεύειν ἔτι τῷ Ἀννίβᾳ· καὶ γάρ τι καὶ ζήλου προὐπῆν ἐς αὐτὸν ἤδη καὶ φθόνου, μὴ τῶν γιγνομένων τὸν ἔπαινον Ἀννίβας ἀποφέροιτο.
尽管极善于用兵的汉尼拔未曾察觉此意图,但国王闻讯后却产生了怀疑,自此以后便不太愿意再信任汉尼拔;因为他心中确实已经对他产生了一些竞争心和嫉妒,唯恐汉尼拔夺去所取得之成就的赞誉。
§210λέγεται δʼ ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ Ἀννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων, καὶ τοῦ Σκιπίωνος ἐρομένου τίς δοκοίη οἱ στρατηγὸς ἄριστος γενέσθαι, τὸν Ἀννίβαν εἰπεῖν,
ὁ Μακεδὼν Ἀλέξανδρος.
据说,在这些逗留期间,西庇阿和汉尼拔曾在体育场内,在众人围观之下,就将帅之才进行过交谈。 当西庇阿询问谁是他心目中最好的将领时,汉尼拔说:“马其顿的亚历山大。
Σκιπίωνα δʼ ἡσυχάσαι μὲν ἐπὶ τῷδʼ, ἐξιστάμενον ἄρα Ἀλεξανδρῳ, ἐπανερέσθαι δὲ τίς εἴη δεύτερος μετʼ Ἀλέξανδρον.
”西庇阿对此保持了沉默,承认自己逊于亚历山大,但又追问在亚历山大之后谁是第二。
καὶ τὸν φάναι,
Πύρρος ὁ Ἠπειρώτης,
τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον· οὐ γὰρ ἔστιν εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων.
汉尼拔说:“伊庇鲁斯的皮洛士。 ”他显然是将将领的才能归结于胆识,因为确实无法找到比这两位国王更有雄胆之人。
δακνόμενον δʼ ἤδη τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι τίνι διδοίη τὰ τρίτα, ταχὺ γοῦν ἐλπίζοντα ἕξειν τὰ τρίτα.
西庇阿虽然有些被刺痛,但仍追问他将第三的位置给谁,期望自己能得到这第三的位置。
τὸν δέ,
ἐμαυτῷ,
φάναι·
然而汉尼拔却说:“给我自己。
νέος γὰρ ὢν ἔτι Ἰβηρίας τε ἐκράτησα, καὶ στρατῷ τὰ Ἄλπεια ὄρη μεθʼ Ἡρακλέα πρῶτος ὑπερῆλθον, ἔς τε τὴν Ἰταλίαν, ὑμῶν οὐδενός πω θαρροῦντος, ἐμβαλὼν τετρακόσια ἀνέστησα ἄστη, καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα, οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνος.
因为我年轻时就征服了西班牙,并且是赫拉克勒斯之后第一个率领军队越过阿尔卑斯山的人。 当你们中还没有人有勇气应对时,我就攻入了意大利,摧毁了四百座城市,并多次将战火烧到你们的城下,而迦太基既没有给我送来资金,也没有送来军队。
ὡς δὲ αὐτὸν ὁ Σκιπίων εἶδεν ἀπομηκύνοντα τὴν σεμνολογίαν, ἔφη γελάσας,
ποῦ δʼ ἂν ἑαυτὸν ἔταττες, ὦ Ἀννίβα, μὴ νενικημένος ὑπʼ ἐμοῦ;
”当西庇阿看到他滔滔不绝地自我标榜时,笑着说:“汉尼拔,如果你没有被我击败,你会把自己放在什么位置?
τὸν δέ φασιν, αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας, εἰπεῖν ὅτι ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ Ἀλεξάνδρου.
”据说汉尼拔察觉到了西庇阿的竞争心,便说:“那我就会把自己放在亚历山大之前。
οὕτω μὲν ὁ Ἀννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ, καὶ τὸν Σκιπίωνα λαθὼν ἐθεράπευσεν ὡς καθελόντα τὸν ἀμεινονα Ἀλεξάνδρου·
”汉尼拔以这种方式既坚持了自己的自豪,又在无形中取悦了西庇阿,暗示西庇阿击败了比亚历山大更优秀的人。
§211διαλυομένης δὲ τῆς συνόδου Σκιπίωνα μὲν ὁ Ἀννίβας ἐπὶ ξένια ἐκάλει, Σκιπίων δὲ ἐλθεῖν ἂν ἔφη μάλα προθύμως, εἰ μὴ συνῆσθα νῦν Ἀντιόχῳ πρὸς Ῥωμαίους ὑπόπτως ἔχοντι.
会面结束时,汉尼拔邀请西庇阿作客,西庇阿说:“如果你现在没有与对罗马人怀有敌意的安条克在一起,我本是非常乐意去的。
ὧδε μὲν ἐκεῖνοι, τῆς στρατηγίας ἀξίως, τὴν ἔχθραν ὡρίζοντο τοῖς πολέμοις, Φλαμινῖνος δʼ ἀνομοίως.
”他们以这种配得上他们将帅身份的方式,将敌意限制在战争之中;但弗拉米尼努斯则截然不同。
ἡττηθέντος γὰρ ὕστερον Ἀντιόχου φεύγοντα τὸν Ἀννίβαν καὶ ἀλώμενον περὶ Βιθυνίαν, πρεσβεύων, ἐφʼ ἕτερα πρὸς Προυσίαν, οὔτε τι πρὸς τοῦ Ἀννίβου προπαθών, οὔτε Ῥωμαίων ἐντειλαμένων, οὔτε φοβερὸν ἔτι αὐτοῖς γενέσθαι δυνάμενον Καρχηδόνος κατεστραμμένης, ἔκτεινε διὰ τοῦ Προυσίου φαρμάκῳ, λεγόμενον μὲν ἐσχηκέναι ποτὲ χρησμὸν ὧδε ἔχοντα
Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας,
καὶ οἰόμενον ἐν Λιβύῃ τεθνήξεσθαι, ποταμὸς δʼ ἔστι Λίβυσσος ἐν τῇ Βιθυνίᾳ, καὶ πεδίον ἐκ τοῦ ποταμοῦ Λίβυσσα.
因为在安条克后来战败、汉尼拔逃亡并在比提尼亚一带流亡时,弗拉米尼努斯因其他事务出使普鲁西阿斯,他既没有遭受过汉尼拔的伤害,也没有得到罗马人的命令,而且由于迦太基已被征服,汉尼拔也不再能对他们构成威胁,他却通过普鲁西阿斯用毒药杀害了汉尼拔。 据说汉尼拔曾得到过这样一个神谕:“利比亚的泥土将覆盖汉尼拔的躯体。 ”他一直以为自己会死在利比亚,但比提尼亚有一条名为利比苏斯的河流,从该河延伸出的平原被称为利比萨。
καὶ τάδε μὲν ἐς ὑπόμνημα τῆς Ἀννίβου καὶ Σκιπίωνος μεγαλονοίας καὶ Φλαμινίνου σμικρότητος παρεθέμην.
我写下这些,是为了纪念汉尼拔与西庇阿的伟大胸怀,以及弗拉米尼努斯的狭隘。