Humanitext Reader

阿庇安 · 叙利亚战记 §312-314

安条克渡海进军希腊与汉尼拔之策遭拒

第 5 段,共 27 段 · 希腊语

内容简介

在与罗马的谈判破裂后,安条克在埃托利亚人的煽动下率领少数兵力渡海进入希腊。在向色萨利进军前,安条克征求汉尼拔的意见,汉尼拔提出了从亚洲召集主力军队并直接进攻意大利的最佳策略,但国王等人因嫉妒而予以拒绝。

§312ὁ δʼ Ἀντίοχος ἐκ Πισιδῶν ἐς τὴν Ἔφεσον ἐπανῄει, καὶ χρηματίσας τοῖς Ῥωμαίων πρέσβεσι Ῥοδίους μὲν καὶ Βυζαντίους καὶ Κυζικηνούς, καὶ ὅσοι ἄλλοι περὶ τὴν Ἀσίαν εἰσὶν Ἕλληνες, αὐτονόμους ἐπηγγείλατο ἐάσειν, εἰ γίγνοιντο αὑτῷ συνθῆκαι πρὸς Ῥωμαίους, Αἰολέας δὲ καὶ Ἴωνας οὐ συνεχώρει ὡς ἐκ πολλοῦ καὶ τοῖς βαρβάροις βασιλεῦσι τῆς Ἀσίας εἰθισμένους ὑπακούειν.
安条克自皮西迪亚返回以弗所,并在与罗马使节交涉后,承诺如果他与罗马人达成条约,将允许罗得斯人、拜占庭人、库齐科斯人以及亚洲周边的所有其他希腊人保持自主;但对于埃奥利斯人和爱奥尼亚人,他则不予同意,理由是他们自古以来就习惯于顺从亚洲的蛮族君主。
οἱ μὲν δὴ Ῥωμαίων πρέσβεις ἐς οὐδὲν αὐτῷ συμβαίνοντες (οὐ γὰρ ἐπʼ ἔργῳ συμβάσεων ἐληλύθεσαν ἀλλʼ ἐς ἀπόπειραν) ᾤχοντο ἐς Ῥώμην·
罗马使节与他未能达成任何协议(因为他们并非为达成协议而来,而是为了试探他),便动身前往罗马。
Ἀντιόχῳ δʼ ἧκον Αἰτωλῶν πρέσβεις, ὧν Θόας ἦρχεν, αὐτοκράτορά τε στρατηγὸν Αἰτωλῶν Ἀντίοχον ἀποφαίνοντες, καὶ διαπλεῖν ἐς τὴν Ἑλλάδα ἤδη παρακαλοῦντες ὡς ἐπὶ ἔργον ἕτοιμον.
然而,由托阿斯率领的埃托利亚人使节来到了安条克这里,宣布安条克为埃托利亚人的全权统帅,并敦促他立即渡海前往希腊,仿佛这是一件手到遣来的易事。
οὐδὲ εἴων ἀναμένειν τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας τῆς ἄνω κατιοῦσαν, ἀλλὰ τὰ Αἰτωλῶν ὑπερεπαίροντες, καὶ Λακεδαιμονίους ἐπαγγελλόμενοι σφίσι καὶ Φίλιππον ἐπὶ τοῖς Λακεδαιμονίοις τὸν Μακεδόνα, Ῥωμαίοις μηνίοντα, συμμαχήσειν, ἐπέσπερχον ἐς τὴν διάβασιν.
他们甚至不容他等待从上亚洲下来的军队,而是极力夸大埃托利亚的实力,并许诺说拉刻代蒙人,以及除拉刻代蒙人之外对罗马人怀恨在心的马其顿人菲利普,都将与他们结盟,以此催促他渡海。
ὁ δʼ ἠρεθίζετο μάλα κουφόνως, καὶ οὐδὲ τοῦ παιδὸς αὐτῷ προσαγγελθέντος ἐν Συρίᾳ τεθνάναι τῆς ὁρμῆς τι ἐνδούς, διέπλει μετὰ μυρίων ὧν τότε εἶχε μόνων ἐς Εὔβοιαν.
他极易受到煽动,甚至在收到儿子在叙利亚去世的消息时也未削弱半分斗志,仅率领当时身边仅有的一万名士兵渡海前往埃维亚。
καὶ τήνδε μὲν αὐτὸς παρεστήσατο ἅπασαν, ἐνδοῦσαν ὑπὸ ἐκπλήξεως·
他使整个岛屿都降服了,因为该岛在恐慌中屈服。
Μικιθίων δέ, αὐτοῦ στρατηγός, τοῖς περὶ Δήλιον Ῥωμαίοις ἐπιπεσὼν (ἱερὸν δʼ ἐστὶ τὸ χωρίον Ἀπόλλωνος) τοὺς μὲν αὐτῶν ἔκτεινε, τοὺς δʼ ἐζώγρησεν.
与此同时,他的将领米基蒂翁袭击了德利翁(该地是阿波罗的圣地)附近的罗马人,杀死了其中一些人,并活捉了其余的人。
§313Ἀμύνανδρός τε, ὁ Ἀθαμάνων βασιλεύς, ἐς συμμαχίαν Ἀντιόχῳ συνῆλθε διὰ τοιᾶσδε προφάσεως.
阿塔马尼亚国王阿米南德罗斯也因以下缘故加入了与安条克的同盟。
τῶν τις Μακεδόνων Ἀλέξανδρος, ἐν Μεγάλῃ πόλει τραφεὶς καὶ τῆς αὐτόθι πολιτείας ἀξιωθείς, ἐτερατεύετο γένος Ἀλεξάνδρῳ τῷ Φιλίππου προσήκειν, γενομένους τέ οἱ παῖδας ὠνόμασεν, ἐς πίστιν ὧν ἐλογοποίει, Φίλιππόν τε καὶ Ἀλέξανδρον καὶ Ἀπάμαν, ἣν Ἀμυνάνδρῳ πρὸς γάμον ἠγγύησεν.
一个名叫亚历山大的马其顿人在大都市城(梅加洛波利斯)长大,并获得了那里的公民权,他假称自己与菲利普之子亚历山大(大帝)有血缘关系,并为了使自己的虚构故事具有说服力,将出生的孩子们命名为菲利普、亚历山大和阿帕玛,并将这个阿帕玛许配给阿米南德罗斯为妻。
ἀγαγὼν δʼ αὐτὴν Φίλιππος ὁ ἀδελφὸς ἐς τὸν γάμον, ἐπεὶ τὸν Ἀμύνανδρον εἶδεν ἀσθενῆ καὶ πραγμάτων ἄπειρον, παρέμενε, τὴν ἀρχὴν διὰ τὸ κῆδος διοικῶν.
她的兄弟菲利普护送她出嫁,当他看到阿米南德罗斯性格软弱且不通政务时,便留在了那里,凭借姻亲关系管理该国。
τοῦτον οὖν τὸν Φίλιππον ὁ Ἀντίοχος τότε ἐπελπίζων ἐς τὴν Μακεδόνων ἀρχὴν ὡς οἰκείαν οἱ κατάξειν, προσέλαβε τοὺς Ἀθαμᾶνας ἐς τὴν συμμαχίαν, ἐπὶ δʼ αὐτοῖς καὶ Θηβαίους, αὐτὸς ἐς Θήβας παρελθών τε καὶ δημηγορήσας.
因此,安条克当时便向这个菲利普许诺,将帮助他恢复其应有的马其顿统治权,从而将阿塔马尼亚人拉入同盟,此外还拉入了底比斯人,他亲自前往底比斯并在集会上发表演说。
ὁ μὲν δὴ Θηβαίοις τε καὶ Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς ἐπὶ τοσῷδε πολέμῳ μάλα ματαίως ἐθάρρει, καὶ ἐς Θεσσαλίαν ἐσκόπει πότερον εὐθὺς ἢ μετὰ χειμῶνα δέοι στρατεύειν· Ἀννίβαν δʼ ἐπὶ τῇ σκέψει τῇδε ἡσυχάζοντα ἐκέλευε γνώμην πρῶτον ἐσενεγκεῖν.
他在如此重大的战争中,极其愚蠢地信任了底比斯人、阿米南德罗斯和埃托利亚人,并在考虑是应当立即还是在冬季之后向色萨利进军;他命令在这一考虑期间保持沉默的汉尼拔首先发表意见。
§314ὁ δʼ ἔφη, Θεσσαλοὺς μὲν οὐ δυσχερές, εἴτε νῦν εἴτε μετὰ χειμῶνα ἐθέλοις, ὑπάγεσθαι.
汉尼拔说: “无论您是想现在还是在冬季之后,降服色萨利人都不困难。
τὸ γὰρ ἔθνος ἐκ πολλοῦ πεπονηκὸς ἔς τε σὲ νῦν καὶ ἐς Ῥωμαίους αὖ, εἴ τι γίγνοιτο νεώτερον, μεταβαλεῖται.
因为这个民族长期以来饱受折磨,如果局势发生变化,他们现在会投向您,之后又会重新投向罗马人。
ἤλθομεν δʼ ἄνευ τῆς οἰκείας δυνάμεως, Αἰτωλοῖς ἐπάγουσι πεισθέντες ὅτι καὶ Λακεδαιμόνιοι καὶ Φίλιππος ἡμῖν συμμαχήσουσιν·
然而,我们是在没有本国应有军队的情况下前来的,这听信了埃托利亚人的煽动,他们称拉刻代蒙人和菲利普都会与我们结盟。
ὧν Λακεδαιμονίους μὲν καὶ πολεμεῖν ἡμῖν ἀκούω μετʼ Ἀχαιῶν, Φίλιππον δὲ οὐχ ὁρῶ σοι παρόντα, δυνατὸν ἐν τῷδε τῷ πολέμῳ ῥοπήν, ὁποτέρωσε προσθοῖτο, ποιῆσαι.
在他们之中,我听说拉刻代蒙人甚至正与亚该亚人一起与我们交战,而我没有看到菲利普在您的身边,他可是在这场战争中,无论倒向哪一边都能起到举足轻重作用的人。
τῆς δὲ γνώμης ἔχομαι τῆς αὐτῆς, τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας καλεῖν ὅτι τάχιστα, καὶ μὴ ἐν Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς τὰς ἐλπίδας ἔχειν, ὅταν δʼ ἀφίκηται, τὴν Ἰταλίαν πορθεῖν, ἵνα τοῖς οἰκείοις κακοῖς περισπώμενοι τὰ σὰ λυπῶσιν ἥκιστα, καὶ περὶ τῶν σφετέρων δεδιότες μηδαμοῦ προΐωσιν.
但我依然坚持同样的观点,即应尽快从亚洲召回军队,不要将希望寄托在阿米南德罗斯和埃托利亚人身上。 当军队抵达时,应当去蹂躏意大利,使罗马人因国内的灾祸而自顾不暇,从而最少地干扰您的事务,并因担忧本国而无法向任何地方推进。
ὁ δὲ τρόπος οὐκέθʼ ὅμοιος ᾧ προύλεγον, ἀλλὰ χρὴ τὸ μὲν ἥμισυ τῶν νεῶν τὰ παράλια τῆς Ἰταλίας πορθεῖν, τὸ δὲ ἥμισυ ναυλοχεῖν ἐφεδρεῦον ἐς τὰ συμφερόμενα, αὐτὸν δὲ δὲ τῷ πεζῷ παντὶ προκαθήμενον τῆς Ἑλλάδος, ἀγχοῦ τῆς Ἰταλίας, δόξαν ἐμποιεῖν ἐσβολῆς, καὶ εἰ δύναιό ποτε, καὶ ἐσβαλεῖν.
但方法已不再与我此前所提议的相同;而是应当让一半的船只去蹂躏意大利沿岸,另一半船只泊港待命以备不测,而您自己则率领所有步兵驻扎在希腊前线,靠近意大利,制造入侵的声势,如果可以的话,甚至实际发起入侵。
Φίλιππον δὲ πειρᾶσθαι μὲν προσάγεσθαι μηχανῇ πάσῃ, πλεῖστον ἐς ἑκατέρους ἐν τῷδε τῷ πολέμῳ δυνάμενον· ἢν δʼ ἀπειθῇ, τὸν σὸν υἱὸν αὐτῷ Σέλευκον ἐπιπέμπειν διὰ Θρᾴκης, ἵνα καὶ ὅδε περισπώμενος οἰκείοις κακοῖς μηδὲν ᾖ τοῖς πολεμίοις χρήσιμος.
至于菲利普,应当尽一切手段争取他,因为他在本场战争中对双方而言都拥有最大的力量;如果他不顺从,就让您的儿子塞琉古通过色雷斯去攻打他,使他也因国内灾祸而分心,无法对敌人提供任何帮助。
τοσάδε μὲν ὁ Ἀννίβας εἶπε, καὶ ἦν ἄριστα πάντων· ὑπὸ δὲ φθόνου τῆς τε δόξης αὐτοῦ καὶ συνέσεως οἵ τε ἄλλοι καὶ αὐτὸς οὐχ ἧσσον ὁ βασιλεύς, ἵνα μὴ δοκοίη σφῶν ὁ Ἀννίβας τῇ στρατηγίᾳ προφέρειν, μηδὲ ἡ δόξα τῶν ἐσομένων ἐκείνου γένοιτο, μεθῆκαν ἅπαντα, πλὴν ὅτι Πολυξενίδας ἐπὶ τὴν στρατιὰν ἐς τὴν Ἀσίαν ἐπέμφθη.
” 汉尼拔说了这些,这本是所有建议中最上乘的;但由于嫉妒他的名声与智慧,其他人,尤其是国王本人也同样如此,为了不让汉尼拔显得在用兵上优于他们,也不让未来胜利的荣耀归于他,他们放弃了所有的提议,除了派波吕克塞尼达斯前往亚洲召集军队。

词汇与语法注释

  1. §312εἰ γίγνοιντο αὑτῷ συνθῆκαι πρὸς Ῥωμαίους — 这是在过去时主句动词(ἐπηγγείλατο)之后间接引语中的条件从句,直接引语中的将来条件(ἐὰν γίγνωνται)在此处转为了斜格希求法(optativus obliquus)。
  2. §312ἐπὶ τοῖς Λακεδαιμονίοις — 介词 ἐπί 搭配与格,表示累加或附加,意为“除拉刻代蒙人之外/在拉刻代蒙人之上”。
  3. §313ἐπελπίζων ἐς τὴν Μακεδόνων ἀρχὴν ὡς οἰκείαν οἱ κατάξειν — 动词 ἐπελπίζω 在此处作使役性用法,意为“使(宾格对象)抱有希望”,通过将来不定式 κατάξειν 向 τὸν Φίλιππον 表明希望的内容。代词 οἱ 是第三人称单数与格,在此指代菲利普自身。
  4. §314δυνατὸν ἐν τῷδε τῷ πολέμῳ ῥοπήν, ὁποτέρωσε προσθοῖτο, ποιῆσαι — 中性单数宾格形容词 δυνατόν 在此处充当修饰 Φίλιππον 的同格分词短语(省略了分词 ὄντα),意为“(无论倒向哪一边,都能在这场战争中产生决定性倾斜的)菲利普”。

引用这一段

阿庇安, 叙利亚战记 §312-314. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:312-314

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。