§29καὶ τὰ μὲν Καρχηδονίων ὧδε εἶχε, Ῥωμαίων δὲ πρέσβεις, ἕτεροί τε καὶ Σκιπίων ὁ Καρχηδονίους ἀφελόμενος τὴν ἡγεμονίαν, ἐς ὁμοίαν πεμφθέντες Ἀντιόχου τῆς τε γνώμης ἀπόπειραν καὶ τῆς παρασκευῆς κατάσκεψιν, ἐπεὶ τὸν βασιλέα ηὗρον οἰχόμενον ἐς Πισίδας, ἐν Ἐφέσῳ περιέμενον, ἔνθα συνῄεσαν θαμινὰ ἐς λόγους τῷ Ἀννίβᾳ, Καρχηδόνος τε σφίσιν ἔτι οὔσης ἐνσπόνδου καὶ οὔπω φανερῶς Ἀντιόχου πολεμίου, καταμεμφόμενοι τὸν Ἀννίβαν ὅτι τὴν πατρίδα φύγοι, Ῥωμαίων οὐδὲν οὔτε ἐς αὐτὸν οὔτε ἐς τοὺς ἄλλους Καρχηδονίους ἐπὶ ταῖς συνθήκαις ἁμαρτόντων.
And such was the situation of the Carthaginians; but the Roman ambassadors, including others and Scipio, who had deprived the Carthaginians of their hegemony, sent on a similar mission to test the intention of Antiochus and to inspect his preparations, when they found that the king had departed for Pisidia, waited at Ephesus. There they frequently met for discussions with Hannibal, since Carthage was still in alliance with them and Antiochus was not yet openly an enemy. They reproached Hannibal for having fled his country, saying that the Romans had in no way violated the treaty either toward him or toward the other Carthaginians.
ἔπρασσον δὲ ταῦθʼ, ὕποπτον ἐργαζόμενοι γενέσθαι τῷ βασιλεῖ τὸν Ἀννίβαν ἐκ τῆς συνεχοῦς σφῶν ὁμιλίας τε καὶ συνόδου.
They did this in order to render Hannibal suspected by the king because of their continuous conversation and meeting.
καὶ τοῦθʼ ὁ μὲν στρατηγικώτατος Ἀννίβας οὐχ ὑπενόησεν, ὁ δὲ βασιλεὺς πυθόμενος ὑπώπτευσε, καὶ ἀμβλύτερος ἦν τἀπὸ τοῦδε πιστεύειν ἔτι τῷ Ἀννίβᾳ· καὶ γάρ τι καὶ ζήλου προὐπῆν ἐς αὐτὸν ἤδη καὶ φθόνου, μὴ τῶν γιγνομένων τὸν ἔπαινον Ἀννίβας ἀποφέροιτο.
And while Hannibal, most skilled in generalship, did not suspect this, the king, having heard of it, became suspicious and was more reluctant from then on to trust Hannibal any further; for indeed, some jealousy and envy had already arisen in him toward him, lest Hannibal should carry off the praise for what was achieved.
§210λέγεται δʼ ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ Ἀννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων, καὶ τοῦ Σκιπίωνος ἐρομένου τίς δοκοίη οἱ στρατηγὸς ἄριστος γενέσθαι, τὸν Ἀννίβαν εἰπεῖν,
ὁ Μακεδὼν Ἀλέξανδρος. Σκιπίωνα δʼ ἡσυχάσαι μὲν ἐπὶ τῷδʼ, ἐξιστάμενον ἄρα Ἀλεξανδρῳ, ἐπανερέσθαι δὲ τίς εἴη δεύτερος μετʼ Ἀλέξανδρον.
It is said that during these stays in the gymnasium, Scipio and Hannibal once conversed with each other about generalship while many were standing by, and when Scipio asked whom he thought was the best general, Hannibal said, "Alexander the Macedonian." Scipio kept quiet at this, yielding indeed to Alexander, but asked again who was second after Alexander.
καὶ τὸν φάναι,
Πύρρος ὁ Ἠπειρώτης,
τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον· οὐ γὰρ ἔστιν εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων.
And he said, "Pyrrhus of Epirus," putting general excellence in boldness; for indeed it is not possible to find more greatly daring kings than these.
δακνόμενον δʼ ἤδη τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι τίνι διδοίη τὰ τρίτα, ταχὺ γοῦν ἐλπίζοντα ἕξειν τὰ τρίτα.
Scipio, though now stung, nevertheless asked again to whom he would give the third place, expecting indeed to have the third.
τὸν δέ,
ἐμαυτῷ,
φάναι· νέος γὰρ ὢν ἔτι Ἰβηρίας τε ἐκράτησα, καὶ στρατῷ τὰ Ἄλπεια ὄρη μεθʼ Ἡρακλέα πρῶτος ὑπερῆλθον, ἔς τε τὴν Ἰταλίαν, ὑμῶν οὐδενός πω θαρροῦντος, ἐμβαλὼν τετρακόσια ἀνέστησα ἄστη, καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα, οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνος. ὡς δὲ αὐτὸν ὁ Σκιπίων εἶδεν ἀπομηκύνοντα τὴν σεμνολογίαν, ἔφη γελάσας,
ποῦ δʼ ἂν ἑαυτὸν ἔταττες, ὦ Ἀννίβα, μὴ νενικημένος ὑπʼ ἐμοῦ; τὸν δέ φασιν, αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας, εἰπεῖν ὅτι ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ Ἀλεξάνδρου. οὕτω μὲν ὁ Ἀννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ, καὶ τὸν Σκιπίωνα λαθὼν ἐθεράπευσεν ὡς καθελόντα τὸν ἀμεινονα Ἀλεξάνδρου·
And he said, "To myself; for while still young, I conquered Iberia, and was the first after Hercules to cross the Alps with an army, and having invaded Italy when none of you yet had the courage, I overthrew four hundred cities, and many times brought the struggle close to your city, even though neither money nor an army was sent to me from Carthage." When Scipio saw him lengthening his self-praise, he said with a laugh, "Where would you have placed yourself, Hannibal, if you had not been defeated by me?" And they say that Hannibal, now perceiving his jealousy, said, "I would indeed have placed myself before Alexander." In this way Hannibal both persisted in his self-praise and, without being noticed, flattered Scipio as the one who had defeated the one who was better than Alexander.
§211διαλυομένης δὲ τῆς συνόδου Σκιπίωνα μὲν ὁ Ἀννίβας ἐπὶ ξένια ἐκάλει, Σκιπίων δὲ ἐλθεῖν ἂν ἔφη μάλα προθύμως, εἰ μὴ συνῆσθα νῦν Ἀντιόχῳ πρὸς Ῥωμαίους ὑπόπτως ἔχοντι. ὧδε μὲν ἐκεῖνοι, τῆς στρατηγίας ἀξίως, τὴν ἔχθραν ὡρίζοντο τοῖς πολέμοις, Φλαμινῖνος δʼ ἀνομοίως.
And as the meeting was breaking up, Hannibal invited Scipio to hospitality, but Scipio said he would have come very gladly, "if you were not now living with Antiochus, who is suspected by the Romans." In this way they, in a manner worthy of their generalship, limited their enmity to war; but Flamininus did otherwise.
ἡττηθέντος γὰρ ὕστερον Ἀντιόχου φεύγοντα τὸν Ἀννίβαν καὶ ἀλώμενον περὶ Βιθυνίαν, πρεσβεύων, ἐφʼ ἕτερα πρὸς Προυσίαν, οὔτε τι πρὸς τοῦ Ἀννίβου προπαθών, οὔτε Ῥωμαίων ἐντειλαμένων, οὔτε φοβερὸν ἔτι αὐτοῖς γενέσθαι δυνάμενον Καρχηδόνος κατεστραμμένης, ἔκτεινε διὰ τοῦ Προυσίου φαρμάκῳ, λεγόμενον μὲν ἐσχηκέναι ποτὲ χρησμὸν ὧδε ἔχοντα
Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας,
καὶ οἰόμενον ἐν Λιβύῃ τεθνήξεσθαι, ποταμὸς δʼ ἔστι Λίβυσσος ἐν τῇ Βιθυνίᾳ, καὶ πεδίον ἐκ τοῦ ποταμοῦ Λίβυσσα.
For when Antiochus was later defeated, and Hannibal was fleeing and wandering about Bithynia, Flamininus, being on an embassy to Prusias for other matters, having suffered no prior harm from Hannibal, nor being commanded by the Romans, nor since Hannibal could any longer be formidable to them because Carthage was subdued, killed him by poison through Prusias. Hannibal is said to have once received an oracle that ran thus: "A Libyan clod of earth shall cover the body of Hannibal," and he thought he would die in Libya, but there is a river Libyssus in Bithynia, and a plain from the river called Libyssa.
καὶ τάδε μὲν ἐς ὑπόμνημα τῆς Ἀννίβου καὶ Σκιπίωνος μεγαλονοίας καὶ Φλαμινίνου σμικρότητος παρεθέμην.
And these things I have set down as a memorial of the greatness of mind of Hannibal and Scipio, and of the smallness of Flamininus.