Humanitext Reader

阿庇安 · 叙利亚战记 §26-28

安条克遣使罗马与汉尼拔的主动献策

第 3 段,共 27 段 · 希腊语

内容简介

安条克在赫勒斯滂和色雷斯扩张势力并向罗马派使,但双方谈判破裂。汉尼拔建议其直接入侵意大利并企图拉拢迦太基起事,派出的密使在身份险些败露时使用计谋化解了危机。

§26ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τοὺς γάμους ἀπεώσατο, ὁ δʼ Ἀντίοχος αὖθις ἐφʼ Ἑλλησπόντου κατῄει, καὶ περιπλεύσας ἐς Χερρόνησον πολλὰ καὶ τότε τῆς Θρᾴκης ὑπήγετό τε καὶ κατεστρέφετο.
欧墨尼斯因这样的考虑而拒绝了联姻,而安条克则再次南下前往赫勒斯滂,并绕航至奇索尼斯,当时也降服并征服了色雷斯的许多地方。
Ἕλληνας δʼ, ὅσοι τοῖς Θρᾳξὶν ὑπήκουον, ἠλευθέρου, καὶ Βυζαντίοις ἐχαρίζετο πολλὰ ὡς ἐπίκαιρον ἐπὶ τοῦ στόματος πόλιν ἔχουσιν.
他解放了那些臣属于色雷斯人的希腊人,并对拜占庭人施予了许多恩惠,因为他们拥有位于海峡口这一要冲位置的城市。
Γαλάτας τε δώροις καὶ καταπλήξει τῆς παρασκευῆς ἐς συμμαχίαν ὑπήγετο, ἀξιομάχους ἡγούμενος ἔσεσθαί οἱ διὰ τὰ μεγέθη τῶν σωμάτων.
他还通过赠礼和自军备规模产生的威慑,拉拢加拉太人结成同盟,认为由于他们身材魁梧,将会成为能为他效力的强大战力。
μετὰ δὲ τοῦτο ἐς Ἔφεσον κατῇρε, καὶ πρέσβεις ἐς Ῥώμην ἔπεμπε Λυσίαν τε καὶ Ἡγησιάνακτα καὶ Μένιππον, οἳ τῷ μὲν ἔργῳ τῆς βουλῆς ἀποπειράσειν ἔμελλον, τῷ λόγῳ δʼ ὁ Μένιππος ἔφη τὸν βασιλέα περὶ τὴν Ῥωμαίων φιλίαν ἐσπουδακότα, καὶ βουλόμενον αὐτοῖς εἶναι καὶ σύμμαχον ἂν ἀξιῶσι, θαυμάζειν ὅτι κελεύουσι τῶν ἐν Ἰωνίᾳ πόλεων ἀφίστασθαι, καὶ φόρους τισὶν ἀφιέναι, καὶ τῆς Ἀσίας ἔνια μὴ πολυπραγμονεῖν, καὶ Θρᾴκην ἐᾶν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην· ἅπερ οὐ τοῖς φίλοις ἀλλὰ τοῖς ἡττημένοις τοὺς κεκρατηκότας ἐπικελεύειν.
此后,他降至以弗所,并向罗马派遣了使节吕西亚斯、赫格西阿纳克斯和梅尼普斯。 实际上,他们此行旨在试探元元老院的意向,但在言语上,梅尼普斯声称:国王热切期盼与罗马人友好,并愿在他们认为合适时成为其盟友,但他感到不解的是,罗马人竟然命令他撤离伊奥尼亚的城市、免除某些城市的贡赋、不干涉亚洲的某些地区,并放弃一直属于他祖先的色雷斯;这些命令不是强加给朋友,而是战胜国强加给战败国的。
οἱ δὲ τῆς πρεσβείας συνιέντες ἐπὶ διαπείρᾳ σφῶν ἀφιγμένης, διὰ βραχέος ἀπεκρίναντο αὐτοῖς, ἐὰν Ἀντίοχος αὐτονόμους τοὺς Ἕλληνας ἐᾷ τοὺς ἐν Ἀσίᾳ καὶ τῆς Εὐρώπης ἀπέχηται, Ῥωμαίοις αὐτὸν ἔσεσθαι φίλον, ἂν ἐθέλῃ.
罗马人看出使节此来是为了试探他们,便简短地回答说:如果安条克让亚洲的希腊人保持自治并远离欧洲,只要他愿意,他就可以成为罗马人的朋友。
§27τοσάδε μὲν ἀπεκρίναντο Ῥωμαῖοι, καὶ τὰς αἰτίας ταῖς ἀποκρίσεσιν οὐκ ἐπέθεσαν·
罗马人仅作了这样的回答,并没有为这些回答附加理由。
ὁ δʼ Ἀντίοχος ἐς πρώτην ἐπινοῶν τὴν Ἑλλάδα ἐσβαλεῖν, κἀκεῖθεν ἄρξασθαι τοῦ πρὸς Ῥωμαίους πολέμου, ὑπετίθετο τὴν γνώμην τῷ Καρχηδονίῳ Ἀννίβᾳ·
而安条克计划首先入侵希腊,并从那里开始与罗马人的战争,他将这一想法提交给迦太基人汉尼拔。
ὁ δʼ ἔφη τὴν μὲν Ἑλλάδα ἐκ πολλοῦ τετρυμένην ἔργον εὐχείρωτον εἶναι, τοὺς δὲ πολέμους ἅπασι χαλεποὺς μὲν οἴκοι διὰ λιμὸν τὸν ἐπιγιγνόμενον, ἔξω δὲ κουφοτέρους· καὶ τὰ Ῥωμαίων οὔ ποτε Ἀντίοχον ἐν τῇ Ἑλλάδι καθαιρήσειν, ἀγορᾶς τε οἰκείας καὶ παρασκευῆς ἱκανῆς εὐπορούντων.
汉尼拔说,希腊早已疲惫不堪,是一个容易到手的目标,但对所有人而言,由于随之而来的饥荒,在本土作战总是艰难,而在境外作战则较为轻松;只要安条克留在希腊,就绝不可能打败罗马人的势力,因为他们拥有充足的本土物资供应和足够的军备。
ἐκέλευεν οὖν τι προλαβεῖν τῆς Ἰταλίας καὶ πολεμεῖν ἐκεῖθεν ὁρμώμενον, ἵνα Ῥωμαίοις ἀσθενέστερα ᾖ καὶ τὰ οἴκοι καὶ τὰ ἔξω.
因此,他建议预先占领意大利的一部分,并以此为基地进行战争,好让罗马人在本土和境外的力量都变得更加虚弱。
ἔχω δʼ ἐμπείρως, ἔφη, τῆς Ἰταλίας, καὶ μυρίοις ἀνδράσι δύναμαι καταλαβεῖν αὐτῆς τὰ ἐπίκαιρα, ἔς τε Καρχηδόνα τοῖς φίλοις ἐπιστεῖλαι τὸν δῆμον ἐς ἀπόστασιν ἐγεῖραι, δυσφοροῦντα τέως ἐφʼ ἑαυτοῦ καὶ πρὸς Ῥωμαίους ἀπίστως ἔχοντα, τόλμης τε καὶ ἐλπίδος ἐμπλησόμενον, εἰ πύθοιντό με πορθοῦντᾳ τὴν Ἰταλίαν αὖθις.
“而我,” 他说, “对意大利极有经验,能够用一万士兵占领其要冲,并能致信我在迦太基的朋友,煽动民众起义。 他们此前一直对自己的处境感到不满,对罗马人怀有戒心,一旦听说我再次蹂躏意大利,必将充满勇气和希望。
ὁ δʼ ἄσμενος ἀκούσας τοῦ λόγου, καὶ μέγα, ὥσπερ ἦν, ἐς τὸν πόλεμον ἡγούμενος Καρχηδόνα προσλαβεῖν, αὐτίκα αὐτὸν ἐπιστέλλειν τοῖς φίλοις ἐκέλευεν.
” 国王欣然听取了这番话,并认为在战争中拉拢迦太基极其重要(事实也确实如此),于是立即命令他写信给他的朋友们。
§28ὁ δὲ οὐκ ἐπέστειλε μέν (οὐ γὰρ ἀσφαλὲς ἡγεῖτό πω, Ῥωμαίων τε πάντʼ ἀνερευνωμένων, καὶ τοῦ πολέμου μή πω φανεροῦ γεγονότος, καὶ πολλῶν οἱ διαφερομένων ἐν Καρχηδόνι, καὶ τῆς πολιτείας οὐδὲν βέβαιον οὐδʼ εὐσταθὲς ἐχούσης, ἃ καὶ μετʼ ὀλίγον ἀνέτρεψε τὴν Καρχηδόνα), Ἀρίστωνα δʼ ἔμπορον Τύριον ἐπὶ προφάσει τῆς ἐμπορίας ἔπεμπε πρὸς τοὺς φίλους, ἀξιῶν, ὅταν αὐτὸς ἐς τὴν Ἰταλίαν ἐμβάλῃ, τότε ἐκείνους τὴν Καρχηδόνα ἐς ἄμυναν ὧν ἐπεπόνθεσαν ἐγείρειν.
但汉尼拔并没有写信,因为他认为在罗马人四处侦察、战争尚未公开、且迦太基内部有许多人与他作对、国家政局毫无稳固与安定可言的情况下,这还不够安全(这些因素也在不久后颠覆了迦太基)。 相反,他派遣了推罗商人阿里斯顿以经商为借口去见他的朋友们,要求当他自己攻入意大利时,他们应当煽动迦太基人起兵,为他们所遭受的苦难复仇。
καὶ ὁ μὲν Ἀρίστον οὕτως ἔπραξεν, οἱ δὲ τοῦ Ἀννίβου ἐχθροί, αἰσθόμενοι τῆς Ἀρίστωνος ἐπιδημίας, ἐθορύβουν ὡς ἐπὶ νεωτέροις ἔργοις, καὶ τὸν Ἀρίστωνα ἐζήτουν περιιόντες.
阿里斯顿照办了,但汉尼拔的政敌察觉到了阿里斯顿的逗留,便以有颠覆图谋为由制造骚乱,并四处搜捕阿里斯顿。
ὁ δέ, ἵνα τὴν διαβολὴν μὴ ἐξαίρετον ἔχοιεν οἱ Ἀννίβου φίλοι, προύθηκε νυκτὸς λαθὼν γράμματα πρὸ τοῦ βουλευτηρίου, ὅτι πάντας ὁ Ἀννίβας τοὺς βουλευτὰς παρακαλοίη τῇ πατρίδι συνάρασθαι μετʼ Ἀντιόχου.
而为了不让汉尼拔的朋友们独自承受罪名,阿里斯顿在夜间悄悄将一封信放在元老院门前,信中称汉尼拔敦促全体元老与安条克一同帮助祖国。
καὶ τοῦτο πράξας ἀπέπλευσεν.
做完这些后,他便乘船离去。
ἅμα δʼ ἡμέρᾳ τὸ μὲν δέος ἐξῄρητο τῶν Ἀννίβου φίλων ἐκ τῆς Ἀρίστωνος ἐπινοίας, ὡς πρὸς ἅπασαν τὴν γερουσίαν ἀπεσταλμένου, ἡ δὲ πόλις ἐπεπλήρωτο θορύβου ποικίλου, δυσμενῶς μὲν ἔχουσα Ῥωμαίοις, λήσεσθαι δʼ οὐ προσδοκῶσα.
天亮时,由于阿里斯顿的计策,汉尼拔朋友们的恐惧得以消除,因为信件是被送给整个元老院的,但城里却充满了各种混乱,人们虽对罗马人怀有敌意,却深知无法瞒过他们。

词汇与语法注释

  1. §26οἳ τῷ μὲν ἔργῳ τῆς βουλῆς ἀποπειράσειν ἔμελλον — 关系代词 οἵ 指代使节们,ἔμελλον 与将来时不定式 ἀποπειράσειν 连用,表示意图或预期的行动(“打算试探”)。此句中介词短语 τῷ μὲν ἔργῳ(实际上)与后文的 τῷ λόγῳ δʼ(言辞上,表面上)通过小词 μέν 和 δέ 形成对比。
  2. §27ἀγορᾶς τε οἰκείας καὶ παρασκευῆς ἱκανῆς εὐπορούντων — 这是一个属格独立结构,分词 εὐπορούντων(动词 εὐπορέω 的现在时属格复数分词,意为“富有、充足”,支配属格 ἀγορᾶς 和 παρασκευῆς)的逻辑主语是“罗马人”(Ῥωμαίων),与主句的主语(安条克)不同。
  3. §28ἵνα τὴν διαβολὴν μὴ ἐξαίρετον ἔχοιεν οἱ Ἀννίβου φίλοι — 在这个目的从句中(ἵνα 搭配 Optative 语气动词 ἔχοιεν),形容词 ἐξαίρετον 充当宾语补足语(谓语性使用),意为“为了不让汉尼拔的朋友们独占这桩罪名(指控)”。这体现了阿里斯顿不想让特定人群成为唯一怀疑对象的意图。
  4. §28ὡς πρὸς ἅπασαν τὴν γερουσίαν ἀπεσταλμένου — 这是一个由接续词 ὡς(表示主观原因或假托,“仿佛……”)引导的属格独立结构。分词 ἀπεσταλμένου 指代信件(或阿里斯顿本人)被视作“是写给整个元老院的”,从而消除了对汉尼拔朋友们的专门怀疑。

引用这一段

阿庇安, 叙利亚战记 §26-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:26-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。