§13τούτων δὴ τῶν πρέσβεων Γναῖος ἡγούμενος ἠξίου τὸν Ἀντίοχον Πτολεμαίῳ μέν, ὄντι Ῥωμαίων φίλῳ, συγχωρεῖν ἄρχειν ὅσων ὁ πατὴρ αὐτῷ κατέλιπε, τὰς δʼ ἐν Ἀσίᾳ πόλεις, ὧν Φίλιππος ὁ Μακεδὼν ἦρχεν, αὐτονόμους ἐᾶν· οὐ γὰρ εἶναι δίκαιον Ἀντίοχον κρατεῖν ὧν Φίλιππον ἀφείλοντο Ῥωμαῖοι.
在这些使节中,以盖乌斯为首,要求安条克允许身为罗马之友的托勒密统治其父亲留给他的一切领地,并让马其顿的腓力曾统治过的亚洲城市保持自治;因为安条克去占领罗马人从腓力手中夺取的东西是不公道的。
ὅλως δʼ ἀπορεῖν ἔφη τί τοσοῦτον στόλον ὁ Ἀντίοχος καὶ τοσαύτην στρατιὰν ἄγων ἄνωθεν ἐκ Μήδων ἔλθοι τῆς Ἀσίας ἐπὶ θάλασσαν, ἔς τε τὴν Εὐρώπην ἐσβάλοι, καὶ πόλεις ἐν αὐτῇ κατασκευάζοιτο, καὶ Θρᾴκην ὑπάγοιτο, εἰ μὴ ταῦτά ἐστιν ἑτέρου πολέμου θεμέλια.
此外,他说他完全无法理解,安条克为何率领如此庞大的舰队和军队,从遥远的米底来到亚洲沿海,并入侵欧洲,在当地建立城市,臣服色雷斯,除非这些举动是另一场战争的奠基。
ὁ δʼ ἀπεκρίνατο Θρᾴκην μέν, τῶν προγόνων αὑτοῦ γενομένην τε καὶ διʼ ἀσχολίας ἐκπεσοῦσαν, αὐτὸς ἐπὶ σχολῆς ὢν ἀναλαμβάνειν, καὶ Λυσιμάχειαν ἐγείρειν οἰκητήριον Σελεύκῳ τῷ παιδὶ εἶναι, τὰς δʼ ἐν Ἀσίᾳ πόλεις αὐτονόμους ἐάσειν, εἰ τὴν χάριν οὐ Ῥωμαίοις ἀλλʼ ἑαυτῷ μέλλοιεν ἕξειν.
安条克则回答说,关于色雷斯,那曾是他祖先的领土,因当时无暇顾及而丧失,如今他自己正借着闲暇予以收复,并重建赖西马希亚作为其子塞琉古的居所;至于亚洲的城市,如果它们打算不向罗马人而是向他自己表示感激,他就会让它们保持自治。
Πτολεμαίῳ δʼ,
ἔφη,
καὶ συγγενής εἰμι καὶ ὅσον οὔπω καὶ κηδεστὴς ἔσομαι, καὶ χάριν ὑμῖν αὐτὸν ὁμολογεῖν παρασκευάσω.
“至于托勒密,” 他说, “我既是他的亲戚,而且很快就会成为姻亲,我会让他向你们表示感谢。
ἀπορῶ δὲ κἀγὼ τίνι Ῥωμαῖοι δικαίῳ τὴν Ἀσίαν πολυπραγμονοῦσιν, ἐμοῦ τὴν Ἰταλίαν οὐ πολυπραγμονοῦντος.
但我也感到纳闷,在我没有干涉意大利的情况下,罗马人凭什么权利干涉亚洲的事务?
§14οὕτω μὲν ἀπʼ ἀλλήλων ἄπρακτοι διεκρίθησαν, ἀπορρηγνύντες ἤδη τὰς ἀπειλὰς ἐς τὸ φανερώτερον·
” 就这样,他们一事无成地各自离去,此时已开始更公开地暴露出威胁。
λόγου δὲ καὶ δόξης ἐμπεσούσης ὅτι Πτολεμαῖος ὁ φιλοπάτωρ ἀποθάνοι, κατὰ σπουδὴν ὁ Ἀντίοχος ἀπῄει ὡς Αἴγυπτον ἔρημον ἄρχοντος ἁρπασόμενος.
当传言和猜测风传托勒密·爱父者已死时,安条克急忙出发,企图夺取失去统治者的埃及。
καὶ αὐτῷ κατὰ Ἔφεσον Ἀννίβας ὁ Καρχηδόνιος συμβάλλει, φεύγων τὴν πατρίδα διʼ ἐχθρῶν διαβολάς, οἳ Ῥωμαίοις αὐτὸν ἔφασκον εἶναι δύσερίν τε καὶ φιλοπόλεμον καὶ οὔποτε εἰρηνεύειν δυνάμενον.
在以弗所附近,迦太基的汉尼拔与他会合,汉尼拔因敌人的诽谤而逃离祖国,那些敌人对罗马人说他好斗且好战,绝不可能安分守己。
τότε δʼ ἦν ὅτε Καρχηδόνιοι Ῥωμαίοις ὑπήκουον ἔνσπονδοι.
当时正是迦太基人依约臣服于罗马人的时期。
Ἀννίβαν μὲν δὴ διώνυμον ἐπὶ στρατηγίαις ὄντα ὁ Ἀντίοχος ὑπεδέχετο λαμπρῶς καὶ εἶχεν ἀμφʼ αὑτόν·
安条克盛情款待了因军事才能而名声显赫的汉尼拔,并将他留在身边。
περὶ δὲ τὴν Λυκίαν Πτολεμαῖον περιεῖναι μαθὼν Αἰγύπτου μὲν ἀπέγνω, Κύπρον δʼ ἐλπίσας αἱρήσειν ἀντὶ Αἰγύπτου διέπλει κατὰ τάχος ἐπʼ αὐτήν.
但在吕基亚附近得知托勒密依然在世后,他放弃了对埃及的指望,转而希望夺取塞浦路斯以代替埃及,于是急忙向其驶去。
χειμῶνι δʼ ἀμφὶ τὸν Σάρον ποταμὸν συμπεσών, καὶ πολλὰς τῶν νεῶν ἀποβαλών, ἐνίας δʼ αὐτοῖς ἀνδράσι καὶ φίλοις, ἐς Σελεύκειαν τῆς Συρίας κατέπλευσε, καὶ τὸν στόλον κατεσκεύαζε πεπονημένον.
然而,他在沙鲁斯河附近遭遇风暴,失去了许多船只,有些甚至连同船员和朋友一起丧失,最后他驶入叙利亚的塞琉西亚,修整受损的舰队。
γάμους τε τῶν παίδων ἔθυεν, Ἀντιόχου καὶ Λαοδίκης, ἀλλήλοις συναρμόζων.
他还为孩子们安条克与劳迪丝举行了婚礼,使他们结为连理。
§15ἤδη δὲ τὸν πρὸς Ῥωμαίους πόλεμον ἐγνωκὼς ἀποκαλύπτειν, ἐπιγαμίαις τοὺς ἐγγὺς βασιλέας προκατελάμβανε, καὶ Πτολεμαίῳ μὲν ἐς Αἴγυπτον ἔστελλε Κλεοπάτραν τὴν Σύραν ἐπίκλησιν, προῖκα Συρίαν τὴν κοίλην ἐπιδιδούς, ἣν αὐτὸς ἀφῄρητο τοῦ Πτολεμαίου, θεραπεύων ἤδη τὸ μειράκιον, ἵνʼ ἐν τῷ πολέμῳ τῷ πρὸς Ῥωμαίους ἀτρεμῇ·
由于他已决定公开与罗马人的战争,便企图通过联姻预先拉拢邻国的国王们。 他向埃及的托勒密送去了绰号为“叙利亚人”的克利奥帕特拉,并将他自己从托勒密那里夺取的柯里叙利亚作为嫁妆奉还,以此讨好这个年轻人,好让他与罗马人交战时保持中立。
Ἀντιοχίδα δʼ ἔπεμπεν Ἀριαράθῃ τῷ Καππαδοκῶν βασιλεῖ, καὶ τὴν ἔτι λοιπὴν Εὐμένει τῷ Περγάμου βασιλεῖ.
他把安条克西丝送给卡帕多西亚国王阿里亚拉塞斯,并打算将剩下的最后一个女儿送给博加蒙国王欧墨尼斯。
ὁ δέ (ἑώρα γὰρ αὐτὸν ἤδη Ῥωμαίοις τε πολεμησείοντα καὶ πρὸς τήνδε τὴν χρείαν τὸ κῆδος αὑτῷ συναπτόμενον) ἠρνήσατο, καὶ τοῖς ἀδελφοῖς Ἀττάλῳ τε καὶ Φιλεταίρῳ, θαυμάζουσιν ὅτι κῆδος βασιλέως τοσοῦδε καὶ γείτονος, αὐτοῦ τε κατάρχοντος καὶ δεομένου, παραιτοῖτο, ἐπεδείκνυ τὸν ἐσόμενον πόλεμον ἐν μὲν ἀρχῇ τι παρʼ ἀμφοῖν ἕξειν ἰσοπαλές, σὺν χρόνῳ δʼ ὑπεροίσειν τὰ Ῥωμαίων διʼ εὐψυχίαν καὶ ταλαιπωρίαν.
但欧墨尼斯(因为他看出安条克已经渴望与罗马人交战,并且为了这一需要才与自己结成姻亲)拒绝了。 他的兄弟阿塔罗斯和菲莱泰罗斯对此感到惊讶,不解他为何要推辞这样一位大国且邻国国王亲自倡议并请求的姻亲。 欧墨尼斯向他们指出,即将到来的战争在开始时双方将势均力敌,但随着时间的推移,罗马人将凭借其勇气和忍耐力获得优势。
ἐγὼ δʼ,
ἔφη,
Ῥωμαίων μὲν ἐπικρατούντων βεβαίως τῆς ἀρχῆς τῆς ἐμῆς ἄρξω, Ἀντιόχου δὲ νικῶντος ἐλπὶς μὲν ἀφαιρεθήσεσθαι πάντα πρὸς γείτονος, ἐλπὶς δὲ καὶ ἔχοντα βασιλεύσειν βασιλεύομενον ὑπʼ ἐκείνου.
“如果我,” 他说, “在罗马人获胜时,我将稳固地统治我的领土;但如果安条克获胜,我的一切恐将落入邻国之手而被剥夺,而且即便保住领土,恐怕也只能在他治下俯首称臣地当个傀儡国王。 ”