Humanitext Reader

阿庇安 · 叙利亚战记 §1062-1064

托勒密暗杀塞琉古与利西马科斯之死

第 25 段,共 27 段 · 希腊语

内容简介

塞琉古在将帝国大部分领土让予儿子后,在前往欧洲的途中被托勒密·凯劳诺斯暗杀,应验了古老的神谕。文中还讲述了利西马科斯战死及其生前经历的艰难命运与相关预言。

§1062Σατραπεῖαι δὲ ἦσαν ὑπʼ αὐτῷ δύο καὶ ἑβδομήκοντα· τοσαύτης ἐβασίλευε γῆς.
在他的统治下有七十二个行省(萨特拉庇伊);他统治着如此辽阔的土地。
καὶ τὴν πλείονα τῷ παιδὶ παραδούς, ἦρχε τῶν ἀπὸ θαλάσσης ἐπὶ Εὐφράτην μόνων.
他将其中大部分让给了儿子,自己仅统治从大海到幼发拉底河的地区。
καὶ πόλεμον τελευταῖον Λυσιμάχῳ περὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντῳ πολεμῶν, Λυσιμάχου μὲν ἐκράτει πεσόντος ἐν τῇ μάχῃ, αὐτὸς δὲ τὸν Ἑλλήσποντον ἐπέρα.
在与利西马科斯因赫勒斯滂附近的弗里吉亚而进行的最后一次战争中,利西马科斯在战斗中阵亡,塞琉古取得胜利,并亲自跨越了赫勒斯滂。
καὶ ἐς Λυσιμάχειαν ἀναβαίνων κτείνεται.
在他向利西马科亚行进时被杀。
Πτολεμαῖος δʼ αὐτὸν ἑπόμενος ἔκτεινεν, ὅτῳ κεραυνὸς ἐπίκλησις.
跟随在后的托勒密杀了他,此人绰号为凯劳诺斯(霹雳)。
υἱὸς δʼ ἦν ὁ κεραυνος ὅδε Πτολεμαίου τοῦ σωτῆρος καὶ Εὐρυδίκης τῆς Ἀντιπάτρου· καὶ αὐτὸν ἐκπεσόντα Αἰγύπτου διὰ δέος, ὅτι νεωτάτῳ παιδὶ ὁ Πτολεμαῖος τὴν ἀρχὴν ἐπενόει δοῦναι, ὁ Σέλευκος οἷα φίλου παῖδα ἀτυχοῦντα ὑπεδέξατο, καὶ ἔφερβε καὶ ἐπήγετο πάντῃ φονέα ἑαυτοῦ.
这位凯劳诺斯是托勒密一世(救主)与安提帕特之女欧律狄刻的儿子;当他因害怕托勒密打算将统治权交给最幼之子而逃离埃及之时,塞琉古将他作为朋友的不幸之子加以接待,供养他并带他随行于各处——这正是他自己的凶手。
§1063καὶ Σέλευκος μὲν οὕτω τελευτᾷ, τρία καὶ ἑβδομήκοντα ἔτη βιώσας, καὶ βασιλεύσας αὐτῶν δύο καὶ τεσσαράκοντα.
塞琉古就这样去世了,享年七十三岁,其中统治了四十二年。
καὶ μοι δοκεῖ καὶ ἐς τοῦτο αὐτῷ συνενεχθῆναι τὸ αὐτὸ λόγιον, μὴ σπεῦδʼ Εὐρώπηνδʼ· Ἀσίη τοι πολλὸν ἀμείνων.
在我看来,即使在这件事上,同一个神谕也在他身上应验了: “切莫急于去欧洲;亚洲对你而言要好得多。
ἡ γὰρ Λυσιμάχεια τῆς Εὐρώπης ἐστί, καὶ τότε πρῶτον ἀπὸ τῆς Ἀλεξάνδρου στρατείας ἐς τὴν Εὐρώπην διεπέρα.
” 因为利西马科亚属于欧洲,而那时是他自亚历山大远征以来,第一次跨海进入欧洲。
λέγεται δὲ καὶ περὶ αὐτοῦ τοῦ θανάτου ποτὲ αὐτῷ χρωμένῳ λόγιον προαγορευθῆναι Ἄργος ἀλευόμενος τὸ πεπρωμένον εἰς ἔτος ἥξεις· εἰ δʼ Ἄργει πελάσαις, τότε κεν παρὰ μοῖραν ὄλοιο.
据说关于他本人的死亡,也曾在他求问神谕时得到预言: “避开阿耳戈斯,你将达到命定的岁数;但若你接近阿耳戈斯,那时你将违背命运而灭亡。
ὁ μὲν δὴ Ἄργος τὸ Πελοποννήσιον καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἄργος τὸ ἐν Ὀρεστείᾳ (ὅθεν οἱ Ἀργεάδαι Μακεδόνες) καὶ τὸ ἐν τῷ Ἰονίῳ λεγόμενον οἰκίσαι Διομήδην ἀλώμενον, καὶ εἴ τί που γῆς ἄλλο Ἄργος ἐκαλεῖτο, πάντα ἀνεζήτει καὶ ἐφυλάσσετο·
” 于是,他便四处搜寻并防范所有被称为阿耳戈斯的地方:伯罗奔尼撒的阿耳戈斯、安菲洛基亚的阿耳戈斯、奥雷斯提亚的阿耳戈斯(马其顿阿吉德王朝的发源地)、以及据说在爱奥尼亚海由漂泊的狄奥梅德斯所建的阿耳戈斯,以及大地上任何其他可能被称为阿耳戈斯的地方。
ἀναβαίνοντι δʼ ἐς τὴν Λυσιμάχειαν αὐτῷ ἀπὸ τοῦ Ἑλλησπόντου βωμὸς ἦν ἐν ὄψει μέγας τε καὶ περιφανής, καὶ πυθόμενος αὐτὸν ἢ τοὺς Ἀργοναύτας στήσασθαι παραπλέοντας ἐς Κόλχους ἢ τοὺς Ἀχαιοὺς ἐπὶ Ἴλιον στρατεύοντας, καὶ διὰ τοῦτο ἔτι τὸν βωμὸν τοὺς περιχώρους Ἄργος καλεῖν, ἢ διὰ τὴν ναῦν διαφθείροντας τὸ ὄνομα ἢ διὰ τὴν πατρίδα τῶν Ἀτρειδῶν, κτείνεται, ταῦτα ἔτι μανθάνων, ὑπὸ τοῦ Πτολεμαίου προσπεσόντος ὄπισθεν.
然而,当他从赫勒斯滂前往利西马科亚时,眼前出现了一座巨大而显著的祭坛,他打听到,这祭坛要么是阿尔戈英雄们在驶往科尔基斯时所建,要么是阿开亚人在征讨伊利翁时所建,因此周边居民至今仍称该祭坛为“阿耳戈斯”——这要么是因为那艘船(阿尔戈号)而使名字发生了讹变,要么是因为阿特雷斯家族的故乡(阿耳戈斯)——就在他还在了解这些事情时,他被从背后袭来的托勒密杀害了。
καὶ Σέλευκον μὲν ἔκαιε Φιλέταιρος ὁ Περγάμου δυναστεύσας, πολλῶν χρημάτων τὸ σῶμα τὸν κεραυνὸν αἰτήσας, καὶ τὰ λείψανα ἔπεμπεν Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ.
统治帕加马的菲莱泰罗斯用大笔金钱向凯劳诺斯赎回了塞琉古的尸体并予以火化,然后将遗灰送还给他的儿子安条克。
ὁ δʼ ἐν Σελευκείᾳ τῇ πρὸς θαλάσσῃ ἀπέθετο, καὶ νεὼν αὐτῷ ἐπέστησε καὶ τέμενος περιέθηκε· καὶ τὸ τέμενος Νικατόρειον ἐπικλῄζεται.
安条克将其安葬在海边的塞琉西亚,并为他建造了神庙,周围环绕着圣地;这片圣地被称为尼卡托雷翁(胜利者圣所)。
§1064Λυσίμαχον δὲ πυνθάνομαι, τῶν ὑπασπιστῶν ὄντα τῶν Ἀλεξάνδρου, παρατροχάσαι ποτὲ ἐπὶ πλεῖστον αὐτῷ, καὶ καμόντα, τῆς οὐρᾶς τοῦ βασιλέως ἵππου λαβόμενον, ἔτι συντρέχειν, πληγέντα δὲ ἐς τὸ μέτωπον ἐπὶ τὴν φλέβα τῷ τέλει τοῦ βασιλείου δόρατος αἱμορροεῖν· τὸν δὲ Ἀλέξανδρον, ἀπορίᾳ τελαμῶνος, τῷ διαδήματι αὐτοῦ τὸ τραῦμα περιδῆσαι, καὶ ἐμπλησθῆναι μὲν αἵματος τὸ διάδημα, τὸν δὲ Ἀλεξάνδρου μάντιν Ἀρίστανδρον φερομένῳ τῷ Λυσιμάχῳ καὶ ὧδε ἔχοντι ἐπειπεῖν ὅτι βασιλεύσει μὲν οὗτος ὁ ἀνήρ, βασιλεύσει δʼ ἐπιπόνως.
至于利西马科斯,我听闻当他是亚历山大的侍卫(持盾卫士)之一时,曾有一次陪着国王并肩奔跑了极长的距离,疲惫不堪时,他便揪住国王战马的尾巴继续奔跑,他的额头静脉却被国王长枪的底端(石突)击中而流血不止;亚历山大因没有绷带,便用自己的王冠(迪亚德玛)包扎了他的伤口,王冠上沾满了鲜血,而亚历山大的占卜师阿里斯坦德鲁斯看到被抬走且处于如此状态的利西马科斯,便预言说:此人必将成为国王,但将充满艰辛地统治。
ὁ μὲν δὴ καὶ ἐβασίλευσε τεσσαράκοντα ἔτη μάλιστα σὺν οἷς ἐσατράπευσε, καὶ ἐπιπόνως ἐβασίλευσε, καὶ ἑβδομηκοντούτης ὢν στρατευόμενος καὶ μαχόμενος ἔπεσεν.
事实上,他确实统治了大约四十年(包括他担任行省总督的时间),且统治充满艰辛,并在七十岁时在出征和战斗中阵亡。
εὐθὺς δʼ ἐπαναιρεθέντος αὐτῷ τοῦ Σελεύκου, κείμενον τὸ σῶμα τοῦ Λυσιμάχου κύων οἰκεῖος, ἐς πολὺ ὑπερμαχῶν, ἀλύμαντον ἐξ ὀρνέων καὶ θηρίων διεφύλασσε, μέχρι Θώραξ ὁ Φαρσάλιος εὑρὼν ἔθαψεν.
当塞琉古随即取代他取得统治权时,利西马科斯的一只家犬守护着他倒下的尸体,长时间拼死保护,使其免受鸟类和野兽的侵害,直到法萨卢斯的托拉克斯发现并安葬了它。
οἱ δὲ Ἀλέξανδρόν φασι θάψαι, τὸν αὐτοῦ Λυσιμάχου παῖδα, φυγόντα μὲν ὑπὸ δέους πρὸς Σέλευκον ὅτε Λυσίμαχος Ἀγαθοκλέα τὸν ἕτερον αὐτοῦ παῖδα ἀνεῖλεν, ἐρευνησάμενον δὲ ἐν τῷ τότε τὸ σῶμα, καὶ ἐκ τοῦ κυνὸς μάλιστα ἀνευρόντα ἤδη διεφθαρμένον.
也有人说是利西马科斯自己的儿子亚历山大(在利西马科斯杀害其另一个儿子阿加托克勒斯时,因害怕而逃往塞琉古处)在当时寻找尸体,尤其是在那只狗的指引下,找到了已经腐烂的遗体并予以安葬。
τὰ δὲ ὀστᾶ τοὺς Λυσιμαχέας ἐνθέσθαι τῷ σφετέρῳ ἱερῷ, καὶ τὸ ἱερὸν Λυσιμάχείον προσαγορεῦσαι.
利西马科亚人则将他的骨灰安置在他们自己的神庙中,并将该神庙称为利西马科翁。

词汇与语法注释

  1. §1062ὅτῳ κεραυνὸς ἐπίκλησις — 关系代词 ὅτῳ 相当于 ᾧ,表示与格的所有关系(意为“以凯劳诺斯为绰号的人”)。
  2. §1063παρὰ μοῖραν ὄλοιο — 短语 παρὰ μοῖραν 意为“违背命运”或“在定数之外(即非时而死)”,这是神谕中警告非正常死亡或夭折的经典用语。
  3. §1064τῷ τέλει τοῦ βασιλείου δόρατος — 此处的 τῷ τέλει 指的是长枪的“末端”或“石突”,而非枪尖。它描述了当国王疾驰时,其长枪的后底端意外击中尾随其后的利西马科斯额头的情形。
  4. §1064Λυσίμαχον δὲ πυνθάνομαι... αἱμορροεῖν — 这是由动词 πυνθάνομαι 引导的“带对格的不定式”结构(间接引语)。以对格的 Λυσίμαχον 为主语,后面连续跟有一系列不定式:παρατροχάσαι, αἱμορροεῖν, περιδῆσαι 和 ἐπειπεῖν。

引用这一段

阿庇安, 叙利亚战记 §1062-1064. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:1062-1064

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。