Humanitext Reader

阿庇安 · 叙利亚战记 §1059-1061

安条克对斯特拉托妮基的爱与塞琉古让妻

第 24 段,共 27 段 · 希腊语

内容简介

塞琉古通过医生埃拉西斯特拉托斯的机智发现了儿子安条克对继母斯特拉托妮基隐藏的致命爱慕。他慷慨地将妻子让给儿子,并分割了自己的帝国,派遣这对年轻夫妇前去统治上方的国土。

§1059τοιάδε μὲν ἐπυθόμην περὶ Σελευκείας·
关于塞琉西亚,我所听到的就是这些。
ὁ δὲ Σέλευκος τὸν υἱὸν Ἀντίοχον, περιὼν ἔτι, τῆς ἄνω γῆς βασιλεύειν ἀπέφηνεν ἀνθʼ ἑαυτοῦ.
当时,塞琉古在世时,便任命其子安条克代替自己统治上方的土地。
καὶ εἴ τῳ μεγαλόφρον εἶναι τόδε φαίνεται καὶ βασιλικόν, μεγαλοφρονέστερον ἔτι καὶ σοφώτερον ἤνεγκε τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν ἐς τὸ πάθος αὐτοῦ σωφροσύνην.
如果这在任何人看来都是宽宏大量且具有王者风范的,那么他对待其子的爱情以及他对自己情感的克制,则显得更为宽宏和明智。
ἤρα μὲν γὰρ ὀ Ἀντίοχος Στρατονίκης τῆς αὐτοῦ Σελεύκου γυναικός, μητρυιᾶς οἱ γενομένης καὶ παῖδα ἤδη τῷ Σελεύκῳ πεποιημένης, συγγιγνώσκων δὲ τὴν ἀθεμιστίαν τοῦ πάθους οὔτε ἐπεχείρει τῷ κακῷ οὔτε προύφερεν, ἀλλʼ ἐνόσει καὶ παρεῖτο καὶ ἑκὼν ἐς τὸν θάνατον συνήργει.
因为安条克爱上了塞琉古自己的妻子斯特拉托妮基,她已成为他的继母,并且已经为塞琉古生了孩子。 但他深知这种感情是不合礼法的,因此既不企图做任何坏事,也不向人提起,而是卧病在床,身体虚弱,甘愿走向死亡。
οὐδʼ ὁ περιώνυμος ἰατρὸς Ἐρασίστρατος, ἐπὶ μεγίσταις συντάξεσι Σελεύκῳ συνών, εἶχε τεκμήρασθαι τοῦ πάθους, μέχρι φυλάξας καθαρὸν ἐκ πάντων τὸ σῶμα, εἴκασεν εἶναι τῆς ψυχῆς τὴν νόσον, ᾗ δὴ καὶ ἐρρωμένῃ καὶ νοσούσῃ τὸ σῶμα συναίσθεται.
即使是拿着极高俸禄侍奉塞琉古的著名医生埃拉西斯特拉托斯,起初也无法推测出病因,直到他观察到其身体没有任何器质性疾病,才推测出这是灵魂的疾病,因为无论灵魂是强健还是生病,身体都会随之感应。
λύπας μὲν οὖν καὶ ὀργὰς καὶ ἐπιθυμίας ἄλλας ὁμολογεῖσθαι, ἔρωτα δʼ ἐπικρύπτεσθαι πρὸς τῶν σωφρόνων.
因为悲伤、愤怒和其他欲望通常会被显露,而爱情则会被自制的人隐瞒。
οὐδὲν δὲ οὐδʼ ὣς τοῦ Ἀντιόχου φράζοντος αὐτῷ λιπαροῦντι μαθεῖν ἐν ἀπορρήτῳ, παρεκαθέζετο καὶ ἐφύλασσε τὰς τοῦ σώματος μεταβολάς, ὅπως ἔχοι πρὸς ἕκαστον τῶν ἐσιόντων.
尽管如此,在安条克对极力想私下了解情况的医生一无所言时,医生便坐在他的身旁,观察他身体的变化,看他对每一个进来的人有什么反应。
ὡς δὲ ηὗρεν ἐπὶ μὲν τῶν ἄλλων σβεννύμενον ἀεὶ τὸ σῶμα καὶ μαραινόμενον ὁμαλῶς, ὅτε δὲ ἡ Στρατονίκη παρίοι πρὸς αὐτὸν ἐπισκεψομένη, τὴν μὲν γνώμην ὑπʼ αἰδοῦς καὶ συνειδότος τότε μάλιστα αὐτὸν ἐνοχλούμενον καὶ σιωπῶντα, τὸ δὲ σῶμα καὶ ἄκοντος αὐτοῦ θαλερώτερόν τε γιγνόμενον αὐτῷ καὶ ζωτικώτερον, καὶ αὖθις ἀπιούσης ἀσθενέστερον, ἔφη τῷ Σελεύκῳ τὸν υἱὸν ἀνιάτως ἔχειν αὐτῷ.
他发现,在其他人进来时,他的身体总是显得毫无生气,一律衰弱下去;但当斯特拉托妮基走近探望他时,他的心灵虽然因羞耻和自知之明而极其困扰并保持沉默,他的身体却违背其意愿地变得更红润、更有生机,而当她离去时又再次衰弱。 于是他告诉塞琉古,他的儿子患了不治之症。
ὑπεραλγήσαντος δὲ τοῦ βασιλέως καὶ ἐκβοήσαντος εἶπεν· ἔρως ἔστὶ τὸ πάθος, καὶ ἔρως γυναικός, ἀλλʼ ἀδύνατος.
当国王极度痛苦并喊叫起来时,医生说: “这病是爱情,而且是对一个女人的爱,但是无法实现的爱。
§1060Σελεύκου δὲ θαυμάσαντος εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος ὁ τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσίᾳ τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ νῦν ἀντὶ τῆς σωτηρίας εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν τίς ἔστι τὸ γύναιον, ὁ Ἐρασίστρατος ἔφη· τῆς ἐμῆς γυναικὸς ἐρᾷ.
” 塞琉古感到惊异,难道还有什么女人是亚洲之王塞琉古无法说服其嫁给这样一位儿子的吗? 无论是通过哀求、金钱、礼物,还是通过这整个庞大的帝国(这帝国本将传给这位生病的国王,而且如果现在有人愿意,为了拯救他也可以立即作为交换而赠送出去)。 他只要求知道这女子是谁,埃拉西斯特拉托斯便说: “他爱上了我的妻子。
καὶ ὁ Σέλευκος, εἶτʼ ὦ?̓γαθέ, ἔφη, φιλίας μὲν οὕτω καὶ χαρίτων ἔχων ἐφʼ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι νέον ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλʼ ὑπερόψει μὲν οὕτως Ἀντιόχον, ὑπερόψει δʼ ἐπʼ αὐτῷ καὶ Σέλευκον;
” 塞琉古说: “那么,我的好朋友,你对我们怀有如此深厚的友谊和恩情,且在美德和智慧上属于少数出类拔萃的人,难道你不能为我拯救一个年轻且有王者之风的人吗? 他是朋友和国王的儿子,虽然不幸却能克制自己,隐瞒病痛,甚至认为死亡比这更可取。 难道你就要这样漠视安条克,并因此连塞琉古也一同漠视吗?
ὁ δʼ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι μηδʼ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντιόχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν γυναῖκα.
” 而医生反驳说,这是一个无法逃避的道理,因为即使你是父亲,如果安条克爱上的是你的妻子,你也不会把妻子让给他的。
ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλείους θεοὺς ὁ Σέλευκος, ἦ μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς.
此时塞琉古指着所有王室的神明起誓,他确实会心甘情愿、高高兴兴地把妻子让出来,并让这成为一个好父亲对一个自制、能克制恶念且不配遭受此不幸的儿子的深厚关怀的美谈。
πολλά τε ὅμοια ἐπενεγκών, ἤρξατο ἄχθεσθαι ὅτι μὴ αὐτὸς αὐτῷ γίγνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου.
他说了许多类似的话,并开始感到难过,因为他自己不能成为他不幸儿子的医生,反而在这些事上还要恳求埃拉西斯特拉托斯。
§1061ὁ δʼ ἐπεὶ κατεῖδε τὴν ὁρμὴν τοῦ βασιλέως ἔργον ὑποφαίνουσαν, οὐχ ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος, καὶ ὅπως αὐτὸ εὕροι κρυπτόμενον διηγεῖτο.
医生看到国王的这一冲动表现出的是实际行动,而非虚情假意,便揭示了这一病痛的真相,并讲述了他是如何发现这被隐藏的感情的。
Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δʼ ἐπʼ ἐκείνῳ τὴν γυναῖκα·
塞琉古感到高兴,但说服儿子是一件难事,在此之后说服妻子也是一件难事。
ὡς δʼ ἔπεισε, τὴν στρατιὰν συναγαγών, αἰσθομένην ἴσως ἤδη τι τούτων, κατελογίζετο μὲν αὐτοῖς τὰ ἔργα τὰ ἑαυτοῦ καὶ τὴν ἀρχήν, ὅτι δὴ μάλιστα τῶν Ἀλεξάνδρου διαδόχων ἐπὶ μήκιστον προαγάγοι· διὸ καὶ γηρῶντι ἤδη δυσκράτητον εἶναι διὰ τὸ μέγεθος.
当他说服他们后,召集了或许已经察觉到某些端倪的军队,向他们历数了自己的功绩和帝国,说明自己在亚历山大的继承者中是将帝国扩张得最远的人;因此,对于已经年迈的他来说,由于帝国庞大而难以统治。
ἐθέλω δέ, ἔφη, διελεῖν τὸ μέγεθος ἐς τὴν ὑμετέραν τοῦ μέλλοντος ἀμεριμνίαν, καὶ τὸ μέρος ἤδη δοῦναι τοῖς ἐμοῖς φιλτάτοις.
“我希望,”他说,“分割这庞大的帝国,以确保你们未来的无忧无虑,并将这一部分立即赐予我最亲爱的人。
δίκαιοι δʼ ἐστέ μοι πάντες ἐς πάντα συνεργεῖν, οἳ ἐς τοσοῦτον ἀρχῆς καὶ δυνάμεως ηὐξήθητε ὑπʼ ἐμοῦ μετʼ Ἀλέξανδρον.
你们所有人都有义务在一切事上与我合作,因为在亚历山大之后,是由于我,你们才被提升到如此庞大的统治和力量中。
φίλτατοι δʼ εἰσί μοι καὶ ἀρχῆς ἄξιοι τῶν τε παίδων ὁ τέλειος ἤδη καὶ ἡ γυνή.
对我而言最亲爱且配得上统治的,是已经成年的儿子和我的妻子。
ἤδη δʼ αὐτοῖς καὶ παῖδες, ὡς νέοις, γένοιντο ταχέως, καὶ πλέονες φύλακες ὑμῖν τῆς ἡγεμονίας εἶεν.
愿他们这些年轻人能尽快生下子嗣,从而为你们增加更多王权的守护者。
ἁρμόζω σφίσιν ἀλλήλους ἐφʼ ὑμῶν, καὶ πέμπω βασιλέας εἶναι τῶν ἐθνῶν ἤδη τῶν ἄνω.
我在你们面前让他们结合,并派遣他们现在就去作上方诸族的国王。
καὶ οὐ Περσῶν ὑμῖν ἔθη καὶ ἑτέρων ἐθνῶν μᾶλλον ἢ τόνδε τὸν κοινὸν ἅπασιν ἐπιθήσω νόμον, ἀεὶ δίκαιον εἶναι τὸ πρὸς βασιλέως ὁριζόμενον.
我不会将波斯人或其他民族的习俗强加给你们,而是要确立这条对所有人通用的法律:‘国王所规定的一切,永远是公正的。
ὁ μὲν δὴ οὕτως εἶπεν, ἡ στρατιὰ δὲ ὡς βασιλέα τε τῶν ἐπὶ Ἀλεξάνδρῳ μέγιστον καὶ πατέρα ἄριστον ηὐφήμει καὶ ὁ Σέλευκος Στρατονίκῃ καὶ τῷ παιδὶ τὰ αὐτὰ προστάξας ἐζεύγνυ τὸν γάμον καὶ ἐπὶ τὴν βασιλείαν ἐξέπεμψεν, ἔργον ἀοίδιμον τόδε καὶ δυνατώτερον τῶν ἐν πολέμοις αὐτῷ γενομένων ἐργασάμενος.
’” 他这样说完,军队便欢呼他为亚历山大之后最伟大的国王和最好的父亲;塞琉古也向斯特拉托妮基和他的儿子下达了同样的指示,为他们主持了婚礼,并送他们前往他们的王国,完成了一件比他在战争中所取得的任何成就都更伟大、更值得传颂的事业。

词汇与语法注释

  1. 1059τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν ἐς τὸ πάθος αὐτοῦ σωφροσύνην — 代词 αὐτοῦ 的指代具有模糊性。若指其子安条克,则意为“他(儿子)对这种激情的克制”;若指父亲塞琉古,则意为“他(塞琉古)对此激情的理智/宽容态度”。结合前文“以更宽宏和明智的方式对待”,此处应理解为塞琉古对儿子克制情感的理解与尊重。
  2. 1059ὅπως ἔχοι πρὸς ἕκαστον τῶν ἐσιόντων — ὅπως 引导的从句是动词 ἐφύλασσε(观察)的宾语,构成间接疑问从句。由于主句动词为过去时(未完成过去时),根据时态与语气的呼应规则,此处使用祈愿语气(ἔχοι)代替直陈语气(ἔχει)。
  3. 1060Σελεύκου δὲ θαυμάσαντος — 这是一个极长的属格绝对结构,主要分词是 θαυμάσαντος 以及 1060 接近末尾处的 ἀξιοῦντος。在这一结构中,嵌套了间接疑问句 εἴ τινα μὴ δύναιτο... 以及修饰帝国的关系从句和分词短语,使得主句主语 Ἐρασίστρατος 的出现被大幅延迟。
  4. 1061δίκαιοι δʼ ἐστέ μοι πάντες ἐς πάντα συνεργεῖν — 这是 δίκαιός εἰμι 搭配不定式(συνεργεῖν)的人称构文(personal construction),用来替代非人称构文(δίκαιόν ἐστιν)。逻辑上的主语被提升为主句的主语(πάντες),意为“你们所有人理应协助我……”。

引用这一段

阿庇安, 叙利亚战记 §1059-1061. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:1059-1061

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。