§1059τοιάδε μὲν ἐπυθόμην περὶ Σελευκείας·
セレウケイアについてはこのようなことを私は聞き及んだ。
ὁ δὲ Σέλευκος τὸν υἱὸν Ἀντίοχον, περιὼν ἔτι, τῆς ἄνω γῆς βασιλεύειν ἀπέφηνεν ἀνθʼ ἑαυτοῦ.
さて、セレウコスはまだ生存しているうちに、息子のアンティオコスを自分の代わりに上方の地の王に任命した。
καὶ εἴ τῳ μεγαλόφρον εἶναι τόδε φαίνεται καὶ βασιλικόν, μεγαλοφρονέστερον ἔτι καὶ σοφώτερον ἤνεγκε τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν ἐς τὸ πάθος αὐτοῦ σωφροσύνην.
そして、もしこのことが誰かにとって寛大で王者にふさわしいことと思われるならば、彼は息子の恋と、その情熱に対する彼自身の分別のあり方を、いっそう寛大かつ賢明に受け止めた。
ἤρα μὲν γὰρ ὀ Ἀντίοχος Στρατονίκης τῆς αὐτοῦ Σελεύκου γυναικός, μητρυιᾶς οἱ γενομένης καὶ παῖδα ἤδη τῷ Σελεύκῳ πεποιημένης, συγγιγνώσκων δὲ τὴν ἀθεμιστίαν τοῦ πάθους οὔτε ἐπεχείρει τῷ κακῷ οὔτε προύφερεν, ἀλλʼ ἐνόσει καὶ παρεῖτο καὶ ἑκὼν ἐς τὸν θάνατον συνήργει.
というのも、アンティオコスはセレウコス自身の妻であり、彼にとっては義母にあたり、すでにセレウコスとの間に子供をもうけていたストラトニケを愛していたからである。 彼はその情熱の不法さを自覚していたため、その悪徳に手を染めることも、それを口にすることもなく、病に伏せ、衰弱し、自ら進んで死を招こうとしていた。
οὐδʼ ὁ περιώνυμος ἰατρὸς Ἐρασίστρατος, ἐπὶ μεγίσταις συντάξεσι Σελεύκῳ συνών, εἶχε τεκμήρασθαι τοῦ πάθους, μέχρι φυλάξας καθαρὸν ἐκ πάντων τὸ σῶμα, εἴκασεν εἶναι τῆς ψυχῆς τὴν νόσον, ᾗ δὴ καὶ ἐρρωμένῃ καὶ νοσούσῃ τὸ σῶμα συναίσθεται.
セレウコスに多額の報酬で仕えていた、かの高名な医師エラシストラトスでさえ、ついに身体がすべての疾患から免れていることを見極めて、それが魂の病であると推測するまでは、その病因を推し量ることができなかった。 魂が健全であれ病んであれ、身体はそれに共鳴するものだからである。
λύπας μὲν οὖν καὶ ὀργὰς καὶ ἐπιθυμίας ἄλλας ὁμολογεῖσθαι, ἔρωτα δʼ ἐπικρύπτεσθαι πρὸς τῶν σωφρόνων.
悲しみや怒り、その他の欲望は表に現れるが、愛は分別の利く人々によって秘められるものだからである。
οὐδὲν δὲ οὐδʼ ὣς τοῦ Ἀντιόχου φράζοντος αὐτῷ λιπαροῦντι μαθεῖν ἐν ἀπορρήτῳ, παρεκαθέζετο καὶ ἐφύλασσε τὰς τοῦ σώματος μεταβολάς, ὅπως ἔχοι πρὸς ἕκαστον τῶν ἐσιόντων.
それでもなお、アンティオコスが秘密裏に聞き出そうと懇願する医師に対して何も語らなかったため、医師は彼の傍らに座り、見舞いに来る人々の一人一人に対して彼がどのような身体の変化を示すかを観察した。
ὡς δὲ ηὗρεν ἐπὶ μὲν τῶν ἄλλων σβεννύμενον ἀεὶ τὸ σῶμα καὶ μαραινόμενον ὁμαλῶς, ὅτε δὲ ἡ Στρατονίκη παρίοι πρὸς αὐτὸν ἐπισκεψομένη, τὴν μὲν γνώμην ὑπʼ αἰδοῦς καὶ συνειδότος τότε μάλιστα αὐτὸν ἐνοχλούμενον καὶ σιωπῶντα, τὸ δὲ σῶμα καὶ ἄκοντος αὐτοῦ θαλερώτερόν τε γιγνόμενον αὐτῷ καὶ ζωτικώτερον, καὶ αὖθις ἀπιούσης ἀσθενέστερον, ἔφη τῷ Σελεύκῳ τὸν υἱὸν ἀνιάτως ἔχειν αὐτῷ.
そして、他の人々に対しては彼の身体が常に生気を失い、一様に衰えていくのに対し、ストラトニケが彼を見舞いに近づくときには、彼の心は羞恥と罪悪感からそのとき最もかき乱されて沈黙しているものの、身体は彼の意志に反して活気と生気を取り戻し、彼女が去ると再び弱まりゆくのを発見した。 そこで医師は、彼の息子が不治の病にかかっているとセレウコスに告げた。
ὑπεραλγήσαντος δὲ τοῦ βασιλέως καὶ ἐκβοήσαντος εἶπεν·
王が深く悲しみ、叫び声を上げると、医師は言った。
ἔρως ἔστὶ τὸ πάθος, καὶ ἔρως γυναικός, ἀλλʼ ἀδύνατος.
「その病は恋であり、ある女性への恋ですが、不可能な恋なのです。
§1060Σελεύκου δὲ θαυμάσαντος εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος ὁ τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσίᾳ τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ νῦν ἀντὶ τῆς σωτηρίας εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν τίς ἔστι τὸ γύναιον, ὁ Ἐρασίστρατος ἔφη·
」セレウコスは、アジアの王であるセレウコスが、これほど優れた息子の婚礼のために、哀願や金銭、贈り物、あるいはこれほど広大な帝国(これは病床にあるこの王に引き継がれるものであり、彼の救いと引き換えに今すぐ望む者がいれば与えられるものでもある)をもってしても説得できない女性などいるのだろうかと怪しみ、ただその女性が誰であるかを知りたいと求めた。 すると、エラシストラトスは言った。
τῆς ἐμῆς γυναικὸς ἐρᾷ.
「彼は私の妻を愛しているのです。
καὶ ὁ Σέλευκος,
εἶτʼ ὦ?̓γαθέ,
ἔφη,
φιλίας μὲν οὕτω καὶ χαρίτων ἔχων ἐφʼ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι νέον ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλʼ ὑπερόψει μὲν οὕτως Ἀντιόχον, ὑπερόψει δʼ ἐπʼ αὐτῷ καὶ Σέλευκον;
」するとセレウコスは言った。 「それなら、わが友よ。 私たちに対してこれほどの友情と好意を抱き、徳と知恵において稀な人物でありながら、友であり王である者の息子であり、不運でありながらも理性を保ち、その苦しみを隠し、自らの死を望んでいるこの若き高貴な男を、私に救ってくれないというのか。 あなたはアンティオコスをこのように見殺しにし、彼とともにセレウコスをも見捨てるというのか。
ὁ δʼ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι μηδʼ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντιόχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν γυναῖκα.
」医師は反論して、逃れられない言葉を告げた。 あなたが父親であっても、もしアンティオコスがあなたの妻を愛していたなら、彼にその妻を譲りはしなかっただろう、と。
ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλείους θεοὺς ὁ Σέλευκος, ἦ μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς.
そこでセレウコスは、王家のすべての神々に誓って、自分なら自ら進んで喜びの内に妻を譲り、理性的で自制心があり、不運に遭うにふさわしくない息子に対する良き父親の深い愛情の美しい物語となるだろう、と断言した。
πολλά τε ὅμοια ἐπενεγκών, ἤρξατο ἄχθεσθαι ὅτι μὴ αὐτὸς αὐτῷ γίγνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου.
そして多くの同様の言葉を重ね、不運な息子にとって自分が医者となってやれず、このことにまでもエラシストラトスの助けを必要としていることを嘆き始めた。
§1061ὁ δʼ ἐπεὶ κατεῖδε τὴν ὁρμὴν τοῦ βασιλέως ἔργον ὑποφαίνουσαν, οὐχ ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος, καὶ ὅπως αὐτὸ εὕροι κρυπτόμενον διηγεῖτο.
医師は、王の熱意が演技ではなく本心からの行動を示しているのを見抜くと、その真相を明かし、どのようにして隠されていたその情熱を見つけ出したかを語った。
Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δʼ ἐπʼ ἐκείνῳ τὴν γυναῖκα·
セレウコスは喜んだが、息子を説得するのは一仕事であり、その上で妻を説得するのもまた一仕事であった。
ὡς δʼ ἔπεισε, τὴν στρατιὰν συναγαγών, αἰσθομένην ἴσως ἤδη τι τούτων, κατελογίζετο μὲν αὐτοῖς τὰ ἔργα τὰ ἑαυτοῦ καὶ τὴν ἀρχήν, ὅτι δὴ μάλιστα τῶν Ἀλεξάνδρου διαδόχων ἐπὶ μήκιστον προαγάγοι· διὸ καὶ γηρῶντι ἤδη δυσκράτητον εἶναι διὰ τὸ μέγεθος.
しかし、説得を果たすと、すでにこれらのことをいくらか察していたであろう軍隊を招集し、彼らに自身の業績と帝国について語り、アレクサンドロスの後継者たちの中で誰よりも自分の帝国を最大に拡大したこと、それゆえに老境に入った自分にとって、その大きさゆえに統治が困難になっていることを説明した。
ἐθέλω δέ,
ἔφη,
διελεῖν τὸ μέγεθος ἐς τὴν ὑμετέραν τοῦ μέλλοντος ἀμεριμνίαν, καὶ τὸ μέρος ἤδη δοῦναι τοῖς ἐμοῖς φιλτάτοις.
「私は」と彼は言った。 「皆さんの将来の安寧のために、この広大な領土を分割し、その一部を今すぐ私の最も愛する者たちに与えたいと思う。
δίκαιοι δʼ ἐστέ μοι πάντες ἐς πάντα συνεργεῖν, οἳ ἐς τοσοῦτον ἀρχῆς καὶ δυνάμεως ηὐξήθητε ὑπʼ ἐμοῦ μετʼ Ἀλέξανδρον.
アレクサンドロスの後、私によってこれほど偉大な支配と力にまで高められた皆さん全員が、私にあらゆる面で協力するのは当然のことである。
φίλτατοι δʼ εἰσί μοι καὶ ἀρχῆς ἄξιοι τῶν τε παίδων ὁ τέλειος ἤδη καὶ ἡ γυνή.
私にとって最も愛すべき者であり、支配に値するのは、すでに成人した息子と、私の妻である。
ἤδη δʼ αὐτοῖς καὶ παῖδες, ὡς νέοις, γένοιντο ταχέως, καὶ πλέονες φύλακες ὑμῖν τῆς ἡγεμονίας εἶεν.
若い二人にはすぐに子供たちも生まれ、皆さんにとって王権の守護者がさらに増えることになるだろう。
ἁρμόζω σφίσιν ἀλλήλους ἐφʼ ὑμῶν, καὶ πέμπω βασιλέας εἶναι τῶν ἐθνῶν ἤδη τῶν ἄνω.
私は皆さんの前で二人を夫婦とし、彼らを上方の諸民族の王として今送り出す。
καὶ οὐ Περσῶν ὑμῖν ἔθη καὶ ἑτέρων ἐθνῶν μᾶλλον ἢ τόνδε τὸν κοινὸν ἅπασιν ἐπιθήσω νόμον, ἀεὶ δίκαιον εἶναι τὸ πρὸς βασιλέως ὁριζόμενον.
そして、ペルシア人や他の民族の習慣を押し付けるのではなく、すべての人に共通するこの法を課そう。 『王によって定められたことは、常に正しい』という法を。
ὁ μὲν δὴ οὕτως εἶπεν, ἡ στρατιὰ δὲ ὡς βασιλέα τε τῶν ἐπὶ Ἀλεξάνδρῳ μέγιστον καὶ πατέρα ἄριστον ηὐφήμει καὶ ὁ Σέλευκος Στρατονίκῃ καὶ τῷ παιδὶ τὰ αὐτὰ προστάξας ἐζεύγνυ τὸν γάμον καὶ ἐπὶ τὴν βασιλείαν ἐξέπεμψεν, ἔργον ἀοίδιμον τόδε καὶ δυνατώτερον τῶν ἐν πολέμοις αὐτῷ γενομένων ἐργασάμενος.
」彼がこのように語ると、軍隊は彼をアレクサンドロス以降で最大の王であり、最高の父親であるとして歓呼した。 そしてセレウコスは、ストラトニケと息子に同様のことを命じた上で、婚礼を執り行い、彼らを王国へと送り出した。 こうして、彼は戦争における自身のいかなる偉業よりも力強く、語り継がれるべき偉業を成し遂げたのである。