Humanitext Reader

阿庇安 · 叙利亚战记 §957-958

塞琉古的神力与建城及吉兆

第 23 段,共 27 段 · 希腊语

内容简介

本段记述了亚历山大死后塞琉古夺取政权的过程、其超凡的膂力传说以及他在各处建立的诸多城市。此外,还讲述了创建塞琉西亚时发生的雷电显灵,以及祭司们虽企图隐瞒吉时却因神意使军队在最吉祥的时刻自发开工的奇妙经历。

§957τοσαῦτα μὲν δὴ περὶ τῶν Σελεύκῳ προμαντευθέντων ἐπυθόμην·
关于为塞琉古所预言的事,我所听到的就是这些。
γίγνεται δʼ εὐθὺς Ἀλεξάνδρου μεταστάντος ἡγεμὼν τῆς ἵππου τῆς ἑταιρικῆς ἧς δὴ καὶ Ἡφαιστίων ἡγήσατο Ἀλεξάνδρῳ καὶ ἐπὶ Ἡφαιστίωνι Περδίκκας, μετὰ δὲ τὴν ἵππον σατράπης τε τῆς Βαβυλωνίας καὶ βασιλεὺς ἐπὶ τῇ σατραπείᾳ.
亚历山大离世后,他随即成为了近卫骑兵队的指挥官,这支骑兵队曾由赫菲斯提翁为亚历山大统帅,在赫菲斯提翁之后则由佩尔迪卡斯统帅。 在骑兵队之后,他又成为了巴比伦尼亚的总督,并在该总督辖区内称王。
γενομένῳ δὲ αὐτῷ τὰ ἐς πολέμους ἐπιτυχεστάτῳ Νικάτωρ ἐπώνυμον γίγνεται· τῷδε γὰρ ἀρέσκομαι μᾶλλον τοῦ Νικάτορα κτεῖναι.
由于他在战争中极其成功,因而获得了“尼卡托(征服者)”的称号;因为比起他杀死了尼卡托这一说法,我更倾向于这一个解释。
καὶ τὸ σῶμα ὄντι εὐρώστῳ τε καὶ μεγάλῳ, καὶ ταῦρον ἄγριον ἐν Ἀλεξάνδρου θυσίᾳ ποτὲ ἐκθορόντα τῶν δεσμῶν ὑποστάντι μόνῳ καὶ ταῖς χερσὶ μόναις κατειργασμένῳ, προστιθέασιν ἐς τοὺς ἀνδριάντας ἐπὶ τῷδε κέρατα.
又因为他身体强健、体型魁梧,且曾在亚历山大的一次祭祀中,独自挡住并仅凭双手制服了一头挣脱羁绊而跳出来的野牛,所以人们出于这一原因,在其雕像上为他加上了牛角。
πόλεις δὲ ᾤκισεν ἐπὶ τὸ μῆκος τῆς ἀρχῆς ὅλης ἑκκαίδεκα μὲν Ἀντιοχείας ἐπὶ τῷ πατρί, πέντε δὲ ἐπὶ τῇ μητρὶ Λαοδικείας, ἐννέα δʼ ἐπωνύμους ἑαυτοῦ, τέσσαρας δʼ ἐπὶ ταῖς γυναιξί, τρεῖς Ἀπαμείας καὶ Στρατονίκειαν μίαν.
他在整个帝国境内兴建了许多城市:以其父命名的安条克共十六座,以其母命名的拉奥迪基亚共五座,以他自己命名的共九座,以其妻子们命名的共四座(三座阿帕米亚和一座斯特拉托妮基亚)。
καὶ εἰσὶν αὐτῶν ἐπιφανέσταται καὶ νῦν Σελεύκειαι μὲν ἥ τε ἐπὶ τῇ θαλάσσῃ καὶ ἡ ἐπὶ τοῦ Τίγρητος ποταμοῦ, Λαοδίκεια δὲ ἡ ἐν τῇ Φοινίκῃ καὶ Ἀντιόχεια ἡ ὑπὸ τῷ Λιβάνῳ ὄρει καὶ ἡ τῆς Συρίας Ἀπάμεια.
其中至今最著名的,是临海的塞琉西亚和底格里斯河畔的塞琉西亚,以及腓尼基的拉奥迪基亚、黎巴嫩山下的安条克和叙利亚的阿帕米亚。
τὰς δὲ ἄλλας ἐκ τῆς Ἑλλάδος ἢ Μακεδονίας ὠνόμαζεν, ἢ ἐπὶ ἔργοις ἑαυτοῦ τισιν, ἢ ἐς τιμὴν Ἀλεξάνδρου τοῦ βασιλέως· ὅθεν ἔστιν ἐν τῇ Συρίᾳ καὶ τοῖς ὑπὲρ αὐτὴν ἄνω βαρβάροις πολλὰ μὲν Ἑλληνικῶν πολλὰ δὲ Μακεδονικῶν πολισμάτων ὀνόματα, Βέρροια, Ἔδεσσα, Πέρινθος, Μαρώνεια, Καλλίπολις, Ἀχαΐα, Πέλλα, Ὠρωπός, Ἀμφίπολις, Ἀρέθουσα, Ἀστακός, Τεγέα, Χαλκίς, Λάρισα, Ἥραια, Ἀπολλωνία, ἐν δὲ τῇ Παρθυηνῇ Σώτειρα, Καλλιόπη, Χάρις, Ἑκατόμπυλος, Ἀχαΐα, ἐν δʼ Ἰνδοῖς Ἀλεξανδρόπολις, ἐν δὲ Σκύθαις Ἀλεξανδρέσχατα.
其余的城市,他或是以希腊或马其顿的地名命名,或是以他自己的某些功绩命名,或是为了纪念国王亚历山大;因此在叙利亚以及其上方的内陆蛮族地区,有许多希腊和马其顿城镇的名字:贝罗埃亚、埃德萨、佩林托斯、马罗内亚、卡利波利斯、亚该亚、佩拉、奥罗波斯、安菲波利斯、阿雷图萨、阿斯塔科斯、特格亚、哈尔基斯、拉里萨、赫赖亚、阿波罗尼亚;在帕提亚地区有索泰拉、卡利奥佩、哈里斯、百门城、亚该亚;在印度地区有亚历山大里亚-波利斯,在塞人地区有最远的亚历山大里亚。
καὶ ἐπὶ ταῖς αὐτοῦ Σελεύκου νίκαις ἔστι Νικηφόριόν τε ἐν τῇ Μεσοποταμίᾳ καὶ Νικόπολις ἐν Ἀρμενίᾳ τῇ ἀγχοτάτω μάλιστα Καππαδοκίας.
此外,为了纪念塞琉古自身的胜利,在美索不达米亚有尼克福里翁,在最接近卡帕多西亚的亚美尼亚有尼科波利斯。
§958φασὶ δὲ αὐτῷ τὰς Σελευκείας οἰκίζοντι, τὴν μὲν ἐπὶ τῇ θαλάσσῃ, διοσημίαν ἡγήσασθαι κεραυνοῦ, καὶ διὰ τοῦτο θεὸν αὐτοῖς κεραυνὸν ἔθετο, καὶ θρησκεύουσι καὶ ὑμνοῦσι καὶ νῦν κεραυνόν·
据说,当他兴建这些塞琉西亚城市时,对于临海的那座,雷电的显灵指引了他,因此他将雷电确立为他们的神,人们至今仍在崇拜并歌颂雷电。
ἐς δὲ τὴν ἐπὶ τοῦ Τίγρητος ἡμέραν ἐπιλέξασθαι τοὺς μάγους κελευομένους, καὶ τῆς ἡμέρας ὥραν, ᾗ τῶν θεμελίων ἄρξασθαι τῆς ὀρυχῆς ἔδει, ψεύσασθαι τὴν ὥραν τοὺς μάγους, οὐκ ἐθέλοντας ἐπιτείχισμα τοιόνδε σφίσι γενέσθαι.
而对于底格里斯河畔的那座,当祭司们被命令选择开始挖掘地基的日子和一天中的时辰时,祭司们在时辰上撒了谎,因为他们不希望这样一座针对他们的要塞被建立起来。
καὶ Σέλευκος μὲν ἐν τῇ σκηνῇ τὴν δεδομένην ὥραν ἀνέμενεν, ὁ δὲ στρατὸς ἐς τὸ ἔργον ἕτοιμος, ἀτρεμῶν ἔστε σημήνειεν ὁ Σέλευκος, ἄφνω κατὰ τὴν αἰσιωτέραν ὥραν δόξαντές τινα κελεύειν ἐπὶ τὸ ἔργον ἀνεπήδησαν, ὡς μηδὲ τῶν κηρύκων ἐρυκόντων ἔτι ἀνασχέσθαι.
塞琉古在帐篷里等待着选定的时辰,而军队也做好了工作的准备,静待塞琉古发出信号。 然而突然间,在那个更为吉祥的时辰,士兵们仿佛觉得有人命令他们一般,纷纷跳起来投入工作,以至于连传令官们也无法阻拦。
τὸ μὲν δὴ ἔργον ἐξετετέλεστο, Σελεύκῳ δὲ ἀθύμως ἔχοντι, καὶ τοὺς μάγους αὖθις ἀνακρίνοντι περὶ τῆς πόλεως, ἄδειαν αἰτήσαντες ἔλεγον οἱ μάγοι· τὴν πεπρωμένην ὦ βασιλεῦ μοῖραν, χείρονά τε καὶ κρείσσονα, οὐκ ἔστιν οὔτε ἀνδρὸς οὔτε πόλεως ἐναλλάξαι.
工作确实完成了。 塞琉古感到沮丧,并再次就这座城市拷问祭司们,祭司们在请求免罪后说道:“国王啊,无论是好是坏,注定的命运是人和城市都无法改变的。
μοῖρα δέ τις καὶ πόλεών ἐστιν ὥσπερ ἀνδρῶν.
城市和人一样,都有其独特的命运。
καὶ τήνδε χρονιωτάτην μὲν ἐδόκει τοῖς θεοῖς γενέσθαι, ἀρχομένην ἐκ τῆσδε τῆς ὥρας ἧς ἐγένετο·
而神明认为,这座城市若从它实际开始的这个时辰动工,将会是最长寿的。
δειμαίνοντες δʼ ἡμεῖς ὡς ἐπιτείχισμα ἡμῖν ἐσομένην, παρεφέρομεν τὸ πεπρωμένον.
但我们因害怕它成为针对我们的要塞,所以试图转移注定的命运。
τὸ δὲ κρεῖσσον ἦν καὶ μάγων πανουργούντων καὶ βασιλέως ἀγνοοῦντος αὐτό.
然而,神意战胜了祭司的诡计和国王的无知。
τοιγάρτοι τὸ δαιμόνιον τὰ αἰσιώτερα τῷ στρατῷ προσέταξεν.
因此,神灵将更为吉祥的兆头赐予了军队。
καὶ τοῦτο ἔνι σοι καταμαθεῖν ὧδε, ἵνα μή τι καὶ νῦν ἡμᾶς ἔτι τεχνάζειν ὑπονοῇς. αὐτός τε γὰρ ὁ βασιλεὺς σὺ τῷ στρατῷ παρεκάθησο, καὶ τὸ κέλευσμα αὐτὸς ἐδεδώκεις ἀναμένειν· καὶ ὁ εὐπειθέστατος ὤν σοι πρὸς κινδύνους καὶ πόνους οὐκ ἠνέσχετο νῦν οὐδὲ ἀναπαύσεως ἐπιτάγματος, ἀλλʼ ἀνέθορεν, οὐδὲ ἀνὰ μέρος ἀλλʼ ἀθρόως, ἐπιστάταις αὐτοῖς, καὶ ἐνόμιζε κεκελεῦσθαι.
您可以从以下这件事中明白这一点,以免您怀疑我们至今仍在施展诡计:您这位国王亲自坐在军队旁,您自己下达了等待的命令;而那些在面对危险和劳苦时对您最顺从的人,此刻却连休息的命令也无法忍受,而是连同监督官们一起,不是陆陆续续而是成群结队地跳了起来,坚信自己得到了命令。
καὶ ἐκεκέλευστο δή· διόπερ οὐδὲ σοῦ κατερύκοντος αὐτοὺς ἔτι ἐπείθοντο.
而且他们确实得到了命令;因此,即使您阻拦他们,他们也不再听从。
τί ἂν οὖν βασιλέως ἐν ἀνθρώποις εἴη καρτερώτερον ἄλλο θεοῦ;
在人类之中,除了神之外,还有什么比国王更有力量的呢?
ὃς τῆς σῆς γνώμης ἐπεκράτησε, καὶ ἡγεμόνευσέ σοι τῆς πόλεως ἀντὶ ἡμῶν, δυσμεναίνων ἡμῖν τε καὶ γένει παντὶ τῷ περιοίκῳ.
是神战胜了您的意愿,代替我们为您指引了城市,神对我们以及周围的所有民族怀有敌意。
ποῦ γὰρ ἔτι τὰ ἡμέτερα ἰσχύσει, δυνατωτέρου γένους παρῳκισμένου;
因为当一个更强大的民族在邻近定居时,我们的力量还能在何处发挥呢?
ἡ μὲν δὴ πόλις σοι γέγονε σὺν τύχῃ καὶ μεγιστεύσει καὶ χρόνιος ἔσται· σὺ δὲ ἡμῖν, ἐξαμαρτοῦσιν ὑπὸ δέους οἰκείων ἀγαθῶν ἀφαιρέσεως, τὴν συγγνώμην βεβαίου.
因此,您的城市已在幸运中诞生,它将成为最大且长存的城市;而对于我们这些因害怕失去自身利益而犯错的人,请您确证您的宽恕。
ταῦτα τῶν μάγων εἰπόντων ὁ βασιλεὺς ἥσθη καὶ συνέγνω.
”祭司们说完这些话,国王感到欣喜并宽恕了他们。

词汇与语法注释

  1. 957τοῦ Νικάτορα κτεῖναι — 这是与比较级副词 μᾶλλον 连用的比较属格,将前文指示代词 τῷδε(与格)所指的内容与后文带冠词不定式的属格 τοῦ κτεῖναι 所指的内容进行对比。意思是“比起他杀死了尼卡托这一解释,我更倾向于这一个”。
  2. 957τὸ σῶμα — 这是表示关系(或方面)的宾格,修饰与格分词 ὄντι(以及修饰它的形容词 εὐρώστῳ τε καὶ μεγάλῳ)。它在结构上与前一句的与格代词 αὐτῷ 相照应,意思是“对于身体强健且高大的他(塞琉古)而言”。
  3. 958παρεφέρομεν — 动词 παραφέρω 的未完成过去时,在此作为“尝试”的未完成过去时(conative imperfect)使用,表示一种尝试过但最终未果的意图,即“我们曾试图转移注定的命运”。
  4. 958ἐπιστάταις αὐτοῖς — 代词 αὐτός 的与格与名词连用,表示伴随或包括(“连同……一起”、“连监督官们在内”)的惯用表达,意为“他们连同监督官们自己也一起(跳了起来)”。

引用这一段

阿庇安, 叙利亚战记 §957-958. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:957-958

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。