Humanitext Reader

阿庇安 · 伊利里亚战记 §416-418

奥古斯都平定阿尔卑斯及周边诸部落

第 6 段,共 10 段 · 希腊语

内容简介

奥古斯都彻底平定了伊利里亚和阿尔卑斯地区的各个部落,通过灵活的战术和围困饥饿手段,成功使顽强抵抗的萨拉索伊人和阿尔卑斯山那边的亚波德斯人屈服。

§416ὁ δὲ Σεβαστὸς πάντα ἐχειρώσατο ἐντελῶς, καὶ ἐν παραβολῇ τῆς ἀπραξίας Ἀντωνίου κατελογίσατο τῇ βουλῇ τὴν Ἰταλίαν ἡμερῶσαι δυσμάχων ἐθνῶν θαμινὰ ἐνοχλούντων.
奥古斯都完全征服了所有地区,并且与安东尼的无所作为相比,他向元老院表功说,在好战部落频繁袭扰的情况下,他平定了意大利。
Ὀξυαίους μὲν δὴ καὶ Περθεηνάτας καὶ Βαθιάτας καὶ Ταυλαντίους καὶ Καμβαίους καὶ Κινάμβρους καὶ Μερομέννους καὶ Πυρισσαίους εἷλε διʼ ὅλης πείρας· ἔργῳ δὲ μείζονι ἐλήφθησαν, καὶ φόρους ὅσους ἐξέλιπον ἠναγκάσθησαν ἀποδοῦναι, Δοκλεᾶταί τε καὶ Κάρνοι καὶ Ἰντερφρουρῖνοι καὶ Ναρήσιοι καὶ Γλιντιδίωνες καὶ Ταυρίσκοι.
事实上,他通过彻底的征战攻克了奥克舒艾奥伊人、佩尔特埃纳泰人、巴蒂亚泰人、陶兰蒂奥伊人、坎拜奥伊人、奇南布罗伊人、梅罗梅诺伊人和皮里萨奥伊人;而以更大的劳苦攻克、并被强迫偿还所有拖欠贡税的,则是多克莱亚泰人、卡尔诺伊人、因特弗鲁里诺伊人、纳雷西奥伊人、格林蒂迪奥内斯人和陶里斯科伊人。
ὧν ἁλόντων οἱ ὅμοροι προσέθεντο αὐτῷ καταπλαγέντες, Ἱππασῖνοί τε καὶ Βεσσοί.
在他们被攻克后,邻近的希帕西诺伊人和贝索伊人因恐惧而归顺了他。
ἑτέρους δὲ αὐτῶν ἀποστάντας, Μελιτηνοὺς καὶ Κορκυρηνούς, οἳ νήσους ᾤκουν, ἀνέστησεν ἄρδην, ὅτι ἐλῄστευον τὴν θάλασσαν· καὶ τοὺς μὲν ἡβῶντας αὐτῶν ἔκτεινε, τοὺς δʼ ἄλλους ἀπέδοτο.
至于他们之中叛乱的其他者,即居住在岛屿上的梅利特诺伊人和科尔库雷诺伊人,由于他们在海上进行海盗掠夺,他将其彻底驱逐,并杀死了他们之中的青年男子,将其他人出卖。
Λιβυρνῶν δὲ τὰς ναῦς ἀφείλετο, ὅτι καὶ οἵδε ἐλῄστευον.
他也夺取了利布尔尼人的船只,因为他们同样进行掠夺。
Ἰαπόδων δὲ τῶν ἐντὸς Ἄλπεων Μοεντῖνοι μὲν καὶ Αὐενδεᾶται προσέθεντο αὐτῷ προσιόντι, Ἀρουπῖνοι δʼ, οἳ πλεῖστοι καὶ μαχιμώτατοι τῶνδε τῶν Ἰαπόδων εἰσίν, ἐκ τῶν κωμῶν ἐς τὸ ἄστυ ἀνῳκίσαντο, καὶ προσιόντος αὐτοῦ ἐς τὰς ὕλας συνέφυγον.
在阿尔卑斯山这边的亚波德斯人中,莫恩蒂诺伊人和奥恩德亚泰人在他接近时归顺了他,但阿鲁皮诺伊人——他们是这些亚波德斯人中人数最多且最健战的——已经从村庄迁入城市,而当他接近时,他们逃入了森林。
ὁ δὲ Καῖσαρ τὸ ἄστυ ἑλὼν οὐκ ἐνέπρησεν, ἐλπίσας ἐνδώσειν αὐτούς· καὶ ἐνδοῦσιν οἰκεῖν ἔδωκεν.
恺萨攻占了该城但没有放火焚烧,希望他们会投降;当他们投降后,他允许他们居住其中。
§417μάλιστα δʼ ἠνώχλησαν αὐτὸν Σαλασσοί τε καὶ Ἰάποδες οἱ πέραν Ἄλπεων καὶ Σεγεστανοὶ καὶ Δαλμάται καὶ Δαισιτιᾶται καὶ Παίονες, ὄντες ἑκὰς τοῖς Σαλασσοῖς, οἳ κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, ὄρη δύσβατα, καὶ στενὴ δίοδός ἐστιν ἐπʼ αὐτὰ καὶ δυσχερής·
但最令他困扰的是萨拉索伊人、阿尔卑斯山那边的亚波德斯人、塞杰斯塔诺伊人、达尔马提亚人、戴西蒂亚泰人和佩奥尼亚人,他们与萨拉索伊人相距甚远。
διʼ ἃ καὶ ἦσαν αὐτόνομοι, καὶ τέλη τοὺς παροδεύοντας ᾔτουν.
后者居住在阿尔卑斯山的山顶,那是难以通行的山脉,通往那里的通道狭窄而艰难;由于这个原因,他们保持着自治,并向过路者索取通行税。
τούτοις Οὐέτερ ἐμπεσὼν ἀδοκήτως τὰ στενὰ προύλαβε διʼ ἐνέδρας, καὶ ἐπὶ διετὲς αὐτοὺς ἐπολιόρκει.
韦特尔出其不意地袭击了他们,通过埋伏预先占领了通道,并对他们包围了两年。
οἱ δὲ ἁλῶν ἀπορίᾳ, ὧν εἰσὶ μάλιστα ἐν χρείᾳ, φρουρὰς ἐδέξαντο.
由于缺少他们最需要的盐,他们接受了驻军。
καὶ Οὐέτερος ἀποστάντος τὰς φρουρὰς ἐξέβαλον εὐθύς, καὶ τὰ στενὰ κρατυνάμενοι τοὺς ἐπιπεμπομένους σφίσιν ὑπὸ τοῦ Καίσαρος διέπαιζον, οὐδὲν δρᾶν μέγα ἔχοντας.
但当韦特尔离开后,他们立刻驱逐了驻军,并巩固了通道,嘲弄恺萨派来对付他们的人,因为那些人无法取得重大成果。
ὅθεν αὐτοῖς ὁ Καῖσαρ, προσδοκωμένου τοῦ πρὸς Ἀντώνιον πολέμου, συνέθετο αὐτονόμους ἐάσειν, καὶ ἀκολάστους τῶν ἐπὶ Οὐέτερι πραχθέντων.
因此,由于与安东尼的战争预期在即,恺萨同意让他们保持自治,且不惩罚他们在韦特尔时期所做的事。
οἱ δʼ ἅτε ἐν ὑποψίᾳ ταῦτʼ ἔχοντες ἅλας πολλοὺς ἐσώρευον, καὶ τὴν Ῥωμαίων κατέθεον, μέχρι Μεσσάλας Κορουῖνος αὐτοῖς ἐπιπεμφθεὶς λιμῷ παρεστήσατο.
但他们对此怀有疑虑,囤积了大量的盐并袭扰罗马人的领土,直到梅萨拉·科尔温被派来对付他们,通过饥饿使他们屈服。
§418καὶ Σαλασσοὶ μὲν οὕτως ἐλήφθησαν, Ἰάποδες δὲ οἱ πέραν Ἄλπεων, ἔθνος ἰσχυρόν τε καὶ ἄγριον, δὶς μὲν ἀπεώσαντο Ῥωμαίους, ἔτεσί που ἀγχοῦ εἴκοσιν, Ἀκυληίαν δʼ ἐπέδραμον καὶ Τεργηστὸν Ῥωμαίων ἄποικον ἐσκύλευσαν.
萨拉索伊人就是这样被攻克的,而阿尔卑斯山那边的亚波德斯人,一个强大而凶悍的部落,在大约二十年里两次击退了罗马人,并袭击了阿奎莱亚,掠夺了罗马殖民地特尔杰斯特。
ἐπιόντος δʼ αὐτοῖς τοῦ Καίσαρος ὁδὸν ἀνάντη καὶ τραχεῖαν· οἱ δʼ ἔτι μᾶλλον αὐτὴν ἐδυσχέραινον αὐτῷ, τὰ δένδρα κόπτοντες.
当恺萨通过一条陡峭而崎岖的道路向他们进军时,他们通过砍伐树木使这条道路对他来说更加艰难。
ὡς δʼ ἀνῆλθεν, ἐς τὴν ἄλλην ὕλην αὐτοὶ συνέφυγον καὶ προσιόντα ἐλόχων.
但当他登上去时,他们逃进了另一片森林,在他接近时设伏。
ὁ δέ (ὑπώπτευε γὰρ ἀεί τι τοιοῦτον) ἐς τὰς ἀκρωρείας τινὰς ἔπεμπεν, οἳ ἑκατέρωθεν αὐτῷ συνέθεον προβαίνοντι διὰ τοῦ χθαμαλοῦ καὶ κόπτοντι τὴν ὕλην·
但他(因为他总是防范着这类事情)派遣了一些人到山脊上,当他穿过低地并砍伐森林前进时,他们从两侧与他并肩前进。
οἱ δὲ Ἰάποδες ἐπεξέθεον μὲν ἐκ τῶν ἐνεδρῶν καὶ πολλοὺς ἐτίτρωσκον, ὑπὸ δὲ τῶν ἐν τοῖς ἄκροις ἐπιτρεχόντων κατεκόπτοντο οἱ πλείους.
亚波德斯人从伏击处冲出并击伤了许多人,但大部分人被从高处冲下来的人斩杀。
οἱ δὲ λοιποὶ πάλιν ἐς τὰ λάσια συνέφευγον, τὴν πόλιν ἐκλιπόντες, ᾗ ὄνομα Τέρπωνος.
其余的人再次逃入密林,遗弃了名为特尔波诺斯的城市。
καὶ αὐτὴν ὁ Καῖσαρ ἑλὼν οὐκ ἐνέπρησεν, ἐλπίσας καὶ τούσδε ἐνδώσειν· καὶ ἐνέδωκαν.
恺萨攻占了它但没有放火焚烧,希望这些人也会投降;他们确实投降了。

词汇与语法注释

  1. §416ἐν παραβολῇ τῆς ἀπραξίας Ἀντωνίου — 属格名词 `τῆς ἀπραξίας`(无为)充当介词短语 `ἐν παραβολῇ`(与……相比)的补足语。此处的对比旨在凸显奥古斯都自身的迅速行动与对手安东尼的怠惰。
  2. §416δυσμάχων ἐθνῶν θαμινὰ ἐνοχλούντων — 属格独立结构,意为“在好战的(难以应付的)部落频繁袭扰的情况下”,为主要不定式 `ἡμερῶσαι`(平定)所表达的行为提供了持续的背景背景。
  3. §417ὄντες ἑκὰς τοῖς Σαλασσοῖς — 副词 `ἑκὰς`(远离)接与格 `τοῖς Σαλασσοῖς`。它解释了前文提到的各部族在地理上与居住在阿尔卑斯山顶的萨拉索伊人相距甚远。
  4. §418ἔτεσί που ἀγχοῦ εἴκοσιν — 与格 `ἔτεσι` 用作表示时间范围的与格。意为“在大约二十年之内”,限定了过去两次击退罗马人这一累积事件所发生的时间段。

引用这一段

阿庇安, 伊利里亚战记 §416-418. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:416-418

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。