Humanitext Reader

阿庇安 · 伊利里亚战记 §29-211

与根蒂乌斯王的战争及对诸部落的征讨

第 4 段,共 10 段 · 希腊语

内容简介

作者在阐明对剩余伊利里亚部落按族群进行叙述的原则后,记录了与根蒂乌斯国王的战争、埃米利乌斯·保卢斯对七十座城市的掠夺,以及对达尔马提亚人等其他部落的征伐。

§29τὰ λοιπὰ δʼ οὔτι μοι πάντα χρόνῳ καὶ τάξει μᾶλλον ἢ κατὰ ἔθνος Ἰλλυριῶν ἕκαστον, ὅσα ηὗρον, συγγέγραπται.
至于其余的部分,凡我所能找到的,与其说是按照时间和顺序,不如说是按照伊利里亚的各个部落来撰写的。
Ῥωμαῖοι Μακεδόσιν ἐπολέμουν, καὶ Περσεὺς ἦν ἤδη Μακεδόνων βασιλεὺς μετὰ Φίλιππον·
罗马人当时正在与马其顿人作战,在腓力之后,珀尔修斯已经是马其顿人的国王。
Περσεῖ δὲ Γένθιος Ἰλλυριῶν ἑτέρων βασιλεὺς ἐπὶ χρήμασι συνεμάχει, καὶ ἐς τοὺς Ῥωμαίων Ἰλλυριοὺς ἐνέβαλε, καὶ πρέσβεις Ῥωμαίων πρὸς αὐτὸν ἐλθόντας ἔδησεν, αἰτιώμενος οὐ πρέσβεις ἀλλὰ κατασκόπους ἐλθεῖν.
另一部分伊利里亚人的国王根蒂乌斯为了金钱与珀尔修斯结盟,并侵入了罗马统治下的伊利里亚人领地,他还拘留了前来见他的罗马使节,指责他们不是作为使节而是作为间谍而来的。
Ἀνίκιος δὲ Ῥωμαίων στρατηγὸς λέμβους τε τοῦ Γενθίου τινὰς εἷλεν ἐπιπλεύσας, καὶ κατὰ γῆν αὐτῷ συνενεχθεὶς ἐκράτει τὴν μάχην, καὶ συνέκλεισεν ἔς τι χωρίον, ὅθεν αὐτῷ δεομένῳ ὁ μὲν Ἀνίκιος ἐκέλευσε Ῥωμαίοις ἑαυτὸν ἐπιτρέψαι, ὁ δʼ ἐς βουλὴν ᾔτησε τρεῖς ἡμέρας, καὶ ἔλαβεν.
罗马将军阿尼基乌斯乘船攻来,俘获了根蒂乌斯的一些轻型船只,并在陆地上与他交战而获胜,将他围困在某个地方。 根蒂乌斯在那里哀求,阿尼基乌斯命令他向罗马人投降,而他请求给三天时间进行考虑,并得到了准许。
ἐν δὲ ταύταις τῶν ὑπηκόων αὐτοῦ πρὸς τὸν Ἀνίκιον μετατιθεμένων ἠξίωσεν ἐντυχεῖν τῷ Ἀνικίῳ, καὶ γονυπετὴς ἐδεῖτο αὐτοῦ πάνυ αἰσχρῶς.
在这几天里,由于他的臣民纷纷投奔阿尼基乌斯,他请求会见阿尼基乌斯,并跪倒在他膝前,非常可怜地哀求。
ὁ δὲ αὐτὸν ἐπιθαρρύνων κατεπτηχότα ἀνίστη, καὶ καλέσας ἐπὶ ἑστίασιν, ἀπιόντα ἀπὸ τοῦ δείπνου προσέταξε τοῖς ὑπηρέταις ἐς φυλακὴν ἐμβαλεῖν.
阿尼基乌斯鼓励并扶起了畏缩的他,并邀请他参加宴会,但在他从晚宴退席时,命令手下将其关进监狱。
καὶ τόνδε μὲν ἐς θρίαμβον ἅμα τοῖς παισὶν ὁ Ἀνίκιος ἐς Ῥώμην ἤγαγε, καὶ ὁ Γενθίου πόλεμος ἅπας εἴκοσιν ἡμέραις ἐπεπολέμητο·
阿尼基乌斯将此人及其子女一同带回罗马参加凯旋式,整个根蒂乌斯战争在二十天内便打完了。
ἑβδομήκοντα δʼ αὐτοῦ πόλεις οὔσας Αἰμίλιος Παῦλος ὁ τὸν Περσέα ἑλών, τῆς βουλῆς ἐπιστειλάσης ἐν ἀπορρήτῳ, ἐς Ῥώμην παρώδευεν ἐπίτηδες, καὶ δεδιόσιν αὐτοῖς ὑπέσχετο συγγνώσεσθαι τῶν γεγονότων, ἐὰν ὅσον ἔχουσιν ἀργύριόν τε καὶ χρυσίον ἐσενέγκωσιν.
但是,捕获了珀尔修斯的埃米利乌斯·保卢斯,在收到元老院的秘密指令后,在前往罗马的途中特意经过了他的七十座城市,并向惶恐中的他们许诺,如果他们交出所拥有的全部金银,就宽恕过去发生的事。
ὑποδεξαμένων δʼ ἐκείνων συνέπεμπεν αὐτοῖς τοῦ στρατοῦ μέρος ἐς πόλιν ἑκάστην, ὁρίσας ἡμέραν τοῖς στρατηγοῦσι τοῦ στρατοῦ πᾶσι τὴν αὐτήν, καὶ ἐντειλάμενος ἅμα ἕῳ κηρύσσειν ἕκαστον ἐν ἑκάστῃ πόλει τρισὶν ὥραις ἐς τὴν ἀγορὰν τὰ χρήματα φέρειν, συνενεγκόντων δὲ τὰ λοιπὰ διαρπάσαι.
在他们接受这一条件后,保卢斯派遣一部分军队随他们前往每个城市,给所有军中将领指定了同一天,并命令他们在黎明时分在每个城市宣布,在三小时内将钱财运到广场,在人们带齐这些财物后,再对其余财物进行掠夺。
§210οὕτω μὲν ὁ Παῦλος ἑβδομήκοντα πόλεις διήρπασεν ὥρᾳ μιᾷ·
就这样,保卢斯在一个小时内掠夺了七十座城市。
Ἀρδεῖοι δὲ καὶ Παλάριοι, γένη ἕτερα Ἰλλυριῶν, τὴν ὑπὸ Ῥωμαίους Ἰλλυρίδα ἐδῄουν, καὶ οἱ Ῥωμαῖοι διʼ ἀσχολίαν πρέσβεις ἔπεμψαν ἐπιπλήξοντας αὐτοῖς.
而阿尔代伊人和帕拉里人,即伊利里亚人的其他部落,当时正在蹂躏罗马统治下的伊利里亚地方,罗马人由于事务繁忙,派遣使节前去谴责他们。
οὐ μεταθεμένων δὲ ἐκείνων ἐστράτευον ἐπʼ αὐτοὺς μυρίοις πεζοῖς καὶ ἱππεῦσιν ἑξακοσιοις.
但由于他们没有改正,罗马人便以一万步兵和六百骑兵对他们进行征伐。
οἱ δὲ πυθόμενοι, καὶ ἔτι ὄντες ἀπαράσκευοι, πρέσβεις ἔπεμψαν μεταγιγνώσκοντες καὶ δεόμενοι.
他们闻讯后,因仍未做好准备,便派遣使节表示悔改并予以哀求。
καὶ ἡ βουλὴ τὰς βλάβας αὐτοῖς ἐκέλευσεν ἀποδοῦναι τοῖς ἠδικημένοις.
元老院命令他们向受害者赔偿损失。
οὐκ ἀποδιδόντων δὲ ἐστράτευεν ἐπʼ αὐτοὺς Φούλουιος Φλάκκος.
但由于他们不予赔偿,富尔维乌斯·弗拉库斯便对他们发动了战争。
καὶ ὁ πόλεμος ἄρα μέχρι καταδρομῆς ἔληξε μόνης.
而这场战争最终仅以一次袭击而告终。
οὐ γὰρ ηὗρον αὐτοῦ τέλος ἀκριβές.
因为我没有找到它确切的结局。
Ἰάποσι δὲ τοῖς ἐντὸς Ἄλπεων ἐπολέμησε μὲν Σεμπρώνιος ὁ Τουδιτανὸς ἐπίκλην καὶ Πανδούσας Τιβέριος καὶ ἐοίκασιν οἱ Ἰάποδες αὐτοῖς ὑπακοῦσαι, ἐοίκασι δὲ καὶ Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δʼ οὐ πολὺ ὕστερον ἀποστῆναι.
至于阿尔卑斯山内侧的亚波德斯人,绰号图迪塔努斯的森普罗尼乌斯和提贝里乌斯·潘杜萨曾与他们作战,亚波德斯人似乎顺从了他们;塞格斯塔尼人似乎也顺从了卢基乌斯·科塔和梅特鲁斯,但双方都在不久后背叛了。
§211Δαλμάται δέ, Ἰλλυριῶν ἕτερον γένος, Ἰλλυριοὺς τοὺς ὑπὸ Ῥωμαίοις κατέθεον, καὶ πρέσβεις ἀφικομένους περὶ τοῦδε Ῥωμαίων οὐ προσίεντο.
达尔马提亚人,伊利里亚人的另一个部落,当时正在袭击罗马统治下的伊利里亚人,并且不接见为此而来的罗马使节。
στρατεύουσιν οὖν ἐπʼ αὐτοὺς οἱ Ῥωμαῖοι, Μαρκίου Φίγλου σφῶν ὑπατεύοντός τε καὶ ἐς τὸν πόλεμον ἡγουμένου.
因此,罗马人对他们进行征伐,由马尔基乌斯·菲格鲁斯担任执政官并领导这场战争。
οἱ δὲ ἄρτι τοῦ Φίγλου παραστρατοπεδεύοντος τὰς φυλακὰς ἐνίκων ἐπίδραμόντες, καὶ αὐτὸν ἐκ τοῦ στρατοπέδου κατήραξαν ἐς πεδίον πρανές, μέχρι ἐπὶ Νάρωνα ποταμὸν ἧκεν ὑποφεύγων.
但在菲格鲁斯刚安营扎寨时,达尔马提亚人便通过袭击击败了守备队,并将其从营地驱逐到陡峭的平原上,直到他逃到了纳罗河。
ὡς δὲ οἱ μὲν ἀνεχώρουν, ἀρχὴ δὲ χειμῶνος ἦν, ὁ Φίγλος ἐλπίσας αὐτοῖς ἀδοκήτως ἐπιπεσεῖσθαι συνερρυηκότας ηὗρεν ἐκ τῶν πόλεων πρὸς τὴν ἔφοδον αὐτοῦ.
当他们退却且冬季开始时,菲格鲁斯希望出其不意地袭击他们,却发现他们为了防范他的进攻而已从各个城市聚集起来。
καὶ συνήλασεν ὅμως ἐς πόλιν Δελμίνιον, ὅθεν ἄρα καὶ τὸ ὄνομα αὐτοῖς ἐς Δελματέας, εἶτα Δαλμάτας ἐτράπη.
尽管如此,他还是将他们驱赶到了德尔米尼乌姆城,正因如此,他们的名字才变成了德尔马特亚人,随后又演变为达尔马提亚人。
οὐδὲν δὲ πρὸς ἐχυρὰν πόλιν ἐξ ἐφόδου δυνάμενος, οὐδὲ μηχανήμασιν ἔχων χρῆσθαι διὰ τὸ ὕψος, ᾕρει τὰς ἄλλας ἐπιθέων, ἐρημοτέρας ἀνδρῶν ὑπὸ τῆς ἐς τὸ Δελμίνιον συνόδου γενομένας.
但他无法通过突袭对付一座坚固的城市,由于其高度也无法使用攻城兵器,于是他通过袭击夺取了其他城市,这些城市由于人们聚集到德尔米尼乌姆而变得较为空虚。
εἶτα διπήχεας κορύνας πίσσῃ καὶ θείῳ καὶ στυππίῳ περιβαλὼν ἐς τὸ Δελμίνιον ἐκ καταπελτῶν ἐσφενδόνα.
随后,他将两肘长的棍棒包裹上沥青、硫磺和麻,用弩炮将其射入德尔米尼乌姆。
αἱ δʼ ὑπὸ τῆς ῥύμης ἐξεκαίοντο, καὶ φερόμεναι καθάπερ λαμπάδες ὅπου τύχοιεν ἐνεπίμπρασαν, ἕως πολλὰ μὲν κατεπρήσθη, καὶ τέλος ἄρα τοῦτο ἦν τότε Φίγλῳ τοῦ Δαλματῶν πολέμου.
这些棍棒因飞行的势头而起火,像火把一样飞去,点燃了所落之处,直到许多地方被烧毁,而这便是当时菲格鲁斯对达尔马提亚人战争的结局。
χρόνῳ δʼ ὕστερον Καικίλιος Μέτελλος ὑπατεύων οὐδὲν ἀδικοῦσι τοῖς Δαλμάταις ἐψηφίσατο πολεμεῖν ἐπιθυμίᾳ θριάμβου, καὶ δεχομένων αὐτὸν ἐκείνων ὡς φίλον διεχείμασε παρʼ αὐτοῖς ἐν Σαλώνῃ πόλει, καὶ ἐς Ῥώμην ἐπανῆλθε καὶ ἐθριάμβευσεν.
一段时间后,凯基利乌斯·梅特鲁斯在担任执政官时,出于对凯旋式的渴望,决定对没有犯任何错误的达尔马提亚人宣战,由于他们像对待朋友一样接待了他,他便在萨罗纳城与他们一同过冬,随后返回罗马并举行了凯旋式。

词汇与语法注释

  1. §29τὰ λοιπὰ δʼ οὔτι μοι πάντα χρόνῳ καὶ τάξει μᾶλλον ἢ κατὰ ἔθνος — 主语 τὰ λοιπὰ 与被动语态动词 συγγέγραπται(完成时被动)连用。μοι 是表示施动者的与格(“被我”)。μᾶλλον ἤ(“与其说……不如说”)结构表明了作者按部落而非按时间顺序组织叙事的编纂方法。
  2. §29ἐς βουλὴν — 介词短语 ἐς βουλὴν 在此处表示“为了商议”或“为了考虑”(用于思考对策),表示请求三天的休战或宽限。虽然也可以理解为“向罗马元老院(βουλή)派遣使节”,但从其臣民背叛后他随即亲自投降的上下文来看,理解为“为了商量/考虑”更为自然。
  3. §211ὑπο τῆς ῥύμης — 名词 ῥύμης(ῥύμη)意为“势头”、“冲力”或“速度”。在此处指从弩炮发射时产生的快速运动或空气阻力。投掷物在空中飞行的风阻摩擦力或运动势头导致包裹在棍棒上的易燃物起火(ἐξεκαίοντο)。

引用这一段

阿庇安, 伊利里亚战记 §29-211. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:29-211

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。