§852ἐν τούτῳ δὲ καὶ Ἀσδρούβας ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιὰν ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν, καὶ Κελτῶν φιλίως αὐτὸν δεχομένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ Ἀννίβου, διώδευε δύο μησίν, ὅσα τέως Ἀννίβας ἓξ διῆλθεν.
与此同时,汉尼拔的兄弟哈斯德鲁巴也率领他在凯尔特伊比利亚人中招募的军队渡海前往意大利。 由于凯尔特人友好地接待了他,他仅用两个月的时间就通过了阿尔卑斯山——这部分通道先前已由汉尼拔开辟——而在此前汉尼拔曾花了六个月才通过。
ἐσέβαλέ τε ἐς Τυρρηνίαν ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτακισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα.
他率领四万八千名步兵、八千名骑兵和十五头大象侵入伊特鲁里亚。
καὶ γράμματα πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν ὅτι παρείη.
他给他的兄弟送去信件,告知他已经抵达。
τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων, οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς τὸ αὐτὸ πάσαις ταῖς δυνάμεσι, καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν Σήνας.
由于这些信件被罗马人截获,执政官萨利纳托尔和尼禄从信中得知了他的军队人数,便率领全部兵力在一处集结,并在塞纳城附近与他面对面扎营。
ὁ δʼ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος, ὑπεχώρει.
但哈斯德鲁巴尚未决定开战,而是急于与兄弟会合,于是退却。
καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι καταλαβόντες αὐτοὺς διερριμμένους τε καὶ κεκμηκότας ὑπʼ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασσομένους ἔτι καὶ συνιόντας διέφθειραν, καὶ αὐτὸν ἐπʼ ἐκείνοις Ἀσδρούβαν, πλείστους δʼ αἰχμαλώτους ἔλαβον, καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου, εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν.
他在夜间拔营,在沼泽、泥潭和一条不易渡过的河流周围迷失方向,直到天亮时分,罗马人追上了他们,此时他们因失眠和劳累而溃散且疲惫不堪。 罗马人消灭了他们中的大部分人(当时他们正与指挥官们一起试图整队和集结),其中包括哈斯德鲁巴本人;罗马人还俘获了极多俘虏,从而解除了意大利的极大恐惧,因为如果汉尼拔也得到了这支军队,对于他们来说将是不可战胜的。
§853θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας, οὐ πόρρω τε ἐπʼ ἐκείνῃ καὶ ἰσοστάσιόν πως ἐκείνῃ γενόμενον·
在我看来,神赐予罗马人这次胜利,是为了补偿他们在戛纳遭遇的不幸,这次事件与那次相距不远,而且在某种程度上与之相当。
στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω μάλιστα ἐπʼ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι.
因为双方的将领都阵亡了,军队的人数也几乎完全相等,双方也都俘获了许多俘虏,并且各自占领了对方的军营和丰厚的装备。
οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπειρᾶτο.
就这样,这个国家交替经历着好运与灾难。
Κελτιβήρων δʼ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἱ μὲν ἐς τὰ οἰκεῖα οἱ δʼ ἐς Ἀννίβαν ἐχώρουν.
从这次灾难中逃脱的凯尔特伊比利亚人中,一部分回到了自己的家园,另一部分则投奔了汉尼拔。
§854ὁ δʼ ἐπί τε τῷ ἀδελφῷ καὶ στρατιᾷ τοσῇδε διʼ ἀπειρίαν ὁδῶν αἰφνίδιον ἀπολωλυίᾳ δυσφορῶν, καὶ τεσσαρεσκαιδέκατον ἔτος ἔχων ἐν πονοις ἀτρύτοις ἐξ οὗ Ῥωμαίοις ἐν Ἰταλίᾳ διεπολέμει, πάντων τε ὧν εἰλήφει πρότερον ἐκπεπτωκώς, ἐς Βρεττίους, ὅπερ αὐτῷ λοιπὸν ἔθνος ὑπήκοον ἦν, ἀνεχώρει, καὶ ἡσύχαζεν ὡς ἑτέρας δυνάμεως ἀφιξομένης ἀπὸ Καρχηδόνος.
汉尼拔因他的兄弟和如此庞大的军队由于不熟悉道路而突然毁灭而感到十分痛苦,并且这已经是他自用意大利与罗马人交战以来处于无休止劳苦中的第十四个年头,他先前夺得的一切已经全部丧失,于是他退入布鲁蒂乌斯人的领土,这是唯独仍旧臣服于他的民族,并在那里按兵不动,期待着另一支军队从迦太基抵达。
οἱ δʼ ἔπεμψαν μὲν αὐτῷ ναῦς ἑκατὸν στρογγύλας, ἐφʼ ὧν σῖτός τε ἦν καὶ στρατιὰ καὶ χρήματα, οὐδενὸς δʼ ἐρετικοῦ παραπέμποντος αὐτὰς ἄνεμος ἐς Σαρδόνα κατήνεγκε, καὶ ὁ τῆς Σαρδόνος στρατηγὸς ἐπιπλεύσας μακραῖς ναυσὶ κατέδυσε μὲν αὐτῶν εἴκοσιν, ἑξήκοντα δʼ ἔλαβεν· αἱ δὲ λοιπαὶ διέφυγον ἐς Καρχηδόνα.
迦太基人确实给他派去了一百艘商船,船上装载着粮食、军队和资金,但由于没有战船护航,风将它们吹到了撒丁岛,撒丁岛的督军率领战船袭击,击沉了其中的二十艘,俘获了六十艘,其余的逃回了迦太基。
καὶ ὁ Ἀννίβας ἔτι μᾶλλον ἀπορούμενός τε καὶ τὰ παρὰ Καρχηδονίων ἀπεγνωκώς, οὐδὲ Μάγωνος αὐτῷ τι, τοῦ ξενολογοῦντος ἐν Κελτοῖς καὶ Λίγυσιν, ἐπιπέμποντος, ἀλλὰ τὸ μέλλον ἔσεσθαι περιορωμένου, συνιδὼν ὅτι μένειν ἐπὶ πλεῖον οὐ δυνήσεται, αὐτῶν ἤδη Βρεττίων ὡς ἀλλοτρίων ὅσον οὔπω γενησομένων κατεφρόνει, καὶ ἐσφορὰς ἐπέβαλλεν αὐτοῖς πάνυ πολλάς, τάς τε ὀχυρὰς τῶν πόλεων μετῴκιζεν ἐς τὰ πεδινὰ ὡς βουλευούσας ἀπόστασιν, πολλούς τε τῶν ἀνδρῶν αἰτιώμενος διέφθειρεν, ἵνα τὰς περιουσίας αὐτῶν σφετερίζοιτο.
汉尼拔因此更加陷入困境,并对迦太基方面的援助感到绝望,因为在凯尔特人和利古里亚人中募兵的马戈也没有给他送来任何援助,而只是在静观其变。 汉尼拔意识到自己无法再长久驻留,便已经开始轻视布鲁蒂乌斯人本身,将他们视为即将反叛的异己,并向他们征收极多税款,还将设防城市的居民迁往平原,借口是他们企图叛乱,并控告并处死了许多男子,以便篡夺他们的财产。