← アッピアノス

ハンニバル戦記

§852-854

ハスドルバルの敗死とハンニバルの退却

ハスドルバルのイタリア侵入とメタウルスの戦いでの敗死、そしてこれによる戦況の暗転に伴い、ハンニバルがブロッティイ地方へ退却して現地の統治を過酷化させたことを描く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§852

ἐν τούτῳ δὲ καὶ Ἀσδρούβας ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιὰν ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν, καὶ Κελτῶν φιλίως αὐτὸν δεχομένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ Ἀννίβου, διώδευε δύο μησίν, ὅσα1 τέως Ἀννίβας ἓξ διῆλθεν. ἐσέβαλέ τε ἐς Τυρρηνίαν ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτακισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα. καὶ γράμματα πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν ὅτι παρείη. τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων, οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς τὸ αὐτὸ πάσαις ταῖς δυνάμεσι, καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν Σήνας. ὁ δʼ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος, ὑπεχώρει. καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι καταλαβόντες αὐτοὺς διερριμμένους τε καὶ κεκμηκότας ὑπʼ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασσομένους ἔτι καὶ συνιόντας διέφθειραν, καὶ αὐτὸν ἐπʼ ἐκείνοις Ἀσδρούβαν, πλείστους δʼ αἰχμαλώτους ἔλαβον, καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου,2 εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν.

その間にハンニバルの兄弟ハスドルバルも、ケルティベリア人の間で募兵した軍勢を率いてイタリアへと渡り、ケルト人が彼を好意的に迎えたため、かつてハンニバルによって道が作られていたアルプスの山々を、以前にハンニバルが六ヶ月かけて通過したのに対して、彼は二ヶ月で通過した。そして歩兵四万八千、騎兵八千、象十五頭を率いてトスカーナに侵入した。そして兄弟へ、自分が到着したことを知らせる手紙を送った。この手紙がローマ軍に捕らえられたため、執政官サリナトルとネロンは手紙から彼の軍勢の多さを知り、全軍を率いて一箇所に集まり、セナの町の近くで彼に対峙して陣を敷いた。しかしハスドルバルはまだ戦うことを決めておらず、兄弟と合流することを急いでいたため、退却した。そして夜間に撤収し、沼沢地や泥地、渡るのが困難な川の周囲を彷徨っていたが、夜が明けると、不眠と疲労で散り散りになり疲れ果てていた彼らをローマ軍が追いつき、指揮官たちとともにまだ整列し合流しようとしていた彼らの大部分を、そして彼らに加えてハスドルバル自身をも討ち取り、また非常に多くの捕虜を捕らえ、イタリアを大きな恐怖から解放した。もしハンニバルがこの軍勢をも合流させていたならば、彼らにとって対抗不可能な存在となっていただろうからである。

§853

θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας,3 οὐ πόρρω τε ἐπʼ ἐκείνῃ καὶ ἰσοστάσιόν πως ἐκείνῃ γενόμενον· στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω μάλιστα ἐπʼ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι. οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπειρᾶτο. Κελτιβήρων δʼ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἱ μὲν ἐς τὰ οἰκεῖα οἱ δʼ ἐς Ἀννίβαν ἐχώρουν.

神がローマ人に、カンナエでの敗戦に対する埋め合わせとしてこれを与えたように私には思われる。それは時期としてもあの敗戦から遠くなく、またある意味であの敗戦と釣り合うものであった。というのも、双方の将軍たちが戦死し、軍勢の数もほぼ同等であり、多くの捕虜が出ることも双方に同様に起こり、双方が互いの陣営と豊かな装備を手に入れたからである。このように、国家は幸運と災厄を交互に経験した。この災難から逃れたケルティベリア人のうち、一部は故郷に帰り、他はハンニバルのもとへと向かった。

§854

ὁ δʼ ἐπί τε τῷ ἀδελφῷ καὶ στρατιᾷ τοσῇδε διʼ ἀπειρίαν ὁδῶν αἰφνίδιον ἀπολωλυίᾳ δυσφορῶν, καὶ τεσσαρεσκαιδέκατον ἔτος ἔχων ἐν πονοις ἀτρύτοις ἐξ οὗ Ῥωμαίοις ἐν Ἰταλίᾳ διεπολέμει, πάντων τε ὧν εἰλήφει πρότερον ἐκπεπτωκώς, ἐς Βρεττίους, ὅπερ αὐτῷ λοιπὸν ἔθνος ὑπήκοον ἦν, ἀνεχώρει, καὶ ἡσύχαζεν ὡς ἑτέρας δυνάμεως ἀφιξομένης ἀπὸ Καρχηδόνος. οἱ δʼ ἔπεμψαν μὲν αὐτῷ ναῦς ἑκατὸν στρογγύλας, ἐφʼ ὧν σῖτός τε ἦν καὶ στρατιὰ καὶ χρήματα, οὐδενὸς δʼ ἐρετικοῦ παραπέμποντος αὐτὰς ἄνεμος ἐς Σαρδόνα κατήνεγκε, καὶ ὁ τῆς Σαρδόνος στρατηγὸς ἐπιπλεύσας μακραῖς ναυσὶ κατέδυσε μὲν αὐτῶν εἴκοσιν, ἑξήκοντα δʼ ἔλαβεν· αἱ δὲ λοιπαὶ διέφυγον ἐς Καρχηδόνα. καὶ ὁ Ἀννίβας ἔτι μᾶλλον ἀπορούμενός τε καὶ τὰ παρὰ Καρχηδονίων ἀπεγνωκώς, οὐδὲ Μάγωνος αὐτῷ τι, τοῦ ξενολογοῦντος ἐν Κελτοῖς καὶ Λίγυσιν, ἐπιπέμποντος, ἀλλὰ τὸ μέλλον ἔσεσθαι περιορωμένου, συνιδὼν ὅτι μένειν ἐπὶ πλεῖον οὐ δυνήσεται, αὐτῶν ἤδη Βρεττίων ὡς ἀλλοτρίων ὅσον οὔπω4 γενησομένων κατεφρόνει, καὶ ἐσφορὰς ἐπέβαλλεν αὐτοῖς πάνυ πολλάς, τάς τε ὀχυρὰς τῶν πόλεων μετῴκιζεν ἐς τὰ πεδινὰ ὡς βουλευούσας ἀπόστασιν, πολλούς τε τῶν ἀνδρῶν αἰτιώμενος διέφθειρεν, ἵνα τὰς περιουσίας αὐτῶν σφετερίζοιτο.

ハンニバルは、兄弟とこれほどの軍勢が、道を知らないために突然失われたことに深く苦しみ、またイタリアでローマ人と戦争を始めてから絶え間ない労苦の中で十四年目を迎えており、以前に占領したすべての土地から追い落とされていたため、彼に従属する最後の民族であったブロッティイ人の地へと退却し、カルタゴから別の軍勢が到着するのを期待して静観していた。カルタゴ人は彼に百隻の商船を送り、そこには穀物、軍勢、資金が載せられていたが、護衛する軍艦がなかったため、風によってサルディニアへと流され、サルディニアの総督が軍艦で襲撃してそのうち二十隻を沈め、六十隻を捕獲した。残りの船はカルタゴへと逃げ帰った。ハンニバルはますます窮地に陥り、カルタゴからの支援を諦めた。ケルト人とリグリア人の間で兵を募っていたマゴも彼に何も送ってこず、将来の成り行きを傍観しているだけであったため、彼はもはやこれ以上長くとどまることはできないと悟った。そして、間もなく敵対することになるであろうブロッティイ人自身をすでに敵同然とみなして侮り、彼らに非常に重い貢納を課し、反乱を企てているとして要害の都市の住民を平地へと移住させ、多くの人々を告発して処刑し、その財産を没収した。

構文注4 件
  1. 852ὅσα

    関係代名詞 ὅσος の中性複数対格で、先行詞である τὰ Ἄλπεια ὄρη(アルプスの山々、中性複数)を受けている(後続の ἓξ「六〔ヶ月〕」には直前の μησίν から「月」が補われる)。

  2. 852ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου

    条件節 εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν(過去の事実に反する条件、直説法過去)に対する帰結節が、分詞の属格独立構文(ἀμάχου ἂν ... γενομένου = ἄμαχος ἂν ἐγένετο)として表されている。小辞 ἄν を伴う分詞は、主節の希求法や直説法過去と同等の潜在や反実仮想の帰結を表す。

  3. 853ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας

    動詞 ἀντιδίδωμι(〜の代わりに与える、埋め合わせをする)は、与えられたもの(対格 τόδε)と、その交換や代償の対象となるもの(属格 τῆς ... ἀτυχίας)を取る。ここでは「カンナエでの敗戦という不幸の代償(埋め合わせ)として、これ(今回の勝利)をローマ人に与えた」という意味になる。

  4. 854ὅσον οὔπω

    「今にも」「間もなく」を意味する副詞的慣用表現。元々は「まだ〜でないのと同じくらい(わずかな時間)」というニュアンスから、極めて近い未来の発生を表す表現として定着している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 3 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:852-854