Humanitext Reader

阿庇安 · 汉尼拔战记 §955-957

西庇阿的远征准备与迎奉众神之母

第 18 段,共 19 段 · 希腊语

内容简介

当选执政官的西庇阿准备远征非洲,而众神之母的神像在克劳迪娅·昆塔的奇迹下自弗里吉亚运抵罗马。在意大利,汉尼拔因自身处境恶化而加强了对布鲁蒂乌斯各城市的控制与掠夺。

§955καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμη γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων ὁ λαβὼν Ἰβηρίαν, τούτων δὲ Κράσσος μὲν ἀντεστρατοπέδευσεν Ἀννιβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδʼ Ἀννίβαν ἀποστήσεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς ἐπιστήσειεν οἰκεῖον.
当他处于这种境地时,在罗马,利基尼乌斯·克拉苏与夺取了伊比利亚的普布利乌斯·西庇阿当选为执政官。 在他们之中,克拉苏在雅皮吉亚附近与汉尼拔对垒扎营,而西庇阿则向民众说明,除非罗马军队渡海前往利比亚,将危险直接带到他们本土,否则迦太基人和汉尼拔绝不会停止在意大利周边骚扰他们。
λιπαρήσας τε πάνυ καρτερῶς, καὶ πείσας ὀκνοῦντας, ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην, καὶ διέπλευσεν εὐθὺς ἐς Σικελίαν.
经过极其坚决的恳求并说服了犹豫不决的人们后,他本人被选为前往利比亚的将军,并立即渡海前往西西里。
ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου· καὶ τὴν φρουρὰν κατασφάξας τε, καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν, αὐτὸς ἐς Λιβύην διέπλευσεν.
他在那里招募并训练了军队,随后突然袭击了意大利境内由汉尼拔驻守的洛克里;在斩杀了驻军并将城市移交给普莱米尼乌斯之后,他本人渡海前往利比亚。
Πλημίνιος δὲ οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν.
然而,普莱米尼乌斯对洛克里人无恶不作,暴虐无道,最后甚至掠夺了珀耳塞福涅的神庙。
καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν· ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν.
罗马人将他连同与他一同犯罪的朋友们一并在狱中处死,并把他们的财产赐给洛克里人以存入女神的金库;对于丢失的财物,他们尽力寻回,不足的部分则从他们的公共国库中拨出补偿给女神。
§956τοῦ δὲ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρεττίων, καὶ ἄλλας ἓξ ἐπʼ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσσος.
在同一时期,克拉苏从汉尼拔手中夺取了布鲁蒂乌斯人的大都市康森蒂亚以及其他六座城市。
καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβερῶν, οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι τῶνδε τῶν ἡμερῶν, καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην ἐνεχθῆναι.
当罗马出现来自朱庇特的恐怖征兆时,负责查阅西比拉天书的十人委员会宣布,近日内将有东西从天而降,落在弗里吉亚的佩西努斯(弗里吉亚人在此崇拜众神之母),且必须将其运往罗马。
μετʼ οὐ πολὺ δὲ πεσεῖν τε προσηγγέλθη καὶ ἐς Ῥώμην ἐκομίσθη τὸ βρέτας.
不久之后,便有报告称其已降落,神像也被运到了罗马。
καὶ τὴν ἡμέραν ἑορτάζουσι καὶ νῦν μητρὶ θεῶν, ᾗ τότε ἐκομίσθη.
直到今天,人们仍在它被运达的那一天庆祝众神之母的节日。
λέγεται δὲ τὴν ναῦν, ἣ ἔφερεν αὐτό, ἰλύι τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐνσχεθεῖσαν οὐδεμιᾷ μηχανῇ σαλεύεσθαι, μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε, Κλαυδίαν Κόινταν, μοιχείας ἔγκλημα ἔχουσαν ἔτι ἄκριτον, καὶ διʼ ἀσωτίαν ἐς αὐτὸ πιθανωτάτην οὖσαν, ἐπιθειάσαι τε πολλὰ περὶ τῆς ἀναμαρτησίας, καὶ ἀναδήσασθαι τῇ μίτρᾳ τὸ σκάφος.
据说,运载神像的船只曾被台伯河的泥沙阻挡,用尽任何办法都无法移动,直到预言家们预言,只有当一个对丈夫保持贞洁的女子来拉船时,船才会跟随移动;此时,尚面临着未决的通奸指控、因生活奢华而极易受到怀疑的克劳迪娅·昆塔,对神明庄严祈祷以证明自己的清白,并用自己的发带系住了船只。
καὶ ἡ θεὸς ἕσπετο.
于是女神随之移动。
Κλαυδία μὲν δὴ ἐξ αἰσχίστης δόξης ἐς ἀρίστην μετέβαλε, Ῥωμαίοις δὲ καὶ πρὸ τῆς Κλαυδίας ἐκέλευε τὰ Σιβύλλεια διὰ τοῦ παρὰ σφίσιν ἀρίστου τὸ βρέτας ἐκ Φρυγίας μεταγαγεῖν, καὶ τὸν ἄριστον ἐν τῷ τότε σφίσι δοκοῦντα εἶναι, Σκιπίωνα τὸν Νασικᾶν ἐπίκλην, ἐπεπόμφεσαν, υἱὸν μὲν ὄντα Γναίου Σκιπίωνος τοῦ στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ ἐν αὐτῇ πεσόντος, ἀνεψιὸν δὲ Σκιπίωνος τοῦ Καρχηδονίους ἀφελομένου τὴν ἡγεμονίαν καὶ πρώτου κληθέντος Ἀφρικανοῦ.
克劳迪娅确实从最坏的名声转为了最好的名声。 而在克劳迪娅之前,西比拉天书就已命令罗马人通过他们中最优秀的人从弗里吉亚运回神像,他们便派去了当时在他们中被认为最优秀的人,即绰号为纳西卡的西庇阿,他是曾在伊比利亚指挥并战死在那里的格奈乌斯·西庇阿之子,也是剥夺了迦太基人霸权并最先被称为阿非利加努斯的西庇阿的堂弟。
ὧδε μὲν ἡ θεὸς ἐς Ῥώμην διʼ ἀνδρῶν καὶ γυναικῶν ἀρίστων ἀφικνεῖτο.
就这样,女神通过最优秀的男女抵达了罗马。
§957ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρεττίων ταῦτʼ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου, καὶ τὰς φρουρὰς οἱ μὲν ἔκτεινον, οἱ δʼ ἐξέβαλλον.
在利比亚,由于迦太基人不断被这位西庇阿击败,得知此事的布鲁蒂乌斯人纷纷背叛汉尼拔;有些人杀死了驻军,有些人则将其驱逐。
οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλητον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προαίρεσιν ὑποδεικνύοντες.
而这两者都无法做到的城市,则秘密向元老院派遣使节,表明他们的被迫处境和真实意愿。
Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν· ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρεττίοις.
汉尼拔武装进入了佩特利亚,而佩特利亚人已不再拥有该城,因为他曾驱逐了他们并将该城赐予了布鲁蒂乌斯人。
ᾐτιᾶτο δʼ ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δʼ ἐκείνων ὑπεκρίνετο πιστεύειν.
他指控他们向罗马派遣了使节,但当他们否认时,他假装相信他们。
ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε, τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας.
“为了,他说,使你们甚至不被怀疑,” 于是他将有力人士交给了努米底亚人,分别监视他们每一个人,夺走了平民的武器,并在武装了奴隶后,任命他们为城市的守卫。
καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει.
他在巡视其他城市时也采取了类似的措施。
Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν.
他挑选了三千名最亲近迦太基人的图里人,以及另外五百名来自乡间的人,将城市的其余部分交给军队洗劫。
καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπών, ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι, καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθεμενος.
在留下强有力的守备队控制该城后,他将这三千五百人迁往克罗托内,认为该城地理位置便利,并将其作为自己的仓库和针对其他城市的行动基地。

词汇与语法注释

  1. §955ἀποστήσεσθαι — 不定式 `ἀποστήσεσθαι`(`ἀφίστημι` 的将来中介语态)在此处与补充分词 `ἐνοχλοῦντας`(宾格复数,与主语 `Καρχηδονίους οὐδʼ Ἀννίβαν` 一致)连用,表示“停止做某事”。因此,其含义为“绝不会停止骚扰他们(`σφίσιν`,与格)”。
  2. §956μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε — 在接续词 `μέχρι` 之后,插入了属格独立结构 `τῶν μάντεων προειπόντων`,随后是 `ἕψεσθαι`(将来不定式,省略主语“船”)和条件从句 `εἰ ... ἑλκύσειε`(希求语气,表示过去间接引语中的条件)。整个结构从属于主控动词 `λέγεται`(据说)。
  3. §957ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε — 目的从句 `ἵνα ... μηδʼ ὑπονοῆσθε` 是以直接引语的形式说出的(“为了使你们甚至不被怀疑”),中间插入了 `ἔφη`(“他说”),但主句(`τοὺς μὲν δυνατοὺς παρέδωκε...`)则立即转回第三人称的客观叙述,形成了一种破格(anacoluthon)结构。

引用这一段

阿庇安, 汉尼拔战记 §955-957. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:955-957

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。