Humanitext Reader

阿庇安 · 汉尼拔战记 §638-640

汉尼拔进军罗马与自阿尼奥河撤退

第 13 段,共 19 段 · 希腊语

内容简介

汉尼拔未能解救被围困的卡普阿,遂率全军向罗马进军。陷入空前恐慌的罗马人加强防卫,富尔维乌斯率军在阿尼奥河与汉尼拔对峙,汉尼拔在夜间侦察后折返卡普阿。

§638καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφʼ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην.
他就这样死里逃生,而汉尼拔因未能达到被召至路卡尼亚的目的,便折返卡普阿,因他非常重视不容许一座如此庞大且位置关键的城市落入罗马人之手。
προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδʼ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι.
但他在攻击包围壁并一无所获后,也无法设法向城内运送谷物或军队,因为包围壁全方位阻隔,城内的人也无法与他汇合,于是他率全军向罗马进发,他听说罗马城内也正遭受饥荒之苦,并希望借此要么迫使对方的将领从卡普阿撤兵,要么自己能立下比夺取卡普阿更大的功勋。
συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.
他以极快的速度穿过了许多敌对民族的领地,其中有些无力阻挡他,有些甚至不敢尝试交锋,最终在距离罗马三十二斯塔迪翁处、阿尼奥河畔扎下营地。
§639καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμπανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω, καὶ στρατηγοῦ διʼ ἀρετὴν καὶ εὐτυχίαν ἀμάχου.
罗马城陷入了前所未有的恐慌,因为他们手头没有足够的自家防卫力量(他们所拥有的军队当时都在坎帕尼亚),却有如此庞大的敌军猝然压境,且其统帅因其勇武与运势而不可战胜。
ὅμως δὲ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον.
尽管如此,在当时的情况下,能执兵刃者把守城门,老者跃上城墙,妇女和儿童则运送石块和投掷武器。
οἱ δὲ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ δρόμῳ.
乡野间的人们也纷纷奔向城里。
βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν.
到处充满了混杂的叫喊、哀悼、祈祷和彼此间的激励。
εἰσὶ δʼ αὐτῶν οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες ἔκοπτον.
有些人冲上前去,开始砍断阿尼奥河上的桥梁。
μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχίζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δʼ ἐπισύροντες ἢ διαφθείροντες, ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν, Ἀλβησέας αὐτοὺς καλοῦσιν.
昔日罗马人曾建立一座针对埃奎人的小城镇作为堡垒,并仿照自己的母邦将其命名为阿尔巴;但随着时间的推移,或许是因为拉长了读音或发生了讹变,又或者是为了与阿尔巴诺人相区别,他们称其居民为阿尔本塞斯。
τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν.
当时,有两千名阿尔本塞斯人飞奔到罗马来共同分担危险,他们一抵达就武装起来把守城门。
τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις ἡ Πλαταιέων ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.
在如此众多的殖民城邦中,唯独这座小城镇展现出了如此的热诚,正如当年普拉提亚这座小城为了雅典人奔赴马拉松以共同分担那时的危险一样。
§640τῶν δὲ στρατηγῶν Ἄππιος μὲν Καπύῃ παρέμενε, κἀκεῖνος ἡγούμενος ἑλεῖν Καπύην, Φούλουιος δὲ Φλάκκος ἑτέραις ὁδοῖς ἐπειχθεὶς ἀλήκτῳ τάχει ἀντεστρατοπέδευσε τῷ Ἀννίβᾳ, μέσον ἔχων τὸν Ἀνιῆνα.
在将领中,阿庇乌斯留在卡普阿,他自己也认为能攻克卡普阿;而富尔维乌斯·弗拉库斯则取道他途,以片刻不停的速度急行军,在阿尼奥河对岸与汉尼拔对峙安营。
τῷ δʼ Ἀννίβᾳ τῆν γέφυραν εὑρόντι λελυμένην καὶ τὸν Φούλουιον ἀντικαθήμενον, ἔδοξε τὰς πηγὰς τοῦ ποταμοῦ περιοδεῦσαι.
汉尼拔发现桥梁已被拆毁,而富尔维乌斯又在对岸列阵,便决定绕过该河的源头。
καὶ ὁ μὲν Φούλουιος ἀντιπαρώδευεν, ὁ δὲ καὶ ὣς ἐνήδρευε, Νομάδας ἱππέας ὑπολιπών, οἱ τῶν στρατῶν ἀναστάντων τὸν Ἀνιῆνα ἐπέρασαν καὶ τὰ Ῥωμαίων ἐδῄουν, μέχρι παρὰ τὴν πόλιν αὐτὴν γενόμενοι καὶ φοβήσαντες ἐπέστρεψαν ἐς Ἀννίβαν· οὕτω γὰρ αὐτοῖς παρήγγελτο.
当富尔维乌斯在对岸并肩行军时,汉尼拔依然设下伏兵,留下了努米底亚骑兵。 在两军移动后,这支骑兵渡过阿尼奥河,劫掠罗马人的土地,直到抵达罗马城下并制造了恐慌,随后返回汉尼拔处;因为他们接到的就是这样的指令。
αὐτὸς δὲ ἐπεὶ τάς τε πηγὰς τοῦ ποταμοῦ περιῆλθε, καὶ ὁδὸς ἦν ἐς τὸ ἄστυ οὐ πολλή, λέγεται μὲν νυκτὸς σὺν τρισὶν ὑπασπισταῖς λαθὼν κατασκέψασθαι τὸ ἄστυ, καὶ τὴν τῆς δυνάμεως ἐρημίαν καὶ θόρυβον τὸν ἐπέχοντα ἰδεῖν, ἀναστρέψαι δʼ ἐς Καπύην, εἴτε θεοῦ παράγοντος αὐτὸν ἀεὶ ὡς καὶ τότε, εἴτε τὴν τῆς πόλεως ἀρετὴν καὶ τύχην δείσας, εἴτε, ὡς αὐτὸς τοῖς ἐσβαλεῖν προτρέπουσιν ἔλεγεν, οὐκ ἐθέλων τὸν πόλεμον ἐκλῦσαι δέει Καρχηδονίων, ἵνα μὴ καὶ τὴν στρατηγίαν αὐτὸς ἀποθοῖτο· οὐ γὰρ ὅ γε σὺν Φουλουίῳ στρατὸς ἦν αὐτῷ πάμπαν ἀξιόμαχος.
至于汉尼拔本人,在绕过河源后,距离罗马城的路程已然不远,据说他曾于夜间仅带三名侍从暗中侦察了该城,亲眼目睹了防卫力量的空虚和蔓延在城中的恐慌,但随后他却折回了卡普阿——不论是神明如往常一样在此刻也误导了他,还是他畏惧这座城市的坚韧与运势,亦或如他自己对那些敦促他攻入城内的人所言,他因惧怕迦太基人而不愿结束战争,以免自己交出指挥权——因为富尔维乌斯麾下的军队根本不是他的对手。
ὁ δὲ Φούλουιος ἀναστρέφοντι παρείπετο, κωλύων τε προνομεύειν καὶ φυλασσόμενος μηδὲν ἐξ ἐνέδρας παθεῖν.
而富尔维乌斯则在汉尼拔撤退时尾随其后,既阻止其掠夺物资,又小心防范以免在伏击中受损。

词汇与语法注释

  1. §638τῆς χρείας ψευσθεὶς — 动词 ψεύdomai 的被动语态(或中动过去时)接属格,表示“落空”、“未能如愿”的用法。此处指汉尼拔未能达到他被召见时的初衷(χρεία)。
  2. §638οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου — 属格独立结构。主语为 οὐδενός,而 ἀπʼ ἐκείνων 表示来源(“从他们那边”,即城内的人)。整句意为“因为城内的人也无法从他们那一侧与他汇合”。
  3. §639οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν... πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω — 一个非对称的平行结构。前半句(带 μὲν)是与主句主语(罗马人)一致的一致分词(ἔχοντες),而后半句(带 δὲ)则是属格独立结构(στρατοῦ... ἐπιστάντος)。这种对比突出了罗马防守力量的空虚与敌军的突然压境。
  4. §640οὐ γὰρ ὅ γε σὺν Φουλουίῳ στρατὸς ἦν αὐτῷ πάμπαν ἀξιόμαχος — αὐτῷ 是关系与格,意为“对他(汉尼拔)而言”。ἀξιόμαχος 意为“势均力敌的”或“堪作对手的”。与否定词连用,表示“富尔维乌斯麾下的军队根本不是他的对手”,从而支持了作者的观点,即汉尼拔撤军并非因为畏惧罗马军队本身的战力。

引用这一段

阿庇安, 汉尼拔战记 §638-640. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:638-640

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。