§638καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφʼ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην.
And he was thus saved in a hazardous manner, while Hannibal, disappointed in the purpose for which he had been summoned to the Lucanians, returned to Capua, making it of great importance not to overlook a large and advantageous city falling into the hands of the Romans.
προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδʼ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι.
But having attacked the circumvallation and achieved nothing, nor being able to devise how he might send either grain or an army into the city, since no one from inside could join him either, because of the counter-fortification enclosing them on all sides, he hastened towards Rome with his whole army, learning that they too were hard pressed by famine, and hoping either to draw their generals away from Capua, or to accomplish something greater than Capua himself.
συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.
Having passed through many hostile nations with intense speed, some being unable to hold him back, and others not even daring to enter into a trial of strength, he encamped thirty-two stades from Rome by the Anio River.
§639καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμπανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω, καὶ στρατηγοῦ διʼ ἀρετὴν καὶ εὐτυχίαν ἀμάχου.
And the city was thrown into a panic such as never before, since they had no sufficient force of their own at hand (for what they had was then in Campania), and so great a hostile army had suddenly come upon them, led by a general who, through his valor and good fortune, was invincible.
ὅμως δὲ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον.
Nevertheless, under the circumstances, those who were able to bear arms guarded the gates, the old men leaped onto the walls, and the women and children carried stones and missiles.
οἱ δὲ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ δρόμῳ.
And those from the countryside ran together into the city.
βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν.
Everything was full of mingled shouting, lamenting, prayers, and mutual encouragement.
εἰσὶ δʼ αὐτῶν οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες ἔκοπτον.
There were some of them who, running out, began to cut down the bridge over the Anio.
μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχίζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δʼ ἐπισύροντες ἢ διαφθείροντες, ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν, Ἀλβησέας αὐτοὺς καλοῦσιν.
Once, when fortifying a certain small town against the Aequi, the Romans called it Alba after their own mother city; but in course of time, either dragging out the pronunciation or corrupting it, or to distinguish them from the Albans, they call them Albenses.
τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν.
Two thousand of these Albenses then ran to Rome to share the danger, and as soon as they arrived they armed themselves and guarded the gates.
τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις ἡ Πλαταιέων ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.
With such zeal did this small town alone of so many colonies act, just as once the small city of the Plataeans ran to Marathon for the Athenians to share the danger of that time.
§640τῶν δὲ στρατηγῶν Ἄππιος μὲν Καπύῃ παρέμενε, κἀκεῖνος ἡγούμενος ἑλεῖν Καπύην, Φούλουιος δὲ Φλάκκος ἑτέραις ὁδοῖς ἐπειχθεὶς ἀλήκτῳ τάχει ἀντεστρατοπέδευσε τῷ Ἀννίβᾳ, μέσον ἔχων τὸν Ἀνιῆνα.
Of the generals, Appius remained at Capua, he too believing he would take Capua, while Fulvius Flaccus, having hastened by other routes with unremitting speed, encamped opposite Hannibal with the Anio between them.
τῷ δʼ Ἀννίβᾳ τῆν γέφυραν εὑρόντι λελυμένην καὶ τὸν Φούλουιον ἀντικαθήμενον, ἔδοξε τὰς πηγὰς τοῦ ποταμοῦ περιοδεῦσαι.
Hannibal, finding the bridge destroyed and Fulvius posted opposite him, decided to go around the sources of the river.
καὶ ὁ μὲν Φούλουιος ἀντιπαρώδευεν, ὁ δὲ καὶ ὣς ἐνήδρευε, Νομάδας ἱππέας ὑπολιπών, οἱ τῶν στρατῶν ἀναστάντων τὸν Ἀνιῆνα ἐπέρασαν καὶ τὰ Ῥωμαίων ἐδῄουν, μέχρι παρὰ τὴν πόλιν αὐτὴν γενόμενοι καὶ φοβήσαντες ἐπέστρεψαν ἐς Ἀννίβαν· οὕτω γὰρ αὐτοῖς παρήγγελτο.
And while Fulvius marched along on the opposite bank, Hannibal nevertheless laid an ambush, leaving behind Numidian horsemen, who, when the armies moved on, crossed the Anio and plundered the Roman territory, until, having come close to the city itself and caused panic, they returned to Hannibal; for so they had been commanded.
αὐτὸς δὲ ἐπεὶ τάς τε πηγὰς τοῦ ποταμοῦ περιῆλθε, καὶ ὁδὸς ἦν ἐς τὸ ἄστυ οὐ πολλή, λέγεται μὲν νυκτὸς σὺν τρισὶν ὑπασπισταῖς λαθὼν κατασκέψασθαι τὸ ἄστυ, καὶ τὴν τῆς δυνάμεως ἐρημίαν καὶ θόρυβον τὸν ἐπέχοντα ἰδεῖν, ἀναστρέψαι δʼ ἐς Καπύην, εἴτε θεοῦ παράγοντος αὐτὸν ἀεὶ ὡς καὶ τότε, εἴτε τὴν τῆς πόλεως ἀρετὴν καὶ τύχην δείσας, εἴτε, ὡς αὐτὸς τοῖς ἐσβαλεῖν προτρέπουσιν ἔλεγεν, οὐκ ἐθέλων τὸν πόλεμον ἐκλῦσαι δέει Καρχηδονίων, ἵνα μὴ καὶ τὴν στρατηγίαν αὐτὸς ἀποθοῖτο· οὐ γὰρ ὅ γε σὺν Φουλουίῳ στρατὸς ἦν αὐτῷ πάμπαν ἀξιόμαχος.
And as for himself, when he had gone around the sources of the river, and the distance to the city was not great, it is said that he secretly reconnoitered the city by night with three shield-bearers, and saw the lack of defending forces and the prevailing panic, but that he returned to Capua—whether because a god was misleading him always as also then, or because he feared the virtue and fortune of the city, or, as he himself said to those who urged him to break in, because he did not wish to dissolve the war out of fear of the Carthaginians, lest he himself should lay down his command; for the army with Fulvius was by no means a match for him.
ὁ δὲ Φούλουιος ἀναστρέφοντι παρείπετο, κωλύων τε προνομεύειν καὶ φυλασσόμενος μηδὲν ἐξ ἐνέδρας παθεῖν.
And Fulvius followed him as he returned, preventing him from foraging and guarding against suffering anything from an ambush.