Humanitext Reader

阿庇安 · 汉尼拔战记 §635-637

格拉古战死与罗马军队围攻卡普阿

第 12 段,共 19 段 · 希腊语

内容简介

本节叙述了梅塔蓬图姆和赫拉克利亚的倒戈、格拉古的阵亡,以及罗马军队对卡普阿的包围和城外的单挑冲突。

§635Μεταποντῖνοι δʼ, ἐξ οὗ σφῶν ὁ φρούραρχος τὸ ἥμισυ τῆς φρουρᾶς ἄγων ἐς Τάραντα ᾤχετο, τοὺς λοιποὺς ὀλίγους γενομένους ἀπέκτειναν καὶ Ἀννίβᾳ προσέθεντο.
梅塔蓬图姆人自其守军指挥官率领半数守军前往塔兰托后,便杀死了人数所剩无几的其余守兵,投靠了汉尼拔。
προσέθετο δὲ καὶ ἡ μεταξὺ Μεταποντίνων τε καὶ Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ.
介于梅塔蓬图姆与图里伊之间的赫拉克利亚也投靠了过去,这更多是出于恐惧而非自愿。
καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ Ἀννίβου.
汉尼拔的形势由此再次变得极为有利。
τοῦ δʼ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων· οἷς Σεμπρώνιος Γράκχος ἀνθύπατος ἐπελθὼν ἐπολέμει.
次年,部分路卡尼亚人也背叛了罗马人;身为前执政官的塞姆普罗尼乌斯·格拉古便率军前来与他们作战。
Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥωμαίοις ἐμμενόντων Φλάουιος, φίλος ὢν καὶ ξένος Γράκχου, προδιδοὺς αὐτὸν ἔπεισεν ἔς τι χωρίον ἐλθόντα συνθέσθαι Λευκανῶν τοῖς στρατηγοῖς ὡς μετανοοῦσι, καὶ δοῦναι καὶ λαβεῖν πίστεις.
在依然忠于罗马的路卡尼亚人中,有一位名叫弗拉维乌斯的人,他是格拉古的朋友和客友,此人图谋背叛,劝说格拉古前往某个地方,在路卡尼亚的将领们假装悔改的名义下与他们达成协议,并互换誓约。
ὁ δʼ οὐδὲν ὑποτοπήσας εἵπετο μεθʼ ἱππέων τριάκοντα.
格拉古毫无怀疑,仅率领三十名骑兵随行。
Νομάδων δὲ πολλῶν αὐτὸν ἐξ ἐνέδρας κυκλωσαμένων, ὁ μὲν Φλάουιος ἐξίππευσεν ἐς ἐκείνους, ὁ δὲ Γράκχος συνεὶς τῆς προδοσίας καθήλατο μετὰ τῶν ἱππέων, καὶ πολλὰ καὶ γενναῖα δρῶν κατεκόπη μετὰ πάντων πλὴν τριῶν, οὓς μόνους εἷλεν ὁ Ἀννίβας, πολλὴν ποιησάμενος σπουδὴν λαβεῖν ζῶντα Ῥωμαίων τὸν ἀνθύπατον.
当众多努米底亚兵从埋伏中包围他时,弗拉维乌斯策马跑向他们,而格拉古察觉到背叛后,与骑兵们一同跳下战马,在展现出诸多英勇行为后,与除三人以外的所有人一同战死,汉尼拔仅俘获了这三人,他曾极力设法活捉这位罗马前执政官。
αἰσχρῶς δʼ αὐτὸν ἐνηδρευμένον ἀγάμενος ὅμως τῆς τελευταίας ἀρετῆς ἔθαψε, καὶ τὰ ὀστᾶ Ῥωμαίοις ἔπεμψεν.
尽管格拉古是因卑劣的埋伏而遇害,汉尼拔依然敬佩他最后的勇武,将其安葬,并将遗骨送回给罗马人。
καὶ ἀπὸ τοῦδε αὐτὸς μὲν ἐν Ἰάπυξιν ἐθέριζε καὶ σῖτον πολὺν ἐσώρευε, §636Ῥωμαίων δʼ ἐπιθέσθαι Καπυαιοις ἐγνωκότων ἔπεμπεν Ἄννωνα μετὰ χιλίων πεζῶν καὶ χιλίων ἱππέων ἐσδραμεῖν νυκτὸς ἐς Καπύην.
在此之后,汉尼拔本人在雅皮吉亚度夏,并囤积了大量谷物,而罗马人决定进攻卡普阿人,汉尼拔遂派遣汉诺率领一千步兵和一千骑兵,乘夜突袭卡普阿。
καὶ ὁ μὲν ἐσέδραμε Ῥωμαίους λαθών, οἱ δʼ ἡμέρας γενομένης, ὡς πλέονας εἶδον ἐπὶ τῶν τειχῶν, τὸ συμβὰν ἔγνωσαν, καὶ τῆς μὲν πόλεως εὐθὺς ἀνεχώρουν, τὰ δὲ θέρη τὰ Καπυαίων καὶ τῶν ἄλλων Καμπανῶν προκατελάμβανον.
汉诺避开罗马人的耳目成功突入,而罗马人在天亮后,看到城墙上有更多守兵,便明白了发生的事情,立刻从城下撤军,但抢先收割并夺取了卡普阿人和其他坎帕尼亚人的夏粮。
ὀδυρομένοις δὲ περὶ τοῦδε τοῖς Καμπανοῖς ὁ Ἀννίβας ἔφη πολὺν ἔχειν σῖτον ἐν Ἰαπυγίᾳ, καὶ πέμποντας ἐκέλευε λαμβάνειν ὁσάκις θέλοιεν.
面对坎帕尼亚人的哀叹,汉尼拔说他在雅皮吉亚有充足的谷物,并让他们派人去取,要多少就取多少。
οἱ δʼ οὐκ ὑποζύγια μόνον οὐδʼ ἄνδρας, ἀλλὰ καὶ γύναια καὶ παιδία ἔπεμπον ἀχθοφορήσοντα τοῦ σίτου· καὶ γὰρ ἐθάρρουν τῇ διόδῳ, μετελθόντος ἐς αὐτὴν ἐξ Ἰαπύγων Ἀννίβου, καὶ παρὰ τὸν Κάλωρα ποταμὸν στρατοπεδεύοντος, πλησίον Βενεβενδέων, οὓς μόνους ἐδεδοίκεσαν Ῥωμαίοις ἔτι συμμάχους ὄντας.
于是他们不仅派出了牲畜和男人,还派出了妇女和儿童去搬运谷物;因为他们对这条通道感到安全,因为汉尼拔已从雅皮吉亚移师至此,并在卡洛尔河畔、靠近贝内文托的地方驻扎,而贝内文托人是他们唯一惧怕的、仍与罗马人结盟的势力。
τότε δὲ Ἀννίβου παρόντος ἁπάντων κατεφρόνουν.
那时,由于汉尼拔在场,他们蔑视所有人。
§637συνέβη δὲ Ἀννίβαν μέν, καλοῦντος αὐτὸν Ἄννωνος, ἐς Λευκανοὺς διελθεῖν, τὰ πολλὰ τῆς κατασκευῆς ἐν τῷ περὶ Βενεβεντὸν στρατοπέδῳ μετʼ ὀλίγης φρουρᾶς καταλιπόντα, δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν ὑπάτοιν, Φουλουίου τε Φλάκκου καὶ Κλαυδίου Ἀππίου, τὸν ἕτερον αὐτοῖν πυθόμενον ἐπιδραμεῖν τοῖς Καμπανοῖς διαφέρουσι τὰ θέρη, καὶ πολλοὺς μὲν οἷα ἀπαρασκεύους διαφθεῖραι, καὶ τὸν σῖτον Βενεβενδεῦσι δοῦναι, λαβεῖν δὲ καὶ τὸ στρατόπεδον Ἀννίβου, καὶ τὴν ἐν αὐτῷ παρασκευὴν ἁρπάσαι, καὶ Καπύην ἔτι ὄντος ἐν Λευκανοῖς Ἀννίβου περιταφρεῦσαί τε καὶ ἐπὶ τῇ τάφρῳ περιτειχίσαι πᾶσαν ἐν κύκλῳ.
然而,因汉诺的召唤,汉尼拔前往了路卡尼亚,只留下少量守军将大部分装备遗留在贝内文托附近的营地中。 此时正值两位罗马执政官富尔维乌斯·弗拉库斯与克劳狄乌斯·阿庇乌斯指挥军队,他们中的一人得知此事后,袭击了正在运送夏粮的坎帕尼亚人,杀死了许多毫无防备的人,将谷物分给贝内文托人,还攻占了汉尼拔的营地,劫掠了其中的装备。 趁汉尼拔仍留在路卡尼亚之际,罗马人在卡普阿周围挖掘了战壕,并在战壕上修筑了包围壁,将整座城市环绕起来。
καὶ τοῦδε τοῦ περιτειχίσματος ἐκτὸς ἄλλο ποιήσαντες οἱ στρατηγοὶ τὸ μεσον εἶχον ἀντὶ στρατοπέδου.
将领们在这一包围壁之外又修筑了另一道墙,将中间的空间用作军营。
ἐπάλξεις δʼ ἦσαν αὐτοῖς αἱ μὲν ἐς Καπυαίους πολιορκουμένους αἱ δʼ ἐς τοὺς ἔξωθεν ἐπιόντας ἐπεστραμμέναι, ἥ τε ὄψις ἦν πόλεως μεγάλης σμικροτέραν ἐχούσης ἐν μέσῳ.
他们的胸壁一部分朝向被围困的卡普阿人,另一部分则朝向外来进攻的敌人,其外观就像一座大城市在中央包围着一座小城市。
τὸ δὲ ἀπὸ τοῦ περιτειχίσματος ἐς τὴν Καπύην διάστημα διστάδιον ἦν μάλιστα· ἐν ᾧ πολλαὶ ἐγίγνοντο πεῖραι καὶ συμβολαὶ καθʼ ἑκάστην ἡμέραν, πολλὰ δʼ ὡς ἐν θεάτρῳ μεσοτειχίῳ μονομάχια, προκαλουμένων ἀλλήλους τῶν ἀρίστων.
从包围壁到卡普阿的距离大约有两斯塔迪翁;在这片空间里,每天都发生着多次尝试与冲突,由于最勇猛的战士互相挑战,这里发生了许多决斗,犹如在两壁之间的剧场中进行一般。
καί τις Καπυαῖος, Ταυρέας, Ῥωμαίων ἐν μονομαχίῳ Κλαύδιον Ἄσελλον περιφεύγων ὑπεχώρει, μέχρι τοῖς Καπυαίων τείχεσιν ὁ Ἄσελλος ἐγκύρσας καὶ τὸν ἵππον οὐ δυνάμενος ἐκ τῆς ῥύμης ἐπιστρέψαι διὰ τῶν πολεμίων πυλῶν ἐς τὴν Καπύην ἐσήλατο σὺν ὁρμῇ, καὶ διιππεύσας τὴν πόλιν ὅλην κατὰ τὰς ἑτέρας ἐξέδραμεν ἐς τοὺς ἐπὶ θάτερα Ῥωμαίους.
一名叫作塔乌雷阿斯的卡普阿人在决斗中避开罗马人克劳狄乌斯·阿塞卢斯并退却,直到阿塞卢斯冲到卡普阿人的城墙前,因马速过快无法转弯,竟顺着惯性从敌人的城门冲进了卡普阿城。 他骑马穿过了整座城市,从另一侧的城门冲出,回到了另一边的罗马人那里。

词汇与语法注释

  1. 635ἐξ οὗ — ἐξ οὗ 是 ἐκ χρόνου οὗ(自……之时起)的省略,引导时间状语从句,意为“自……以来”。
  2. 635ὡς μετανοοῦσι — ὡς 后接直陈式(μετανοοῦσι),表示叛徒弗拉维乌斯给格拉古提出的主观借口或名目(“假装他们已经悔改”)。
  3. 637δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν ὑπάτοιν — 带有双数(dual)属格/与格词尾 -οιν 的表达。此处被理解为属格绝对结构,意为“在两位罗马执政官指挥期间”。

引用这一段

阿庇安, 汉尼拔战记 §635-637. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:635-637

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。