§741ὁ δʼ ἐπιτηρήσας νύκτα ἀσέληνον, καὶ χωρίον ἐν ᾧ Φούλουιος ἑσπερας τεῖχος μὲν οὐκ ἔφθανεν ἐγεῖραι, τάφρον δʼ ὀρυξάμενος καὶ διαστήματα ἀντὶ πυλῶν καταλιπὼν καὶ τὸ χῶμα προβαλὼν ἀντὶ τείχους ἡσύχαζεν, ἔς τε λόφον ὑπερκείμενον αὐτοῦ καρτερὸν ἔπεμψε λαθὼν ἱππέας, οἷς εἶρητο ἡσυχάζειν ἕως οἱ Ῥωμαῖοι τὸν λόφον ὡς ἔρημον ἀνδρῶν καταλαμβάνωσι, τοῖς δʼ ἐλέφασι τοὺς Ἰνδοὺς ἐπιβήσας ἐκέλευσεν ἐς τὸ τοῦ Φουλουίου στρατόπεδον ἐσβιάζεσθαι διά τε τῶν διαστημάτων καὶ διὰ τῶν χωμάτων, ὡς δύναιντο.
汉尼拔伺机选择了一个无月的夜晚,并瞄准了富尔维乌斯傍晚时分来不及筑起城墙,只挖了战壕、留下空隙代替城门、推起土垒代替城墙并静静休息的地方,暗中向高耸于其上的一座险峻山丘派遣了骑兵。 他吩咐这些骑兵保持安静,直到罗马人以为该山丘空无一人而前去占领。 他让印度象夫骑上大象,命令他们尽其所能地通过空隙和土垒强行闯入富尔维乌斯的营地。
σαλπικτὰς δὲ αὐτοῖς καὶ βυκανητάς τινας ἐξ ὀλίγου διαστήματος ἕπεσθαι κελεύσας, προσέταξεν, ὅταν ἔνδον γένωνται, τοὺς μὲν θόρυβον πολὺν ἐγείρειν περιθέοντας, ἵνα πολλοὶ δόξωσιν εἶναι, τοὺς δε ῥωμαΐζοντας βοᾶν ὅτι Φούλουιος ὁ Ῥωμαίων στρατηγὸς κελεύει, τὸ στρατόπεδον ἐκλιπόντας, ἐπὶ τὸν ἐγγὺς λόφον ἀναπηδᾶν.
他命令一些喇叭手和号角手在很短的距离后跟随,并指示当他们进入营地内部后,一部分人要在周围奔跑并制造巨大的混乱,以便显得人数众多,而另一部分人则要用罗马语大喊:“罗马将军富尔维乌斯命令你们放弃营地,逃往附近的山丘!
τόδε μὲν ἦν τὸ στρατήγημα τοῦ Ἀννίβου, καὶ τούτων τὰ μὲν πρῶτα πάντα κατὰ νοῦν ἀπήντησεν· οἵτε γὰρ ἐλέφαντες ἐσῆλθον τοὺς φύλακας καταπατήσαντες, καὶ οἱ σαλπικταὶ τὸ αὑτῶν ἐποίουν, καὶ ὁ θόρυβος Ῥωμαίοις ἐξ εὐνῆς ἀνισταμένοις ἐν μελαίνῃ νυκτὶ ἀδόκητος ἐμπεσὼν ἐπιφοβώτατος ἦν, τῶν τε ῥωμαϊζόντων ἀκούοντες ὅτι παρήγγελται φεύγειν ἐς τὸν λόφον, περὶ τοῦτʼ ἐγίγνοντο.
”这就是汉尼拔的计谋,起初这一切都完全如他所愿地实现了:因为大象踩踏着卫兵闯了进去,喇叭手也尽了职责,而在黑夜中刚从床上爬起来的罗马人遭遇这突如其来的混乱,感到极其恐惧,又听到说罗马语的人高喊命令撤退到山丘,便纷纷朝那个方向动身。
§742Φούλουιος δὲ ἀεί τινα προσδοκῶν ἐνέδραν, καὶ τοῦτο ὑποπτεύων ἐν ἅπασι τοῖς Ἀννίβου, εἴθʼ ὑπʼ οἰκείας τότε συνέσεως, εἴτε θεολήπτῳ γνώμῃ προσπεσών, εἴτε παρʼ αἰχμαλώτου τὰ ἀκριβέστατα μαθών, τοὺς χιλιάρχους ὀξέως ἐπέστησε ταῖς ἐς τὸ λόφον ἀγούσαις ὁδοῖς, κωλύειν τοὺς διʼ αὐτῶν φερομένους, καὶ μεταδιδάσκειν ὅτι τοῦτʼ οὐχ ὁ στρατηγὸς Ῥωμαίων ἀλλʼ Ἀννίβας ἐκήρυξεν ἐνεδρεύων.
然而富尔维乌斯总是预料到会有伏兵,并在汉尼拔的一切行动中都怀疑这一点——这不知是由于他当时的聪明才智,还是他得到了神明的启示,抑或是从俘虏那里得知了最精确的实情——他迅速将千人队长部署在通往山丘的道路上,以阻止沿路奔逃的人,并向他们解释这并非罗马将军的命令,而是设下埋伏的汉尼拔所发布的宣告。
αὐτὸς δὲ τοῖς χώμασι φυλακὰς ἀκριβεῖς ἐπιστήσας, μή τις ἔφοδος ἔξωθεν ἄλλη γένοιτο, ἐβοηδρόμει μεθʼ ἑτέρων ἀνὰ τὸ στρατόπεδον ἅπαντα ἔχειν ἀσφαλῶς, καὶ ὀλίγους τοὺς μετὰ τῶν ἐλεφάντων ἐσελθόντας εἶναι.
他自己则在土垒上部署了严密的守备,以防外部发起其他袭击,并与其他人一同在营地里奔走,确保一切安全,并告知众人随大象闯入的敌人人数很少。
δᾷδάς τε ἧπτε καὶ πῦρ πανταχόθεν ἤγειρε, καὶ καταφανὴς ἦν ἡ τῶν ἐσελθόντων ὀλιγότης, ὥστε αὐτῶν πάνυ καταφρονήσαντες οἱ Ῥωμαῖοι, ἐς ὀργὴν ἐκ τοῦ πρὶν δέους μεταβαλόντες, εὐμαρῶς οἷα ψιλοὺς καὶ ὀλίγους διέφθειραν.
他让人点燃火把,在四处升起火光,闯入者的稀少便一目而论,于是罗马人完全鄙视他们,从之前的恐惧转为愤怒,轻易地消灭了这些轻装且人数稀少的敌人。
οἱ δὲ ἐλέφαντες οὐκ ἔχοντες εὐρύχωρον οὐδὲν ἐς ἀναστροφήν, εἰλούμενοι περὶ σκηνὰς καὶ φάτνας, ἐβάλλοντο πρὸς ἁπάντων ἐπιτυχῶς διὰ τὴν στενότητα τοῦ χωρίου καὶ τὸ μέγεθος τῶν σωμάτων, μέχρι περιαλγοῦντές τε καὶ ἀγανακτοῦντες, καὶ ἐπιδραμεῖν ἐς τοὺς πολεμίους οὐκ ἔχοντες, τοὺς ἐπιβάτας σφῶν ἀπεσείοντο καὶ κατεπάτουν σὺν ὀργῇ καὶ βοῇ πάνυ ἠγριωμένοι, καὶ ἐξεπήδων ἐκ τοῦ στρατοπέδου.
而大象因没有宽敞的空间进行回旋,在帐篷和饲料槽周围挤作一团,由于场地狭窄且身躯庞大,它们遭到众人精准的投掷攻击,直到它们感到极度痛苦和愤怒,又无法冲向敌人,便愤怒且吼叫着将象夫摔下并踩踏,完全狂暴地冲出了营地。
Φούλουιος μὲν δὴ Φλάκκος εὐσταθῶς καὶ εὐμηχάνως αἰφνιδίῳ συνενεχθεὶς ἐνέδρᾳ περιῆν τοῦ Ἀννίβου, καὶ τὸν στρατὸν περιέσωζεν ἀεὶ πεφρικότα τὰς Ἀννίβου μηχανάς·
如此,富尔维乌斯·弗拉库斯在面对突如其来的伏击时,沉着而机智地战胜了汉尼拔,挽救了那支时刻对汉尼拔的诡计心存畏惧的军队。
§743ὁ δʼ Ἀννίβας ἐπεὶ τῆς πείρας ἀπέτυχεν, ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε, καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ.
而汉尼拔在这次尝试失败后,便前往路卡尼亚人的领地过冬,并沉溺于不寻常的奢侈生活中,这个粗野的男人还包养了情妇。
καὶ εὐθὺς αὐτῷ κατʼ ὀλίγον ἐτρέπετο πάντα.
随即,他的一切境况都开始逐渐恶化。
Φούλουιος δʼ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυαίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος ἑλεῖν τὴν πόλιν, ἕως Ἀννίβας ἠρεμεῖ.
富尔维乌斯则返回卡普阿与他的同僚将军会合,两人乘汉尼拔按兵不动之际,急于在冬季攻克该城,对卡普阿人发起了猛烈的进攻。
Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισαγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς· ἐνεχείρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βώσταρι.
卡普阿人因粮食匮乏且无法从任何其他地方输入,便向将军们投降;负责守卫他们的利比亚人也同他们的将军——另一个汉诺和波斯塔尔一起投降了。
Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν, καὶ ὅσους ηὗρον αὐτομολοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον· Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο.
罗马人在城内驻防,并将发现的所有逃兵砍断双手;在利比亚人中,他们将显贵者送往罗马,其余的人则予以卖掉。
καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δʼ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον.
至于卡普阿人自己,他们处死了最主要的叛乱罪魁祸首,对其他人则仅没收了土地。
εὔφορος δʼ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα· πεδιὰς γάρ ἐστιν.
卡普阿周边的所有土地都盛产粮食,因为这是一片平原。
Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περιῄρητο.
如此,卡普阿重新回到了罗马人的手中,利比亚人在意大利的这一巨大优势也随之被剥夺了。
§744ἐν δὲ Βρεττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν Λιβύων, ἐθίσας ἀεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ, καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς πάντα γεγονὼς καὶ σχεδὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα ὑβριζόντων συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ, καὶ πιστὰ δοὺς καὶ λαβών, ἑκάστοτέ τινας ὡς αἰχμαλώτους ἐσῆγεν ἐς τὴν ἄκραν, καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα.
在作为意大利一部分的布雷蒂亚,有一个来自被利比亚人驻守的蒂西亚城的男子。 他习惯了经常掠夺一些物资送给驻军长官,并因此在所有事情上都与长官非常亲近,几乎成了副将,但他因驻军对自己的祖国进行侮辱而感到痛苦。 于是,他与罗马将军达成了协议,并互相给予和接受了信义的保证,每次都把一些人当成俘虏带进城堡,并将他们的武器当作战利品运进去。
ἐπεὶ δὲ πλέονες ἐγένοντο, ἐξέλυσεν αὐτοὺς καὶ ὥπλισε, καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε, καὶ παρὰ Ῥωμαίων ἄλλην ἐσηγάγετο.
当人数增多时,他将他们释放并武装起来,消灭了利比亚人的驻军,并从罗马人那里迎来了另一支驻军。
Ἀννίβου δὲ οὐ πολὺ ὕστερον παροδεύοντος αὐτούς, οἱ μὲν φρουροὶ καταπλαγέντες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ.
但在不久之后,当汉尼拔路过他们那里时,驻军因恐惧而惊慌失措地逃往雷吉乌斯,而蒂西亚的居民则向汉尼拔投降。
καὶ ὁ Ἀννίβας τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην.
汉尼拔烧死了那些对叛乱负有责任的人,并在城内安置了另一支驻军。