Humanitext Reader

阿庇安 · 汉尼拔战记 §632-634

汉尼拔夺取塔兰托与图里伊陷落

第 11 段,共 19 段 · 希腊语

内容简介

通过科诺纽斯的计谋,塔兰托落入汉尼拔之手,随后展开了城堡围攻战。接着讲述了为打破封锁而开辟新通道的经过,以及企图援助罗马的图里伊最终被迦太基人夺取的结局。

§632Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαιων Κονωνεὺς ὧδε προύδωκεν.
罗马人驻守的塔兰托,被科诺纽斯以下列方式出卖了。
κυνηγετεῖν εἴθιστο ὁ Κονωνεύς, καὶ φέρων ἀεί τι τῷ φρουράρχῳ Λιουίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο.
科诺纽斯惯于狩猎,因总是带些猎物送给守备官利维乌斯,由此便与他相熟。
ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ, νυκτὸς ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανόμενα.
但在战争频繁之地,他说必须在夜间狩猎,并在夜间将捕获的东西送来。
νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέμενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δʼ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ διʼ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους.
因此,当城门在夜间为他打开时,他与汉尼拔达成协议并带上士兵,将其中一些人藏在附近的一处丛林中,命令另一些人在不远处跟在自己后面,再让其余的人与他一同前行,他们在里面系着护胸甲并佩戴短剑,外表则乔装成猎人模样。
κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας.
他让他们用木架抬着一只野猪,在夜间来到城门前。
καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἱ μὲν συνεσελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἱ δʼ ἑπόμενοι κατὰ σπουδὴν συνεσέπιπτον ἐκείνοις, καὶ τοὺς ἀπὸ τῆς λόχμης ἐδέχοντο, καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ.
卫兵们如往常一样打开城门,与他一同进城的人便立刻杀死了开门的人,紧随其后的人急忙冲了进来与他们会合,接应了丛林里的伏兵,并为汉尼拔打开了城门。
ὁ δὲ ἔσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει, καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.
汉尼拔进城后,立即控制了城市的其余部分,并在争取到塔兰托人作为盟友后,包围了仍有敌军驻守的城堡。
§633ὧδε μὲν Κονωνεὺς Τάραντα προύδωκε·
科诺纽斯便是这样出卖了塔兰托。
Ῥωμαῖοι δʼ ὅσοι τὴν ἀκρόπολιν εἶχον, ε͂ς μὲν πεντακισχιλίους ἦσαν, καὶ αὐτοῖς Ταραντίνων τέ τινες προσεχώρουν, καὶ ὁ τῆς ἐν Μεταποντίῳ φρουρᾶς ἡγεμὼν τὸ ἥμισυ τῆς φρουρᾶς ἔχων ἦλθε, βελῶν τε καὶ ὀργάνων πολλῶν ηὐπόρουν, ὡς ἀπὸ τείχους εὐμαρῶς ἀμύνεσθαι τὸν Ἀννίβαν.
至于守卫城堡的罗马人,大约有五千之众,一些塔兰托人也加入了他们,梅塔蓬图姆的守军指挥官也带着半数守军赶来。 他们拥有充足的投射物和许多器械,足以轻松地在城墙上抵御汉尼拔。
ηὐπόρει δὲ καὶ ὁ Ἀννίβας.
而汉尼拔同样装备充足。
πύργους τε οὖν καὶ καταπέλτας ἐπάγων καὶ χελώνας ἔνια διέσειε, καὶ δρεπάνοις ἀπὸ κάλων ἐπάλξεις τε κατέσυρε καὶ τὸ τεῖχος ἀπεγύμνου.
于是,他推来攻城塔、弩炮和龟甲车,震动了城墙的某些部分,并用绳索悬挂的镰刀拉倒了胸墙,使城墙暴露在外。
οἱ δὲ λίθους μὲν ἐπὶ τὰς μηχανὰς ἀφιέντες πολλὰ συνέτριβον, βρόχοις δὲ τὰ δρέπανα περιέσπων, καὶ πολλάκις ἐκθέοντες ἄφνω συνετάρασσον ἀεί τι καὶ κτείναντες ἐπανῄεσαν.
但守军向这些器械投掷石块,砸毁了其中的许多,并用套索套住并拽偏那些镰刀,还经常出其不意地发起突击,打乱敌军,每次杀死一些敌人后便退回城内。
ὡς δὲ καὶ πνεῦμά ποτε λάβρον ἐθεάσαντο, οἱ μὲν ἀπὸ τοῦ τείχους δᾷδας ἡμμένας καὶ στύππιον καὶ πίσσαν αὐτοῦ τοῖς μηχανήμασιν ἐπερρίπτουν, οἱ δὲ καὶ ἐκδραμόντες ὑπέθηκαν.
有一次,他们看到刮起了猛烈的大风,一些人便从城墙上将点燃的火把、麻屑和沥青扔到他的器械上,另一些人甚至冲出城去,将这些易燃物塞到器械底下。
ἀπογνοὺς οὖν ὁ Ἀννίβας τῆσδε τῆς πείρας περιετείχισε τὴν πόλιν, χωρίς γε τοῦ πρὸς θαλάσσῃ μέρους· οὐ γὰρ ἦν καὶ τοῦτο δυνατόν.
因此,汉尼拔对这种尝试感到绝望,便将该城围困起来,但避开了临海的部分,因为这在当时是不可能的。
καὶ παραδοὺς Ἄννωνι τὴν πολιορκίαν, ἐς Ἰάπυγας ἀνεχώρει.
他将围攻的任务移交给汉诺后,便退兵往雅皮吉亚去了。
§634λιμένες δʼ εἰσὶ τοῖς Ταραντινοις πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο τὴν ἀγορὰν ἐκ θαλάσσης, Ταραντίνοις δʼ ἐκώλυον ἐσκομίζεσθαι.
塔兰托人的港口面朝北风,供人们从外海穿过地峡航行进来;他们曾用桥梁封锁该地峡,当时控制这些桥梁的罗马守军通过海上为自己获取物资,却阻止物资被运送给塔兰托人。
ὅθεν ἠπόρουν ἀγορᾶς οἱ Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νοτιον θαλασσαν, ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι.
塔兰托人因此缺乏物资,直到汉尼拔来到他们那里,教导他们通过挖掘一条穿过城市中部、从港口通往南部海洋的大道,来开辟另一条通道。
καὶ οἱ μὲν οὕτω πράξαντες εἶχόν τε ἀγοράν, καὶ τριήρεσι τοὺς Ῥωμαίων φρουροὺς ναῦς οὐκ ἔχοντας ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν καταπλέουσαν ἐκείνοις ἀφῃροῦντο· οἱ δʼ ἠπόρουν.
他们依计行事后,不仅获得了物资,还用三列桨战船在城墙下骚扰没有船只的罗马守军(特别是在非冬季时分),并夺走为他们驶来的物资;这下轮到罗马守军陷入困境了。
καὶ νυκτὸς αὐτοὶς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ τριήρεις ἐς φυλακὴν τῶν νεῶν, οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας.
夜间,当图里伊人派船为他们运送谷物,并派三列桨战船护航时,塔兰托人和与他们在一起的利比亚人察觉了此事并设下埋伏,将所有船只连同谷物和人员一并俘获。
πρεσβευομένων δὲ θαμινὰ τῶν Θουρίων, καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους, οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν μετέπειθον ἐς Ἀννίβαν.
图里伊人屡次派遣使者,请求赎回被俘的人,塔兰托人便说服了前来交涉的使者投靠汉尼拔。
καὶ ὁ Ἀννίβας ὅσους εἶχε Θουρίων αἰχμαλώτους, εὐθὺς ἀπέλυεν.
汉尼拔随即释放了他所拥有的所有图里伊俘虏。
οἱ δὲ τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς πύλας Ἄννωνι ἀνέῳξαν.
这些人说服了他们的同胞,为汉诺打开了城门。
καὶ Θούριοι μὲν Ῥωμαίοις Τάραντα περιποιούμενοι ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι·
就这样,图里伊人本想为罗马人保全塔兰托,结果自己却不知不觉地落入了迦太基人的统治之下。
ἡ δʼ ἐν τῇ πόλει φρουρὰ Ῥωμαίων ἐς Βρεντέσιον λαθοῦσα διεπλευσεν.
而城中的罗马守军则悄悄乘船逃往了布林迪西。

词汇与语法注释

  1. §632ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ — ὡς 后面接介词短语的结构是一个惯用表达,意为“正如在处于战争状态(被敌军蹂躏)的土地上所自然发生的那样”。这解释了科诺纽斯的借口:由于白天敌对行动频繁,狩猎和运送猎物必须在夜间进行。
  2. §632τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους — τὰ ἐκτός 是关系宾格(“至于外表”)。ὡς ἂν 带有“仿佛……”的假设或比拟语气,修饰宾格分词 ἐσκευασμένους(该分词与前文作宾语的代词 τοὺς δὲ 一致)。
  3. §634πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι — 现在活动分词与格 ἐσπλέοντι 用作关系与格(dative of reference),表示“对于从外海驶入[港口]的人而言”。
  4. §634ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι — 宾格分词 ὀρύξαντας 用作不定式 ποιήσασθαι 的逻辑主语。虽然 ἰσθμός 通常指“地峡”,但在此语境下意为“另一条通道”或“运河”。历史事实上,这是指他们开辟了一条陆上通道以拖运船只,从而规避了港口封锁。
  5. §634Θούριοι μὲν Ῥωμαίοις Τάραντα περιποιούμενοι — 与格 Ῥωμαίοις 是利益与格(“为罗马人”)。现在分词 περιποιούμενοι 意为“试图保全/确保”,表示图里伊人为了罗马人而极力保全塔兰托的意图与尝试。

引用这一段

阿庇安, 汉尼拔战记 §632-634. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:632-634

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。