§632Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαιων Κονωνεὺς ὧδε προύδωκεν.
コノネウスは、ローマ人によって守備されていたタレントゥムを次のようにして裏切った。
κυνηγετεῖν εἴθιστο ὁ Κονωνεύς, καὶ φέρων ἀεί τι τῷ φρουράρχῳ Λιουίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο.
コノネウスは狩りをする習慣があり、常に獲物を守備隊長リウィウスのもとに持って行ったため、このことから彼と親しくなっていた。
ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ, νυκτὸς ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανόμενα.
しかし、戦争状態にある土地のことゆえ、夜間に狩りをし、捕らえたものを夜間に運ぶ必要があると彼は主張した。
νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέμενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δʼ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ διʼ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους.
そこで、夜間に彼のために門が開けられると、彼はハンニバルと協定を結んで兵士たちを借り受け、ある者たちを近くの茂みに隠し、他の者たちには少し遅れて自分の後を追うように命じ、さらに他の者たちには、内側には胸当てと剣を帯び、外側は狩人のような身支度をさせて、自分と一緒に進むように命じた。
κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας.
そして、彼らに丸木の上に載せた大猪を担がせ、夜間に門のところへとやって来た。
καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἱ μὲν συνεσελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἱ δʼ ἑπόμενοι κατὰ σπουδὴν συνεσέπιπτον ἐκείνοις, καὶ τοὺς ἀπὸ τῆς λόχμης ἐδέχοντο, καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ.
守衛たちがいつものように門を開けると、彼と一緒に中に入った者たちは、開けてくれた守衛たちをただちに殺害し、後からついて来た者たちも急いで彼らとなだれ込み、茂みから来た者たちを迎え入れて、ハンニバルのために門を開け放った。
ὁ δὲ ἔσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει, καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.
ハンニバルは中に入ると、ただちに街の他の部分を支配下に置き、タレントゥムの人々を味方に引き入れると、依然として守備されていたアクロポリスを包囲した。
§633ὧδε μὲν Κονωνεὺς Τάραντα προύδωκε·
このようにしてコノネウスはタレントゥムを裏切った。
Ῥωμαῖοι δʼ ὅσοι τὴν ἀκρόπολιν εἶχον, ε͂ς μὲν πεντακισχιλίους ἦσαν, καὶ αὐτοῖς Ταραντίνων τέ τινες προσεχώρουν, καὶ ὁ τῆς ἐν Μεταποντίῳ φρουρᾶς ἡγεμὼν τὸ ἥμισυ τῆς φρουρᾶς ἔχων ἦλθε, βελῶν τε καὶ ὀργάνων πολλῶν ηὐπόρουν, ὡς ἀπὸ τείχους εὐμαρῶς ἀμύνεσθαι τὸν Ἀννίβαν.
他方、アクロポリスを保持していたローマ人たちは五千人ほどに及び、彼らにタレントゥム人の一部も加わった。 またメタポンティオンの守備隊の指揮官が守備隊の半数を引き連れてやって来た。 彼らは投射兵器や多くの機械を豊富に備えていたため、城壁から容易にハンニバルを防ぐことができた。
ηὐπόρει δὲ καὶ ὁ Ἀννίβας.
ハンニバルの側もまた豊富に備えていた。
πύργους τε οὖν καὶ καταπέλτας ἐπάγων καὶ χελώνας ἔνια διέσειε, καὶ δρεπάνοις ἀπὸ κάλων ἐπάλξεις τε κατέσυρε καὶ τὸ τεῖχος ἀπεγύμνου.
それゆえ、彼は攻城塔やカタパルト、亀甲車を動員して城壁の一部を揺るがし、ロープに吊るした大鎌を用いて胸壁を引きずり下ろし、城壁を丸裸にした。
οἱ δὲ λίθους μὲν ἐπὶ τὰς μηχανὰς ἀφιέντες πολλὰ συνέτριβον, βρόχοις δὲ τὰ δρέπανα περιέσπων, καὶ πολλάκις ἐκθέοντες ἄφνω συνετάρασσον ἀεί τι καὶ κτείναντες ἐπανῄεσαν.
しかし守備隊の側は、兵器に対して石を投げつけてその多くを粉砕し、大鎌には縄の輪をかけて引き偏らせ、しばしば不意に出撃しては敵を混乱に陥れ、常に誰かしらを殺害してから退却した。
ὡς δὲ καὶ πνεῦμά ποτε λάβρον ἐθεάσαντο, οἱ μὲν ἀπὸ τοῦ τείχους δᾷδας ἡμμένας καὶ στύππιον καὶ πίσσαν αὐτοῦ τοῖς μηχανήμασιν ἐπερρίπτουν, οἱ δὲ καὶ ἐκδραμόντες ὑπέθηκαν.
またあるとき、激しい風が吹くのを見ると、ある者たちは城壁の上から火のついた松明や麻屑、ピッチを彼の兵器に投げつけ、他の者たちは出撃してそれらを兵器の下に据え置いた。
ἀπογνοὺς οὖν ὁ Ἀννίβας τῆσδε τῆς πείρας περιετείχισε τὴν πόλιν, χωρίς γε τοῦ πρὸς θαλάσσῃ μέρους·
それゆえハンニバルはこの試みを断念し、海に面した部分を除いてその都市を包囲壁で囲んだ。
οὐ γὰρ ἦν καὶ τοῦτο δυνατόν.
海の部分は不可能なことだったからである。
καὶ παραδοὺς Ἄννωνι τὴν πολιορκίαν, ἐς Ἰάπυγας ἀνεχώρει.
そして、ハノンに包囲戦を委ねると、自身はヤピュギア地方へと撤退した。
§634λιμένες δʼ εἰσὶ τοῖς Ταραντινοις πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο τὴν ἀγορὰν ἐκ θαλάσσης, Ταραντίνοις δʼ ἐκώλυον ἐσκομίζεσθαι.
タレントゥムの人々は、外海から地峡を抜けて航行する者にとって北風に面した位置に港を有していたが、人々はその地峡を橋で閉鎖していた。 当時その橋を制圧していたローマ人の守備隊は、自分たちのために海から食糧を受け入れる一方で、タレントゥム人向けに運び込まれるのを妨害していた。
ὅθεν ἠπόρουν ἀγορᾶς οἱ Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νοτιον θαλασσαν, ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι.
このためタレントゥム人は食糧に困窮していたが、ついにハンニバルが彼らのもとにやって来て、港から南の海へと市街の中央を抜けて通じている大路を掘り下げて、別の通路を造るように教えた。
καὶ οἱ μὲν οὕτω πράξαντες εἶχόν τε ἀγοράν, καὶ τριήρεσι τοὺς Ῥωμαίων φρουροὺς ναῦς οὐκ ἔχοντας ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν καταπλέουσαν ἐκείνοις ἀφῃροῦντο·
彼らがそのように実行すると、食糧を手に入れることができるようになり、また船を持たないローマ人の守備隊を、とりわけ冬でないときには、三段櫂船を用いて城壁の下から攻撃して悩ませ、彼らのために航行してくる食糧を奪い取った。
οἱ δʼ ἠπόρουν.
こうして今度はローマ人の方が困窮した。
καὶ νυκτὸς αὐτοὶς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ τριήρεις ἐς φυλακὴν τῶν νεῶν, οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας.
そして、夜間にトゥリオイの人々が船で穀物を彼らに送り、また船の護衛のために三段櫂船を派遣した際、タレントゥム人と彼らとともにいたリビア人たちは、これを察知して待ち伏せし、穀物そのものも乗組員ともども、すべての船を鹵獲した。
πρεσβευομένων δὲ θαμινὰ τῶν Θουρίων, καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους, οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν μετέπειθον ἐς Ἀννίβαν.
トゥリオイの人々がたびたび使節を送って、捕らえられた者たちの身代金を払って釈放することを要求すると、タレントゥム人は、やって来た使節たちを説得してハンニバルの側に寝返らせた。
καὶ ὁ Ἀννίβας ὅσους εἶχε Θουρίων αἰχμαλώτους, εὐθὺς ἀπέλυεν.
そしてハンニバルは、捕虜にしていたトゥリオイの人々を全員ただちに解放した。
οἱ δὲ τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς πύλας Ἄννωνι ἀνέῳξαν.
彼らは自国の同胞たちを説得し、ハノンのために門を開けた。
καὶ Θούριοι μὲν Ῥωμαίοις Τάραντα περιποιούμενοι ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι·
こうして、トゥリオイの人々はローマ人のためにタレントゥムを確保しようとしていながら、自分たち自身がいつの間にかカルタゴ人の支配下に入ってしまったのである。
ἡ δʼ ἐν τῇ πόλει φρουρὰ Ῥωμαίων ἐς Βρεντέσιον λαθοῦσα διεπλευσεν.
他方、その都市にいたローマ人の守備隊は、密かにブレンテシオンへと船で逃れた。