Humanitext Reader

阿庇安 · 汉尼拔战记 §527-528

罗马整顿防务与汉尼拔处置俘虏

第 9 段,共 19 段 · 希腊语

内容简介

罗马在得知坎尼战败的噩耗后,通过释放奴隶和强化军备等非常手段整顿防务。元老院拒绝赎回被俘的罗马士兵,愤怒的汉尼拔随即处决了部分俘虏,或强迫他们进行残酷的决斗。

§527ἡ δὲ πόλις, ἀπαγγελθεισης τῆς συμφορᾶς, οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐθρήνουν τε τοὺς οἰκείους ἀνακαλοῦντες, καὶ σφᾶς ὡς αὐτικα ἁλωσομένους ὠλοφύροντο, αἱ δὲ γυναῖκες ἱκέτευον ἐν τοῖς ἱεροῖς μετὰ τῶν τέκνων λῆξαί ποτε τὰς συμφορὰς τῇ πόλει, οἱ δʼ ἄρχοντες θυσίαις τε καὶ εὐχαῖς ἱλάσκοντο τοὺς θεούς, εἴ τι μήνιμα ἐνοχλεῖ, κορεσθῆναι τοῖς γεγονόσιν.
当灾难被报告到城里时,城中的人们在街上痛哭,大声呼唤着亲人的名字,并为自己即将被俘而哀号;妇女们则带着孩子们在神殿中哀求,希望这座城市的灾难能早日平息。 执政官员们则通过祭祀和祈祷来安抚神明,祈求如果有什么神怒在困扰他们,也该因已经发生的事而平息。
ἡ δὲ βουλὴ Κόιντον μὲν Φάβιον, τὸν συγγραφέα τῶνδε τῶν ἔργων, ἐς Δελφοὺς ἔπεμπε χρησόμενον περὶ τῶν παρόντων, δούλους δὲ ἐς ὀκτακισχιλίους τῶν δεσποτῶν ἐπιδόντων ἠλευθέρου, ὅπλα τε καὶ τόξα τοὺς ἐν ἄστει πάντας ἐργάζεσθαι παρεσκεύαζε, καὶ συμμάχους, καὶ ὥς, τινὰς συνέλεγεν.
元老院派出了这些事件的记录者昆图斯·法比乌斯前往德尔斐,就现状请求神谕,并释放了主人所提供的约八千名奴隶,安排城内的所有人制造武器和弓箭,并即便如此也募集了一些盟军。
Κλαύδιόν τε Μάρκελλον μέλλοντα πλεῖν ἐς Σικελίαν, ἐς τὸν Ἀννίβου πόλεμον μετέφερεν.
他们还将原计划乘船前往西西里岛的克劳狄乌斯·马塞卢斯调往针对汉尼拔的战场。
ὁ δὲ τὸν μὲν στόλον ἐμερίσατο τῷ συνάρχῳ Φουρίῳ, καὶ τὸ μέρος ἔπεμψεν ἐς τὴν Σικελίαν, αὐτὸς δὲ τοὺς δούλους ἄγων καὶ ὅσους ἄλλους ἐδύνατο τῶν πολιτῶν ἢ συμμάχων, γενομένους ἅπαντας ἐς μυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας, ἐς τὸ Τεανὸν παρῆλθε, καὶ ὅ τι πράξειν ὁ Ἀννίβας μέλλοι παρεφύλασσεν.
马塞卢斯与他的同僚富里乌斯分管了舰队,将其中的一部分派往西西里,而他自己则带领着那些奴隶以及他所能动员的其他公民或同盟军(总计达到约一万名步兵和二千名骑兵),前往特亚努姆,并严密注视着汉尼拔将要采取的行动。
§528Ἀννιβου δὲ δόντος τοῖς αἰχμαλώτοις ἐς Ῥώμην πρεσβεύσασθαι περὶ σφῶν, εἰ θέλοιεν αὐτοὺς οἱ ἐν ἄστει λύσασθαι χρημάτων, καὶ τοὺς αἱρεθέντας ὑπʼ αὐτῶν τρεῖς, ὧν ἡγεῖτο Γναῖος Σεμπρώνιος, ὁρκώσαντος ἐς αὐτὸν ἐπανήξειν, οἱ μὲν οἰκεῖοι τῶν ἁλόντων, περιστάντες τὸ βουλευτήριον, ἐπηγγέλλοντο λύσεσθαι τοὺς οἰκείους ἕκαστος ἰδίοις χρήμασι, καὶ παρεκάλουν τὴν βουλὴν τοῦτο σφίσιν ἐπιτρέψαι, καὶ ὁ δῆμος αὐτοῖς συνεδάκρυε καὶ συνεδεῖτο·
汉尼拔允许俘虏们派使者去罗马交涉他们自己的事,看看城里的人是否愿意用金钱赎回他们,并让俘虏选出的三名代表(由格奈乌斯·塞姆普罗尼乌斯领导)宣誓必须回到他身边。 于是,被俘者的亲属包围了议事堂,纷纷表示愿意用私人财产赎回各自的亲人,并请求元老院准许他们这样做,民众也和他们一起流泪、一同恳求。
τῶν δὲ βουλευτῶν οἱ μὲν οὐκ ἠξίουν ἐπὶ τοσαῖσδε συμφοραῖς ἄλλους τοσούσδε βλαβῆναι τὴν πόλιν, οὐδὲ δούλους μὲν ἐλευθεροῦν τοὺς δὲ ἐλευθέρους ὑπερορᾶν, οἱ δʼ οὐκ ᾤοντο δεῖν αὐτοὺς ἐθίζειν τῷδε τῷ ἐλέῳ φεύγειν, ἀλλʼ ἢ νικᾶν μαχομένους ἢ ἀποθνήσκειν ὡς οὐκ ὂν οὐδʼ ὑπὸ τῶν οἰκείων ἐλεεῖσθαι τὸν φυγόντα.
然而在元老院议员中,有些人认为在如此惨重大灾难之后,不应再让城市因这许多人而遭受进一步的财产损失,也不应当在释放奴隶的同时却忽视自由人;另一些人则认为不应该用这种同情来让士兵习惯于逃跑,而应当让他们要么在战斗中获胜,要么战死,因为逃跑的人是不应当受到甚至连亲属在内的任何人的同情的。
πολλῶν δὲ παραδειγμάτων ἐς ἑκάτερα λεχθέντων, οὐκ ἐπέτρεψεν ἡ βουλὴ τοῖς συγγενέσι λύσασθαι τοὺς αἰχμαλώτους, ἡγουμένη, πολλῶν σφίσιν ἔτι κινδύνων ἐπόντων, οὐ συνοίσειν ἐς τὸ μέλλον τὴν ἐν τῷ παρόντι φιλανθρωπίαν, τὸ δʼ ἀπάνθρωπον, εἰ καὶ σκυθρωπὸν εἴη, πρός τε τὰ μέλλοντα χρήσιμον ἔσεσθαι καὶ ἐν τῷ παρόντι καταπλήξειν Ἀννίβαν τῷ τολμήματι.
在双方都列举了许多先例之后,元老院没有允许亲属赎回俘虏,因为元老院认为,在他们仍然面临着诸多危险的情况下,眼前的仁慈对未来毫无益处,而这种无情虽然看似冷酷,但对未来却是有用的,且在眼前能以这种刚毅的决断使汉尼拔感到震慑。
Σεμπρώνιος οὖν καὶ οι σὺν αὐτῷ δύο τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ἐπανῄεσαν.
因此,塞姆普罗尼乌斯和与他在一起的另外两名俘虏回到了汉尼拔那里。
ὁ δʼ ἔστι μὲν οὓς ἀπέδοτο τῶν αἰχμαλώτων, ἔστι δʼ οὓς ὑπʼ ὀργῆς ἀνῄρει, καὶ τοῖς σώμασι τὸν ποταμὸν ἐγεφύρου καὶ ἐπέρα.
汉尼拔将其中一些俘虏卖掉,另一些则在愤怒中杀死,并用他们的尸体在河上架桥渡河。
ὅσοι δʼ ἦσαν ἀπὸ τῆς βουλῆς ἢ ἄλλως ἐπιφανεῖς, μονομαχεῖν αὐτοὺς ὑπὸ θεαταῖς τοῖς Λίβυσιν ἠνάγκασε, πατέρας τε υἱοῖς καὶ ἀδελφοὺς ἀδελφοῖς, οὐδὲν ἐκλείπων ὑπεροψίας ὠμῆς.
对于那些属于元老院或在其他方面声名显赫的人,他强迫他们在利比亚观众面前进行决斗,父亲对抗儿子,兄弟对抗兄弟,在残忍的侮蔑上无所不用其极。

词汇与语法注释

  1. §527ἡ δὲ πόλις — 虽然句首出现了单数主格的 ἡ δὲ πόλις(“都市”),但后面并没有与之相应的单数主谓语动词,而是过渡到以 οἱ μὲν... αἱ δὲ γυναῖκες... οἱ δʼ ἄρχοντες... 为分述主语的“部分与整体呼应”(schema de figura et partitione)结构。
  2. §527κορεσθῆναι τοῖς γεγονόσιν — 不定式 κορεσθῆναι(κορέννυμι“满足”的无定过去时被动语态)表示前面动词 ἱλάσκοντο(“安抚”、“祈求”)的目的或内容。其逻辑主语是“神怒”(μήνιμα),意为“使(神怒)因已经发生的事(即惨重损失)而得到满足(平息)”。
  3. §528ἄλλους τοσούσδε βλαβῆναι τὴν πόλιν — βλαβῆναι 是 βλάπτω(“伤害、损害”)的第二无定过去时被动不定式,其不定式从句的主语是 τὴν πόλιν(“都市”)。ἄλλους τοσούσδε 表示作为施事或原因的“另外如此多的人”,意为“都市不应再因另外如此多的人而遭受损害”。

引用这一段

阿庇安, 汉尼拔战记 §527-528. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:527-528

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。