§424καταθορόντες δʼ ἀπὸ τῶν ἵππων οἱ στρατηγοί, καὶ μετʼ αὐτοὺς ὅσοι ἄλλοι ἦσαν ἐπὶ ἵππων, ἐπεζομάχουν τοῖς ἱππεῦσι τοῖς Ἀννίβου κεκυκλωμένοι.
将领们纷纷下马,在他们之后,其他所有骑马的人也纷纷下马,在被包围的情况下与汉尼拔的骑兵展开步战。
καὶ πολλὰ μὲν ἐξ ἐμπειρίας σὺν εὐψυχίᾳ καὶ ἀπονοίᾳ λαμπρὰ ἔδρασαν, ἐμπίπτοντες σὺν ὀργῇ τοῖς πολεμίοις, πανταχόθεν δὲ ἀνῃροῦντο, περιτρέχοντος αὐτοὺς τοῦ Ἀννίβου, καὶ τοὺς ἰδίους ὁτὲ μὲν ἐξοτρύνοντος καὶ παρακαλοῦντος τὸ λείψανον τῆς νίκης ἐκπονῆσαι, ὁτὲ δʼ ἐπιπλήσσοντός τε καὶ ὀνειδίζοντος, εἰ τὸ πλῆθος νενικηκότες ὀλίγων οὐ περιέσονται.
他们凭借着经验、勇气与死战的决心,怀着愤怒冲向敌人,立下了许多辉煌的战功;然而,由于汉尼拔在他们周围来回奔驰,他们仍从四面八方被斩杀。 汉尼拔时而激励并劝勉自己的部下彻底完成这胜利的余部,时而又斥责并羞辱他们,问他们既然已经战胜了主力,难道还无法征服这少数人吗。
Ῥωμαῖοι δʼ, ἕως μὲν αὐτοῖς ὁ Αἰμίλιος καὶ ὁ Σερουίλιος περιῆσαν, πολλὰ δρῶντές τε καὶ πάσχοντες ὅμως ὑπέμενον ἐν τάξει· ἐπεὶ δʼ ἔπεσον αὐτῶν οἱ στρατηγοί, διὰ μέσων βιαζόμενοι τῶν ἐχθρῶν μάλα καρτερῶς κατὰ μέρη διέφευγον, οἱ μέν, ἔνθαπερ οἱ πρὸ αὐτῶν ἐπεφεύγεσαν, ἐς τὰ στρατόπεδα δύο ὄντα·
只要埃米利乌斯和塞尔维利乌斯还在,罗马人尽管杀伤甚众且伤亡惨重,却依然坚守阵列;但当他们的将领战死后,他们便极其顽强地从敌人中间突围,分批逃散。
καὶ σύμπαντες οἵδε ἐγένοντο ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, οἷς ὁ Ἀννίβας φυλακὴν ἐπέστησεν·
一些人逃到了先前那些人所逃往的地方,即那两个营地;这些人在内总计约有一万五千人,汉尼拔对其派兵看守。
οἱ δʼ ἐς Κάννας, περὶ δισχιλίους, καὶ παρέδωκαν ἑαυτοὺς οἵδε οἱ δισχίλιοι τῷ Ἀννίβᾳ.
另一些人逃到了坎尼,约有两千人,这两千人向汉尼拔投降。
ὀλίγοι δʼ ἐς Κανύσιον διέδρασαν, καὶ οἱ λοιποὶ κατὰ μέρος ἐσκεδάσθησαν ἀνὰ τὰς ὕλας.
少数人逃到了卡努西乌姆,其余的人则分批散落于森林之中。
§425τοῦτο τέλος ἦν τῆς ἐπὶ Κάνναις Ἀννίβου τε καὶ Ῥωμαίων μάχης, ἀρξαμένης μὲν ὑπὲρ ὥραν δευτέραν, ληξάσης δὲ πρὸ δύο τῆς νυκτὸς ὡρῶν, οὔσης δʼ ἔτι νῦν ἀοιδίμου Ῥωμαίοις ἐπὶ συμφορᾷ·
这就是汉尼拔与罗马人在坎尼之战的结局,这场战斗在第二时过处开始,在入夜前两小时结束,时至今日仍因其灾难性而被罗马人所歌咏。
ἀπέθανον γὰρ αὐτῶν ἐν ταῖσδε ταῖς ὥραις πεντακισμύριοι, καὶ ζώντων ἐλήφθη πολὺ πλῆθος ἀπό τε τῆς βουλῆς πολλοὶ παρόντες ἐτελεύτησαν, καὶ ἐπʼ αὐτοῖς ταξίαρχοί τε ν άντες καὶ λοχαγοὶ καὶ τῶν στρατηγῶν αὐτῶν οἱ ἄριστοι δύο.
因为在这几个小时里,有五万罗马人战死,大量的生还者被俘。 在场的许多元老院议员也一同遇难,此外还有所有的军事护民官和百人队长,以及他们自己将领中最优秀的两位。
ὁ δὲ φαυλότατός τε καὶ τῶν συμφορῶν αἴτιος ἀρχομένης τῆς τροπῆς ἐπεφεύγει.
而那最卑劣、也是这场灾难之祸首的人,在败退刚开始时就已经逃跑了。
καὶ Ῥωμαῖοι δύο ἔτεσιν ἤδη περὶ τὴν Ἰταλίαν Ἀννίβᾳ πολεμοῦντες ἀπωλωλέκεσαν ἀνδρῶν ἰδίων τε καὶ συμμάχων ἐς δέκα μυριάδας.
至此,罗马人在意大利与汉尼拔交战已有两年,已损失了本国公民及同盟军达十万人。
§426Ἀννίβας δὲ νίκην ἀρίστην τε καὶ σπάνιον ἐξενεγκάμενος ἡμέρας μιᾶς στρατηγήμασι τέσσαρσι, τοῦ τε πνεύματος τῇ φορᾷ καὶ τοῖς ὑποκριθεῖσιν αὐτομολεῖν καὶ τοῖς προσποιηθεῖσι φεύγειν καὶ τοῖς ἐν μέσαις ταῖς φάραγξι κεκρυμμένοις, εὐθὺς ἀπὸ τοῦ ἔργου τοὺς πεσόντας ἐπῄει, θεώμενος δὲ τῶν φίλων τοὺς ἀρίστους ἀνῃρημένους ᾤμωξε, καὶ δακρύσας εἶπεν οὐ χρῄζειν ἑτέρας τοιᾶσδε νίκης.
汉尼拔在一天之内通过四种战略——利用风向、假装投降的人、佯装逃跑的人以及隐蔽在山谷中的人——赢得了最辉煌且罕见的胜利。 战斗结束后,他立即巡视了阵亡者。 当看到自己最优秀的挚友被杀时,他哀哭起来,并流着泪说不希望再获得这样一次胜利。
ὃ καὶ Πύρρον φασὶν εἰπεῖν πρὸ αὐτοῦ, τὸν Ἠπείρου βασιλέα, Ῥωμαίων κἀκεῖνον ἐν Ἰταλίᾳ κρατοῦντα σὺν ὁμοίᾳ ζημίᾳ.
据说在此之前,埃皮鲁斯国王皮洛斯在意大利战胜罗马人并遭受类似损失时,也曾说过这样的话。
τῶν δὲ φυγόντων ἐκ τῆς μάχης οἱ μὲν ἐν τῷ μείζονι στρατοπέδῳ στρατηγὸν αὑτῶν ἑσπέρας ἑλόμενοι Πόπλιον Σεμπρώνιον, ἐβιάσαντο τοὺς Ἀννίβου φύλακας ὕπνου καὶ κόπου πλήρεις ὄντας, καὶ διέδραμον ἐς Κανύσιον περὶ μέσας νύκτας, ἀμφὶ τοὺς μυρίους, οἱ δʼ ἐν τῷ βραχυτέρῳ πεντακισχίλιοι τῆς ἐπιούσης ἡμέρας ἐλήφθησαν ὑπὸ τοῦ Ἀννίβου.
从战场上逃脱的人中,待在大营地里的那些人,在傍晚选举普布利乌斯·塞姆普罗尼乌斯为他们的将领,强行突破了汉尼拔那些疲惫不堪、睡意朦胧的守兵,于半夜时分逃到了卡努西乌姆,约有一万人。 而待在小营地里的五千人,在第二天被汉尼拔俘获。
Τερέντιος δὲ στρατὸν ἀγείρας τοὺς διερριμμένους ἐπειρᾶτο παραθαρρύνειν, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τῶν χιλιάρχων τινὰ Σκιπίωνα ἐς Ῥώμην διέδραμεν.
特伦蒂乌斯在召集了那些失散的人马并试图鼓励他们之后,任命军事护民官之一的西庇阿为他们的指挥官,便匆忙逃回了罗马。