Humanitext Reader

阿庇安 · 汉尼拔战记 §422-423

诈降者的突袭与罗马军队的溃败

第 7 段,共 19 段 · 希腊语

内容简介

汉尼拔向伪装投降的五百名士兵发出信号,他们拔出暗藏的短剑从后方袭击罗马人。在伏兵夹击和狂风沙尘的侵扰下,罗马军以为已被彻底包围,左右翼相继溃散奔逃。

§422Διαπιπτούσης δὲ καὶ τῆσδε τῆς πείρας, ὁ Ἀννίβας τὸ σημεῖον ἐπῆρε τοῖς Κελτίβηρσι τοῖς πεντακοσίοις.
当这一尝试也落空时,汉尼拔向那五百名凯尔特伊比利亚人发出了信号。
οἱ δὲ τῆς τάξεως ἐκδραμόντες ἐς τοὺς Ῥωμαίους μετετίθεντο, καὶ τὰς ἀσπίδας αὐτοῖς καὶ τὰ δόρατα καὶ τὰ ξίφη τὰ φανερὰ ὤρεγον ὥσπερ αὐτομολοῦντες.
他们便跑出阵列,向罗马人投诚,并向他们递出盾牌、长枪以及显露在外的长剑,仿佛真是叛逃者一般。
καὶ ὁ Σερουίλιος αὐτοὺς ἐπαινέσας τὰ μὲν ὅπλα αὐτῶν αὐτίκα παρεῖλεν, ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν ἔστησεν ὀπίσω· οὐ γὰρ ἐδοκίμαζε καταδεῖν αὐτομόλους ἐν ὄψει πολεμίων, οὐδὲ ὑπώπτευεν ἐν χιτῶσι μόνοις ὁρῶν, οὐδὲ καιρὸς ἦν ἐν τοσῷδε πόνῳ.
塞尔维利乌斯赞许了他们,随即收缴了他们的武器,让他们在后方站立,而他以为他们身上只穿着突尼克服;因为他不赞成在敌人的注视下捆绑投降者,看到他们只穿突尼克服也未起疑心,在如此艰难的搏杀中也没有闲暇时间。
σπεῖραι δʼ ἕτεραι Λιβύων προσεποιήσαντο φεύγειν ἄχρι τῶν ὀρῶν, συναλαλάξασαι μέγα.
与此同时,另一些利比亚人步兵大队大声呼喊,佯装向山丘方向逃跑。
σύμβολον δʼ ἦν ἡ βοὴ τοῖς ἐν ταῖς φάραγξι κεκρυμμένοις ἀναστρέφειν ἐς τοὺς διώκοντας.
这喊声是给隐蔽在山谷中的人的信号,让他们转身回击追兵。
καὶ εὐθὺς οἵ τε ψιλοὶ καὶ ἱππεῖς ἐκ τῆς ἐνέδρας ἐξεφαίνοντο, καὶ τὸ πνεῦμα κατέβαινε πολὺ καὶ ζοφῶδες, ἐς τὰς Ῥωμαίων ὄψεις μετὰ κονιορτοῦ φερόμενον· ὃ καὶ μάλιστα αὐτοὺς ἐκώλυε προορᾶν τοὺς πολεμίους.
顿时,轻装步兵和骑兵从伏击处现身,暴风也猛烈而昏暗地刮了下来,夹杂着沙尘直扑罗马人的脸面;这极大阻碍了他们看清前方的敌人。
τά τε βέλη Ῥωμαίοις μὲν πάντα ἀμβλύτερα διὰ τὴν ἀντιπνοιαν ἦν, τοῖς δὲ ἐχθροῖς ἐπιτυχῆ, τοῦ πνεύματος τὴν βολὴν συνωθοῦντος.
对罗马人来说,由于逆风,所有的投射物威力都减弱了,而对敌人来说却十分奏效,因为风势顺推着他们的投射。
οἱ δὲ οὔτε ἐκκλίνειν αὐτὰ προορῶντες οὔτʼ ἀφιέναι καλῶς δυνάμενοι, σφίσι τε αὐτοῖς περιπταίοντες, ἤδη ποικίλως ἐθορυβοῦντο.
罗马人既无法预先看清以避开这些投射物,也无法顺畅地发射自己的武器,彼此磕磕绊绊,此时已在多重困境下乱作一团。
§423τότε δὴ τὸν καιρὸν ὁρῶντες τὸν ἐπηγγελμένον σφίσιν οἱ πεντακόσιοι, τὰ ξίφη τὰ βραχύτερα ἐκ τῶν κόλπων ἐπισπάσαντες πρώτους ἀνῄρουν ὧν ἦσαν ὀπίσω, μετὰ δʼ ἐκείνους, ἁρπάσαντες αὐτῶν τὰ ξίφη τὰ μείζω καὶ τὰς ἀσπίδας καὶ τὰ δόρατα, πᾶσιν ἐνέπιπτον καὶ μετεπήδων ἀφειδῶς· καὶ φόνον εἰργάζοντο πλεῖστον οὗτοι μάλιστα, ἅτε πάντων ὄντες ὀπίσω.
就在那时,那五百人看到了向他们交代的时机,从怀中抽出较短的剑,首先杀死了他们站在其身后的那些人,继而夺取了他们的长剑、盾牌和长枪,向所有人发起猛扑,毫不留情地往来冲杀;这些人制造了最大的惨案,尤其因为他们处在所有人的后方。
τό τε κακὸν ἤδη πολὺ τοῖς Ῥωμαίοις καὶ ποικίλον ἦν, πονουμένοις μὲν ὑπὸ τῶν ἐναντίων, κεκυκλωμένοις δʼ ὑπὸ τῆς ἐνέδρας, ἀναιρουμένοις δʼ ὑπὸ τῶν ἀναμεμιγμένων.
对罗马人来说,此时的灾难已然沉重且纷繁复杂,他们一方面受到正面之敌的苦苦进逼,另一方面被伏兵合围,同时还被混入其中的人无情斩杀。
οὐδʼ ἐπιστρέψαι πρὸς αὐτοὺς ἐδύναντο διὰ τοὺς ἐπικειμένους σφίσιν ἐκ μετώπου· οὐδʼ ἐπεγίγνωσκον ἔτι αὐτοὺς εὐμαρῶς, Ῥωμαϊκὰς ἀσπίδας ἔχοντας.
由于正面之敌的步步紧逼,他们甚至无法转身迎击背后之敌;而且由于他们持有罗马式的盾牌,人们再也无法轻易辨认出他们。
ὑπὲρ ἅπαντα δʼ αὐτοὺς ὁ κονιορτὸς ἠνώχλει, καὶ οὐκ εἶχον οὐδʼ εἰκάσαι τὸ συμβαῖνον, ἀλλʼ οἷον ἐν θορύβῳ καὶ φόβῳ, πάντα πλείω νομίζοντες εἶναι, καὶ τὰς ἐνέδρας οὐ τοσαύτας, οὐδὲ τοὺς πεντακοσίους εἰδότες ὅτι ἦσαν πεντακόσιοι, ἀλλʼ ὅλον σφῶν τὸ στρατόπεδον ὑπὸ ἱππέων καὶ αὐτομόλων ἡγούμενοι κεκυκλῶσθαι, τραπέντες ἔφευγον ἀκόσμως, πρῶτοι μὲν οἱ ἐπὶ τοῦ δεξιοῦ, καὶ ὁ Τερέντιος αὐτοῖς ἐξῆρχε τῆς φυγῆς, μετὰ δʼ ἐκείνους οἱ τὸ λαιὸν ἔχοντες, ὧν ὁ Σερουίλιος ἡγούμενος πρὸς τὸν Αἰμίλιον διέδραμε· καὶ περὶ αὐτοὺς ἦν ὅσον ἄριστον ἱππέων τε καὶ πεζῶν, ἀμφὶ τοὺς μυρίους.
最糟糕的是,沙尘不断侵扰着他们,他们甚至无法揣度发生了什么,而在混乱与恐惧中,人们总是把一切都想得更为严重,既不知道伏兵并没那么多,也不知道那五百人仅有五百之数,反而以为自己的整个军营已被骑兵和叛投者包围,便溃不成军地四散奔逃,最先逃跑的是右翼的士兵,特伦蒂乌斯带头开溜,随后是守左翼的士兵,他们的将领塞尔维利乌斯奔向了埃米利乌斯;在他们周围集结了骑兵和步兵中最精锐的力量,约有一万人。

词汇与语法注释

  1. §422ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν — 插入句“ὡς ᾤετο”(如他所想)表明了罗马指挥官塞尔维利乌斯主观上的误判。这说明尽管敌兵在突尼克服下藏有短剑,但在塞尔维利乌斯看来,他们似乎只穿着突尼克服。
  2. §423πρώτους ἀνῄρουν ὧν ἦσαν ὀπίσω — 关系代词“ὧν”省略了其先行词“ἐκείνους”(或“τούτους”),并受支配介词(或副词)“ὀπίσω”(在……后方)的格支配而呈现属格。直译为“首先杀死了他们正站在其后方的(那些人)”。
  3. §423ἀλλʼ οἷον ἐν θορύβῳ καὶ φόβῳ, πάντα πλείω νομίζοντες εἶναι — 这里的“οἷον”作为副词性或惯用性的插入语,意为“正如在……中常见的那样”。它修饰后面的分词“νομίζοντες”,传达出“正如在混乱与恐惧之中(人们往往会想得那样),认为一切都比实际更为严重”的语气。

引用这一段

阿庇安, 汉尼拔战记 §422-423. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:422-423

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。