§419Αννίβου δʼ, ἐπεὶ τῆς πείρας ἐξέπιπτεν, αὐτίκα ἐς τὸ στρατόπεδον ἐπανελθόντος καὶ τὴν ὑπόκρισιν ἐκφήναντος, οὐδὲ τοῦτʼ ἐδίδασκε τὸν Τερέντιον πάνθʼ ὑπονοεῖν τὰ Ἀννίβου, ἀλλʼ ὡς εἶχεν, ἐν τοῖς ὅπλοις ἐς τὸ στρατήγιον ἐσδραμών, παρόντων ἔτι τῶν τε ἀπὸ βουλῆς καὶ ταξιάρχων καὶ χιλιάρχων, ᾐτιᾶτο περὶ τῶν οἰωνῶν τὸν Αἰμίλιον προφασίσασθαι καὶ νίκην φανερὰν ἀφελέσθαι τὴν πόλιν, ὀκνοῦντα ὑπὸ δειλίας, ἢ οἱ φθονοῦντα διὰ ζηλοτυπίαν.
然而,当汉尼拔因计谋落空而立即返回营地并暴露了伪装时,这甚至也没能让特伦蒂乌斯对汉尼拔的所有举动产生怀疑。 相反,他保持着原样,全副武装地冲进将领的帐篷,在元老院议员、百人队长和千人队长依然在场的情况下,指责埃米利乌斯以占卜为借口,出于胆怯而犹豫不决,或出于嫉妒而与他作对,从而夺走了国家显而易见的胜利。
οὕτω δʼ αὐτοῦ βοῶντος ὑπʼ ὀργῆς ἡ στρατιὰ περιεστῶσα τὴν σκηνὴν ἐπήκουε, καὶ τὸν Αἰμίλιον ἐβλασφήμουν.
由于他因愤怒而如此叫嚷,围在帐篷周围的军队听到了,便开始谩骂埃米利乌斯。
ὁ δὲ πολλὰ μὲν εἶπε τοῖς ἔνδον συμφέροντα μάτην, Τερεντίῳ δέ, πλὴν Σερουιλίου, τῶν ἄλλων συντιθεμένων εἶξεν.
埃米利乌斯对里面的人说了许多有益的话,但无济于事;由于除塞尔维利乌斯之外的其他人均赞同特伦蒂乌斯,他便屈服了。
καὶ τῆς ἐπιούσης ἐξέτασσεν αὐτὸς ἡγούμενος· παρεχώρει γὰρ ὁ Τερέντιος.
第二天,他亲自指挥布阵,因为特伦蒂乌斯让出了指挥权。
Ἀννίβας δʼ ᾔσθετο, καὶ τότε μὲν οὐκ ἐπεξῆλθεν (οὐ γάρ πω πρὸς μάχην διετέτακτο), τῇ δʼ ἐπιούσῃ κατέβαινον ἐς τὸ πεδίον ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐς τρία τεταγμένοι, μικρὸν ἀπʼ ἀλλήλων διεστῶτες, καὶ μέρος ἕκαστον αὐτῶν εἶχε τοὺς πεζοὺς ἐν μέσῳ, τοὺς δὲ ψιλοὺς καὶ ἱππέας ἑκατέρωθεν.
汉尼拔察觉到了这一点,当时并没有出击(因为他尚未做好战斗部署)。 第二天,双方均下到平原,罗马人排成三列,彼此稍微拉开距离,各部分均将步兵置于中间,轻装步兵和骑兵置于两翼。
στρατηγοὶ δʼ ἐφειστήκεσαν τῷ μέσῳ μὲν Αἰμίλιος, τῷ δὲ λαιῷ Σερουίλιος, Τερέντιος δὲ τοῖς ἐπὶ δεξιά, χιλίους ἀμφʼ αὑτὸν ἕκαστος ἔχων ἱππέας ἐπειλεγμένους, ἐπικουρεῖν ὅπῃ τι πονοίη.
指挥官的部署是:埃米利乌斯在中央,塞尔维利乌斯在左翼,特伦蒂乌斯在右翼,每人身边各有千名精选骑兵,以便在任何地方出现困难时进行支援。
οὕτω μὲν ἐτάξαντο Ῥωμαῖοι·
罗马人就是这样部署的。
§420ὁ δʼ Ἀννίβας πρῶτα μέν, εἰδὼς περὶ μεσημβρίαν εὖρον ζοφώδη τὸν χῶρον ἐξ ἔθους ἐπιπνέοντα, προύλαβεν ὅπῃ κατὰ νώτου τὸ πνεῦμα ἔμελλεν ἕξειν·
汉尼拔首先知道中午时分该地区通常会刮起夹杂沙尘的昏暗东风,于是提前占领了风向位于其背后的位置。
ἔπειτα ἐς ὄρος περίφυτον καὶ φαραγγῶδες ἱππέας προενήδρευσε καὶ ψιλούς, οἷς εἴρητο, ὅταν αἱ φάλαγγες ἔργων ἔχωνται καὶ τὸ πνεῦμα ἐπίῃ, κατόπιν γίγνεσθαι τῶν πολεμίων.
接着,他在一座树木茂密、沟壑纵横的山上预先埋伏了骑兵和轻装步兵,并命令他们:当主力方阵投入战斗且风势兴起时,便迂回到敌人的后方。
ἄνδρας τε πεντακοσίους Κελτίβηρας ἐπὶ τοῖς μακροῖς ξίφεσιν ὑπὸ τοῖς χιτῶσιν ἄλλα ξίφη βραχύτερα περιέζωσεν, οἷς ἔμελλεν αὐτὸς ὅτε δέοι χρῆσθαι σημανεῖν.
他还让五百名凯尔特伊比利亚人在长剑之外,在突尼克服下佩带另一把较短的剑,准备在需要使用他们时由自己亲自发出信号。
σύμπασαν δὲ τὴν στρατιὰν κἀκεῖνος ἐς τρία διῄρει, καὶ τοὺς ἱππέας τοῖς κέρασιν ἐπέτασσεν ἐκ μεγάλων διαστημάτων, εἰ δύναιντο κυκλώσασθαι τοὺς πολεμίους.
他也将全军分为三部分,并在两翼配置了拉开较大间隔的骑兵,看是否能包围敌人。
ἐπέστησε δὲ τῷ μὲν δεξιῷ Μάγωνα τὸν ἀδελφόν, τῷ δὲ ἑτέρῳ τὸν ἀδελφιδοῦν Ἄννωνα· τὸ δὲ μέσον αὐτὸς εἶχε κατὰ δόξαν Αἰμιλίου τῆς ἐμπειρίας.
他让弟弟马戈守右翼,让外甥汉农守另一侧;他自己则坐镇中央,以应对埃米利乌斯名声在外的经验。
δισχίλιοί τε ἱππεῖς ἐπίλεκτοι παρέθεον αὐτῷ, καὶ Μαάρβαλ ἑτέρους ἔχων χιλίους ἐφήδρευεν ὅπῃ τι πονούμενον ἴδοι.
两千名精选骑兵随侍在他身边,马哈尔巴尔率领另外一千人作为预备队,随时准备支援他看到出现困难的任何地方。
καὶ τάδε πράσσων ἐς δευτέραν παρέτεινεν ὥραν, ἵνα τὸ πνεῦμα θᾶσσον ἐπέλθοι.
在实施这些措施时,他将时间拖延到了第二时,以便让风能更早地刮起来。
§421γενομένων δὲ πάντων εὐτρεπῶν ἑκατέροις, οἱ στρατηγοὶ διέθεον παρακαλοῦντες αὐτούς, καὶ ὑπεμίμνησκον οἱ μὲν γονέων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῆς προγεγενημένης ἥττης, ὡς ἐν τῇδε τῇ μάχῃ περὶ σωτηρίας κριθησομένους, ὁ δʼ Ἀννίβας τῶν τε προγεγονότων ἐπὶ τοῖσδε τοῖς ἀνδράσι κατορθωμάτων, καὶ ὡς αἰσχρὸν ἡττᾶσθαι τῶν ἡττημένων.
在双方一切准备就绪后,将领们奔走于各队之间进行动员。 罗马指挥官提醒士兵们注意父母、子女、妻子以及先前的战败,指出在这场战斗中将决定他们的生死存亡;汉尼拔则提醒士兵们过去在这些人身上取得的成功,并指出被手下败将击败是多么可耻。
ἐπεὶ δʼ αἵ τε σάλπιγγες ἤχησαν καὶ αἱ φαλάγγες ἐβόησαν, πρῶτον μὲν αὐτῶν οἱ τοξόται καὶ σφενδονῆται καὶ λιθοβόλοι προδραμόντες ἐς τὸ μέσον ἀλλήλων κατῆρχον, μετὰ δὲ τούτους αἱ φάλαγγες ἐχώρουν ἐπὶ τὸ ἔργον, φόνος τε καὶ πόνος ἦν πολὺς ἐκθύμως ἀγωνιζομένων ἑκατέρων.
当号角吹响、方阵发出呐喊时,双方的弓箭手、投石手和掷石兵首先冲到中间开战。 在这之后,方阵主力向前投入战斗,由于双方均拼死搏杀,造成了极大的伤亡和苦战。
ἐν ᾧ σημαίνει μὲν ὁ Ἀννίβας τοῖς ἱππεῦσι κυκλοῦσθαι τὰ κέρατα τῶν ἐχθρῶν, οἱ δὲ τῶν Ῥωμαίων ἱππεῖς ὀλιγώτεροι τῶν πολεμίων ὄντες ἀντιπαρῆγον αὐτοῖς, καὶ τὴν τάξιν ἐκτείναντες ἐπὶ λεπτὸν ἠγωνίζοντο ὅμως ὑπὸ προθυμίας, καὶ μάλισθʼ οἱ τὸ λαιὸν ἔχοντες ἐπὶ τῇ θαλάσσῃ.
在此期间,汉尼拔示意骑兵包围敌军两翼,而罗马骑兵虽然人数少于敌人,仍迎上前去,虽然战线拉得很薄,但他们依然凭借着热忱进行战斗,特别是海侧左翼的骑兵。
Ἀννίβας δὲ καὶ Μαάρβαλ ὁμοῦ τοὺς περὶ σφᾶς ἐπῆγον κραυγῇ ἀπλέτῳ καὶ βαρβαρικῇ, νομίσαντες ἐκπλήξειν τοὺς ἐναντίους.
汉尼拔和马哈尔巴尔一起率领身边的士兵,伴随着震天动地的野蛮呐喊发起冲锋,企图震慑对手。
οἱ δὲ καὶ τούτους εὐσταθῶς καὶ ἀκαταπλήκτως ὑπέμενον.
然而,罗马人即便面对他们也沉着冷静、毫无畏惧地坚守着。