§422Διαπιπτούσης δὲ καὶ τῆσδε τῆς πείρας, ὁ Ἀννίβας τὸ σημεῖον ἐπῆρε τοῖς Κελτίβηρσι τοῖς πεντακοσίοις.
この試みもまた失敗に終わると、ハンニバルはあの五百人のケルティベリア人兵士たちに合図を送った。
οἱ δὲ τῆς τάξεως ἐκδραμόντες ἐς τοὺς Ῥωμαίους μετετίθεντο, καὶ τὰς ἀσπίδας αὐτοῖς καὶ τὰ δόρατα καὶ τὰ ξίφη τὰ φανερὰ ὤρεγον ὥσπερ αὐτομολοῦντες.
すると彼らは隊列から駆け出て、ローマ軍へと投降し、まるで本当に寝返ったかのように、自分たちの盾や槍、そして見えている剣を彼らに差し出した。
καὶ ὁ Σερουίλιος αὐτοὺς ἐπαινέσας τὰ μὲν ὅπλα αὐτῶν αὐτίκα παρεῖλεν, ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν ἔστησεν ὀπίσω·
セルウィリウスは彼らを称賛して、その武器をただちに受け取り、彼が思うにチュニックだけを身につけた状態にして、後方に立たせた。
οὐ γὰρ ἐδοκίμαζε καταδεῖν αὐτομόλους ἐν ὄψει πολεμίων, οὐδὲ ὑπώπτευεν ἐν χιτῶσι μόνοις ὁρῶν, οὐδὲ καιρὸς ἦν ἐν τοσῷδε πόνῳ.
というのも、敵の目の前で投降者を縛り上げることを好まず、チュニックだけを着ているのを見て疑いもせず、また、これほどの苦闘の最中ではそのような余裕もなかったからである。
σπεῖραι δʼ ἕτεραι Λιβύων προσεποιήσαντο φεύγειν ἄχρι τῶν ὀρῶν, συναλαλάξασαι μέγα.
一方、リビア兵の別の部隊が大声を上げて、山まで逃げるふりをした。
σύμβολον δʼ ἦν ἡ βοὴ τοῖς ἐν ταῖς φάραγξι κεκρυμμένοις ἀναστρέφειν ἐς τοὺς διώκοντας.
その叫び声は、谷に隠れていた者たちにとって、追撃者たちに向き直れという合図であった。
καὶ εὐθὺς οἵ τε ψιλοὶ καὶ ἱππεῖς ἐκ τῆς ἐνέδρας ἐξεφαίνοντο, καὶ τὸ πνεῦμα κατέβαινε πολὺ καὶ ζοφῶδες, ἐς τὰς Ῥωμαίων ὄψεις μετὰ κονιορτοῦ φερόμενον·
そして直ちに、軽装歩兵と騎兵が待ち伏せ場所から姿を現した。 また、風が激しく暗く吹き下ろし、砂塵を伴ってローマ兵たちの顔に吹き付けた。
ὃ καὶ μάλιστα αὐτοὺς ἐκώλυε προορᾶν τοὺς πολεμίους.
これが何よりも、彼らが前方の敵を見通すことを妨げた。
τά τε βέλη Ῥωμαίοις μὲν πάντα ἀμβλύτερα διὰ τὴν ἀντιπνοιαν ἦν, τοῖς δὲ ἐχθροῖς ἐπιτυχῆ, τοῦ πνεύματος τὴν βολὴν συνωθοῦντος.
ローマ兵にとっては、逆風のためにすべての飛び道具の威力が鈍くなり、敵にとっては、風がその投射を後押ししたため、命中しやすかった。
οἱ δὲ οὔτε ἐκκλίνειν αὐτὰ προορῶντες οὔτʼ ἀφιέναι καλῶς δυνάμενοι, σφίσι τε αὐτοῖς περιπταίοντες, ἤδη ποικίλως ἐθορυβοῦντο.
彼らはあらかじめ見通して避けることもできず、また自分たちのものをうまく放つこともできず、互いにつまずき合いながら、すでに様々な形で混乱に陥っていた。
§423τότε δὴ τὸν καιρὸν ὁρῶντες τὸν ἐπηγγελμένον σφίσιν οἱ πεντακόσιοι, τὰ ξίφη τὰ βραχύτερα ἐκ τῶν κόλπων ἐπισπάσαντες πρώτους ἀνῄρουν ὧν ἦσαν ὀπίσω, μετὰ δʼ ἐκείνους, ἁρπάσαντες αὐτῶν τὰ ξίφη τὰ μείζω καὶ τὰς ἀσπίδας καὶ τὰ δόρατα, πᾶσιν ἐνέπιπτον καὶ μετεπήδων ἀφειδῶς·
その時まさに、自分たちに指示されていた機会が来たと見て、あの五百人は、懐から短い方の剣を引き抜き、まず自分たちが背後に立っていた者たちを殺害し、その後に、彼らのより大きな剣や盾や槍を奪い取って、すべての人に襲いかかり、容赦なく飛びかかった。
καὶ φόνον εἰργάζοντο πλεῖστον οὗτοι μάλιστα, ἅτε πάντων ὄντες ὀπίσω.
そして彼らは全員の背後にいたため、まさに彼ら自身が最大の虐殺を引き起こした。
τό τε κακὸν ἤδη πολὺ τοῖς Ῥωμαίοις καὶ ποικίλον ἦν, πονουμένοις μὲν ὑπὸ τῶν ἐναντίων, κεκυκλωμένοις δʼ ὑπὸ τῆς ἐνέδρας, ἀναιρουμένοις δʼ ὑπὸ τῶν ἀναμεμιγμένων.
ローマ兵にとって、災いはすでに大きく、また多様なものであった。 正面の敵によって苦しめられ、待ち伏せ部隊によって包囲され、そして背後に紛れ込んだ者たちによって殺害されていたからである。
οὐδʼ ἐπιστρέψαι πρὸς αὐτοὺς ἐδύναντο διὰ τοὺς ἐπικειμένους σφίσιν ἐκ μετώπου·
正面から自分たちに迫る敵のために、彼らの方へと向き直ることもできなかった。
οὐδʼ ἐπεγίγνωσκον ἔτι αὐτοὺς εὐμαρῶς, Ῥωμαϊκὰς ἀσπίδας ἔχοντας.
また、彼らがローマ式の盾を持っていたため、もはや容易に見分けることもできなかった。
ὑπὲρ ἅπαντα δʼ αὐτοὺς ὁ κονιορτὸς ἠνώχλει, καὶ οὐκ εἶχον οὐδʼ εἰκάσαι τὸ συμβαῖνον, ἀλλʼ οἷον ἐν θορύβῳ καὶ φόβῳ, πάντα πλείω νομίζοντες εἶναι, καὶ τὰς ἐνέδρας οὐ τοσαύτας, οὐδὲ τοὺς πεντακοσίους εἰδότες ὅτι ἦσαν πεντακόσιοι, ἀλλʼ ὅλον σφῶν τὸ στρατόπεδον ὑπὸ ἱππέων καὶ αὐτομόλων ἡγούμενοι κεκυκλῶσθαι, τραπέντες ἔφευγον ἀκόσμως, πρῶτοι μὲν οἱ ἐπὶ τοῦ δεξιοῦ, καὶ ὁ Τερέντιος αὐτοῖς ἐξῆρχε τῆς φυγῆς, μετὰ δʼ ἐκείνους οἱ τὸ λαιὸν ἔχοντες, ὧν ὁ Σερουίλιος ἡγούμενος πρὸς τὸν Αἰμίλιον διέδραμε·
何よりも砂塵が彼らを悩ませており、何が起きているのか推測することすらできなかった。 しかし、混乱と恐怖の中に常にあるように、すべてを実際より多く思い込み、待ち伏せがその程度であるとも、あの五百人が五百人であるとも知らず、自分たちの全軍が騎兵や裏切り者たちによって包囲されていると考え、敗走して秩序なく逃亡した。 まず右翼にいた者たちであり、テレンティウスが彼らの逃亡の先頭に立った。 その後に左翼を占めていた者たちであり、彼らを率いるセルウィリウスはアエミリウスのもとへと駆け込んだ。
καὶ περὶ αὐτοὺς ἦν ὅσον ἄριστον ἱππέων τε καὶ πεζῶν, ἀμφὶ τοὺς μυρίους.
そして、彼らの周囲には、騎兵と歩兵の最精鋭が約一万人いた。