Humanitext Reader

阿庇安 · 汉尼拔战记 §316-318

新执政官的选定与坎尼对峙

第 5 段,共 19 段 · 希腊语

内容简介

法比乌斯任期届满,将指挥权交还执政官并返回罗马。在卡太基拒绝向汉尼拔提供援助的同时,罗马增募军团并选举埃米利乌斯与瓦罗为执政官,两军在坎尼附近对峙,但两位执政官在战术上产生分歧。

§316ὁ δὲ Φάβιος καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος εἵπετο, καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευε, λαβὼν ἐν μέσῳ ποταμὸν Αὔφιδον.
而法比乌斯此时仍坚持相同的见解,紧随其后,在距离格鲁尼亚十斯塔迪翁处安营扎寨,中间隔着奥菲杜斯河。
ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν ἐφʼ οὓς αἱροῦνται Ῥωμαῖοι τοῦς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν, καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ ὁ Φάβιος ἐς Ῥώμην ἀπῄει, γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους·
由于罗马人选举独裁官的六个月任期即将届满,执政官塞尔维利乌斯与阿蒂利乌斯便重掌指挥权并抵达营地,法比乌斯则返回罗马。
καὶ τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν.
在这个冬天,汉尼拔与罗马人之间发生了一些持续的遭遇战,罗马人占了上风,并且士气更旺。
ὁ δʼ Ἀννίβας ἐπέστελλε μὲν ἀεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει, καὶ στρατιὰν ᾔτει καὶ χρήματα.
汉尼拔总是向迦太基人写信夸大所发生的事情,但当时由于损失了许多士兵,他陷入了困境,并请求增援军队和资金。
οἱ δὲ ἐχθροὶ πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπορεῖν ὅτι, τῶν νικώντων οὐκ αἰτούντων χρήματα ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας, ὁ Ἀννίβας αἰτοίη, λέγων νικᾶν.
而他的政敌们嘲笑汉尼拔的一切,此时也假装不解:既然胜利者不请求资金,而是向母国运送资金,为什么汉尼拔声称获胜却还要请求资金?
οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν ἔπεμπον οὔτε χρήματα.
迦太基人被他们说服,既没有派遣军队,也没有提供资金。
καὶ ὁ Ἀννίβας ταῦτʼ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσδρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθʼ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, καὶ πορθεῖν αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπʼ αὐτῶν ἑκατέρωθεν.
汉尼拔对此深感哀痛,写信给在伊比利亚的弟弟哈斯德鲁巴,敦促他在初夏率领尽可能多的军队和资金侵入意大利,并劫掠其远方腹地,以便使全境遭到蹂躏,让罗马人在两面夹击下疲于奔命。
§317καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δὲ τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περιαλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες, καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον ὄντα παρʼ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετʼ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν, καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν.
关于汉尼拔的情况便是如此。 罗马人对弗拉米尼乌斯和肯特尼乌斯惨败的规模深感痛苦,认为自己遭受了不相称的、出乎意料的且集中的灾难,并且完全无法忍受战争在自己国土内进行,于是带着愤怒从罗马另外征募了四个军团的士兵去对付汉尼拔,并从四面八方召集盟友前往雅皮吉亚。
ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους δοξοκοπίας ὑπισχνούμενον.
在选举执政官时,他们出于军事声誉选举了曾与伊利里亚人作战的鲁基乌斯·埃米利乌斯,又出于蛊惑民心的考虑选举了特伦蒂乌斯·瓦罗,后者通过惯常的沽名钓誉向他们做出了许多承诺。
καὶ αὐτοὺς παραπέμποντες ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ, καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ ἐσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης.
送他们出发时,市民们恳求他们通过战斗决出战争的胜负,不要让国家在时间、不断的服役、重税、饥荒以及土地因被蹂躏而荒废中消耗殆尽。
οἱ δὲ τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες, καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους ἱππέας δʼ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλουμένῃ Κάνναις.
他们合流了在雅皮吉亚的军队,总共拥有七万步兵和六千骑兵,在被称为坎尼的一个村庄周围安营扎寨。
καὶ ὁ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευεν.
汉尼拔也与他们对峙安营。
φύσει δὲ ὢν φιλοπόλεμος ὁ Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιὼς μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν ἢ σκεδασθεῖεν ἐπὶ συλλογὴν ἀγορᾶς.
汉尼拔天性好战,从不忍受无所事事,而当时由于粮食短缺尤为困扰,他不断摆开阵势准备战斗,担心雇佣兵会因无饷而变节,或为了搜集粮食而散去。
καὶ ὁ μὲν οὕτω προὐκαλεῖτο τοὺς πολεμίους.
因此他向敌人挑衅。
§318γνώμη δὲ τῶν ὑπάτων ἦν, Αἰμιλίου μὲν ὑπομένειν ἐκτρύχοντας Ἀννίβαν οὐ δυνησόμενον ἀντέχειν ἐπὶ πολὺ διὰ τὴν ἀπορίαν, μηδὲ διὰ χειρὸς ἔρχεσθαι γεγυμνασμένῳ πολέμοις καὶ εὐτυχίαις ἀνδρὶ καὶ στρατῷ, Τερεντίου δʼ, οἷα δημοκόπου, μνημονεύειν ὧν ὁ δῆμος ἐξιοῦσιν ἐνετέλλετο, καὶ κρῖναι τὴν μάχην ὀξέως.
两位执政官的意见分歧如下:埃米利乌斯主张应当通过等待来消耗汉尼拔,因为汉尼拔因缺乏物资而无法长期支撑,且不应与一个在战争和胜利中锻炼出来的将领及军队正面交锋;而特伦蒂乌斯则像个煽动家,主张应当牢记人民在他们出发时所嘱托的话,迅速通过战斗决出胜负。
τούτοιν Αἰμιλίῳ μὲν προσετίθετο Σερουίλιος ὁ πέρυσιν ὕπατος ἔτι παρών, Τερεντίῳ δὲ ὅσοι τε ἀπὸ βουλῆς καὶ τῶν καλουμένων ἱππέων ἡγοῦντο τῆς στρατιᾶς.
在这两人中,去年的执政官、仍留在军中的塞尔维利乌斯支持埃米利乌斯,而所有来自元老院以及被称为骑士阶层、在军中担任指挥的人则支持特伦蒂乌斯。
ἀντεχόντων δʼ ἔτι τῶν ἑτέρων, ὁ Ἀννίβας τοῖς χορτολογοῦσιν αὐτῶν ἢ ξυλευομένοις ἐπιτιθέμενος ὑπεκρίνετο ἡττᾶσθαι, καὶ περὶ ἐσχάτην ποτὲ φυλακὴν ἐκίνει τὸ πλῆθος ὡς ἀναζευγνύς.
在双方仍僵持不下时,汉尼拔袭击了他们割草或捡柴的人,并假装战败,在某天将近第四更时移动了他的大军,仿佛在撤退。
ὁ δὲ Τερέντιος ἰδὼν ἐξῆγε τὴν στρατιὰν ὡς ἐπὶ φεύγοντα τὸν Ἀννίβαν, ἀπαγορεύοντος αὐτῷ καὶ τότε τοῦ Αἰμιλίου.
特伦蒂乌斯见状,便率领军队出发,好像要去追击逃跑的汉尼拔,而埃米利乌斯在此时依然极力阻止他。
ὡς δὲ οὐκ ἔπειθεν, οἰωνίζετο ὁ Αἰμίλιος ἐφʼ ἑαυτοῦ, καθάπερ εἰώθασι, καὶ πέμψας ὁδεύοντι ἤδη τῷ Τερεντίῳ τὴν ἡμέραν ἀπαίσιον ἔλεγεν εἶναι.
在无法说服他的情况下,埃米利乌斯按照他们的惯例独自进行占卜,并派人去告诉已经行军的特伦蒂乌斯:这一天是不吉利的。
ὁ δʼ ἐπανῄει μέν, αἰδούμενος οἰωνοῖς ἀπειθῆσαι, τὰς δὲ κόμας ἐν ὄψει τῆς στρατιᾶς ἐτίλλετο καὶ χαλεπῶς ἔφερεν ὡς τὴν νίκην ἀφῃρνμένος ὑπὸ ζηλοτυπίας τοῦ συνάρχου.
特伦蒂乌斯虽然因害怕违背神谕而返回,却在军队面前撕扯自己的头发,因被同僚的嫉妒夺去了胜利而感到愤恨。
καὶ τὸ πλῆθος αὐτῷ συνηγανάκτει.
士兵们也与他一同感到愤慨。

词汇与语法注释

  1. §316ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν — 属格独立结构。与格代词 αὐτῷ 指代法比乌斯,起关系与格的作用(“对他而言”)。字面意思是“由于(独裁官的)六个月任期对他而言即将届满”。
  2. §316ὑπεκρίνοντο — 意为“假装”、“以此为借口”。这里指出汉尼拔在迦太基本国的政敌们并不是真的感到疑惑,而是对于他的资金请求“假装不解”,以此作为拒绝提供援助的借口,质问他既然自称获胜为何还要索要资金。
  3. §317ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες — 连词 ὡς 与分词 παθόντες 连用,表示主句主语(罗马人)的主观判断或评估:“由于认为自己遭受了不相称的、出乎意料的且集中的灾难”。
  4. §318γνώμη δὲ τῶν ὑπάτων ἦν, Αἰμιλίου μὲν ... Τερεντίου δʼ ... — 在 γνώμη ἦν 之后,并列了所有格属格 Αἰμιλίου 和 Τερεντί同,其后接续的不定式(如 ὑπομένειν, μνημονεύειν 等)具体说明了各自的意见:“执政官们的意见如下:埃米利乌斯的(意见)是通过等待……,而特伦蒂乌斯的(意见)则是记住……”。

引用这一段

阿庇安, 汉尼拔战记 §316-318. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:316-318

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。