§25καὶ μικρὸν ἀναπαύσας προσέβαλε Ταυρασίᾳ, πόλει Κελτικῇ.
在稍作休整后,他进攻了高卢人的城镇陶拉西亚。
κατὰ κράτος δὲ αὐτὴν ἐξελών, τοὺς μὲν αἰχμαλώτους ἔσφαξεν ἐς κατάπληξιν τῆς ἄλλης Κελτικῆς, ἐπὶ δὲ ποταμὸν Ἠριδανὸν τὸν νῦν Πάδον λεγόμενον ἐλθών, ἔνθα Ῥωμαῖοι Κελτοῖς τοῖς καλουμένοις Βοιοῖς ἐπολέμουν, ἐστρατοπέδευσεν.
强攻攻克该城后,为了震慑高卢的其他地区,他屠杀了俘虏。 随后他来到如今被称为波河的埃里达努斯河畔,当时罗马人正与被称为博伊人的高卢人在此交战,他便在此驻营。
ὁ δʼ ὕπατος ὁ Ῥωμαίων Πόπλιος Κορνήλιος Σκιπίων, Καρχηδονίοις ἐν Ἰβηρίᾳ πολεμῶν, ἐπεὶ τῆς ἐσβολῆς Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν ἐπύθετο, τὸν ἀδελφὸν καὶ ὅδε Γναῖον Κορνήλιον Σκιπίωνα ἐπὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι καταλιπὼν διέπλευσεν ἐς Τυρρηνίαν, ὅθεν ὁδεύων τε καὶ συμμάχους ὅσους δύναιτο ἀγείρων ἔφθασεν ἐπὶ τὸν Πάδον Ἀννίβαν.
至于罗马执政官普布利乌斯·科尔内利乌斯·西庇阿,他原本在伊比利亚与迦太基人作战,当听说汉尼拔入侵意大利后,他便将伊比利亚的事务留给其兄弟格奈乌斯·科尔内利乌斯·西庇阿,自己乘船渡海前往第勒尼安。 他从那里陆路进军,并尽可能多地招募盟军,在波河赶在了汉尼拔的前面。
καὶ Μάλλιον μὲν καὶ Ἀτίλιον, οἳ τοῖς Βοιοῖς ἐπολέμουν, ἐς Ῥώμην ἔπεμψεν ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖ ὑπάτου παρόντος, αὐτὸς δὲ τὸν στρατὸν παραλαβὼν ἐς μάχην ἐξέτασσε πρὸς Ἀννίβαν.
他将当时正与博伊人作战的曼利乌斯和阿蒂利乌斯遣送回罗马,理由是执政官既已在场,便无须他们继续指挥。 他自己则接管了军队,整装待发准备与汉尼拔交战。
καὶ γενομένης ἀκροβολίας τε καὶ ἱππομαχίας, οἱ Ῥωμαῖοι κυκλωθέντες ὑπὸ τῶν Λιβύων ἔφευγον ἐς τὸ στρατόπεδον, καὶ νυκτὸς ἐπιγενομένης ἐς Πλακεντίαν ἀνεχώρουν ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε καὶ λύσαντες τὰς γεφύρας.
在发生了一场前哨战和骑兵战后,罗马人被利比亚人包围,被迫逃回营地。 夜幕降时,他们通过桥梁渡过波河并拆毁了桥梁,撤退到有坚固城墙防护的普拉肯提亚。
τὸν μὲν οὖν ποταμὸν καὶ ὁ Ἀννίβας ζεύξας ἐπέρα, τὸ δʼ ἔργον εὐθὺς τόδε, πρῶτον ἢ δεύτερον ἐπὶ τῇ τῶν Ἀλπείων ὀρῶν διαβάσει, παρὰ τοῖς ἐπέκεινα Κελτοῖς ἐξῇρε τὸν Ἀννίβαν ὡς ἄμαχον στρατηγὸν καὶ τύχῃ λαμπρᾷ χρώμενον.
于是,汉尼拔也架桥渡过了该河。 这一紧接在跨越阿尔卑斯山之后的首个或第二个功绩,立即使汉尼拔在彼处的凯尔特人中声名大噪,被奉为拥有辉煌运势的无敌统帅。
ὁ δέ, ὡς ἐν βαρβάροις τε καὶ τεθηπόσιν αὐτόν, καὶ διʼ ἄμφω δυναμένοις ἀπατᾶσθαι, τὴν ἐσθῆτα καὶ τὴν κόμην ἐνήλασσε συνεχῶς ἐσκευασμέναις ἐπινοίαις·
而汉尼拔考虑到自己身处蛮族之中,且对方对他充满敬畏,因这两个原因极易受骗,便利用精心设计的计谋,不断变换自己的衣着和发饰。
καὶ αὐτὸν οἱ Κελτοὶ περιιόντα τὰ ἔθνη πρεσβύτην ὁρῶντες, εἶτα νέον, εἶτα μεσαιπόλιον, καὶ συνεχῶς ἕτερον ἐξ ἑτέρου, θαυμάζοντες ἐδόκουν θειοτέρας φύσεως λαχεῖν.
凯尔特人看到他在各部族中巡视时,时而显现为老人,时而为青年,时而又是头发花白的中年人,如此不断变幻,惊叹之余,认为他赋有神圣的天性。
Σεμπρώνιος δʼ ὁ ἕτερος ὕπατος, ἐν Σικελίᾳ τότε ὢν καὶ πυθόμενος, διέπλευσε πρὸς τὸν Σκιπίωνα, καὶ τεσσαράκοντα σταδίους αὐτοῦ διασχὼν ἐστρατοπέδευσεν.
另一位执政官塞姆普罗尼乌斯当时正在西西里,听闻消息后便乘船赶往西庇阿处,并在距离他四十斯塔迪亚的地方驻营。
καὶ τῆς ἐπιούσης ἔμελλον ἅπαντες ἐς μάχην ἥξειν.
到了次日,全军都准备投入战斗。
ποταμὸς δʼ ἦν ἐν μέσῳ Τρεβίας, ὃν Ῥωμαῖοι πρὸ ἕω, χειμερίου τε τῆς τροπῆς οὔσης καὶ ὑετοῦ καὶ κρύους, ἐπέρων βρεχόμενοι μέχρι τῶν μαστῶν.
两军中间隔着一条名为特雷比亚的河流,罗马人在黎明前渡河,当时正值冬至,风雨交加,寒风刺骨,水深齐胸。
Ἀννίβας δὲ καὶ ἐς δευτέραν ὥραν ἀνέπαυσε τὴν στρατιάν, καὶ τότε ἐξῆγεν.
汉尼拔则让他的军队休整到第二时(日出后两小时),此时才率军出击。
§27παράταξις δʼ ἦν ἑκατέρων τὰ κέρατα κατεῖχον, ἀμφὶ τὴν φάλαγγα τῶν πεζῶν.
双方的阵势是,(骑兵)部署在步兵方阵的两翼。
Ἀννίβας δὲ τοῖς μὲν ἱππεῦσιν ἀντέταξε τοὺς ἐλέφαντας, τῇ δὲ φάλαγγι τοὺς πεζούς· τοὺς δὲ ἱππέας ἐκέλευσεν ὀπίσω τῶν ἐλεφάντων ἀτρεμεῖν ἕως αὐτός τι σημήνῃ.
汉尼拔用战象对抗敌军的骑兵,用自己的步兵对抗敌军的方阵;并命令自己的骑兵在战象后方保持不动,直到他亲自发出信号。
γενομένων δʼ ἐν χερσὶ πάντων, οἱ μὲν Ῥωμαίων ἵπποι τοὺς ἐλέφαντας, οὐ φέροντες αὐτῶν οὔτε τὴν ὄψιν οὔτε τὴν ὀδμήν, ἔφευγον·
当全军陷入混战时,罗马人的马匹因无法忍受战象的样貌和气味而纷纷逃窜。
οἱ δὲ πεζοί, καίπερ ὑπὸ τοῦ κρύους καὶ τοῦ ποταμοῦ καὶ τῆς ἀγρυπνίας τετρυμένοι τε καὶ μαλακοὶ ὄντες, ὅμως ὑπὸ τόλμης τοῖς θηρίοις ἐπεπήδων καὶ ἐτίτρωσκον αὐτά, καὶ τινῶν καὶ τὰ νεῦρα ὑπέκοπτον, καὶ τοὺς πεζοὺς ἐνέκλινον ἤδη.
而步兵们尽管因严寒、渡河和彻夜未眠而疲惫不堪、虚弱无力,但仍凭着勇气冲向这些巨兽并刺伤它们,甚至斩断了其中一些战象的后胫腱,并且已经开始击退敌方的步兵。
θεασάμενος δʼ ὁ Ἀννίβας ἐσήμηνε τὴν ἵππον κυκλοῦσθαι τοὺς πολεμίους.
汉尼拔见此情景,下令骑兵包围敌军。
ἐσκεδασμένων δʼ ἄρτι τῶν Ῥωμαϊκῶν ἱππέων διὰ τὰ θηρία καὶ τῶν πεζῶν μόνων τε ὄντων καὶ κακοπαθούντων καὶ δεδιότων τὴν περικύκλωσιν, φυγὴ πανταχόθεν ἦν ἐς τὰ στρατόπεδα.
由于罗马骑兵刚因战象而溃散,步兵们孤立无援、苦苦挣扎,且惧怕被合围,于是在各处都开始了向营地的溃退。
καὶ ἀπώλλυντο οἱ μὲν ὑπὸ τῶν ἱππέων καταλαμβανόντων ἅτε πεζούς, οἱ δὲ ὑπὸ τοῦ ποταμοῦ παραφέροντος· τοῦ γὰρ ἡλίου τὴν χιόνα τήξαντος ὁ ποταμὸς ἐρρύη μέγας, καὶ οὔτε στῆναι διὰ τὸ βάθος οὔτε νεῖν διὰ τὰ ὅπλα ἐδύναντο.
有些人被追上来的骑兵斩杀,因为他们是步兵;另一些人则被河流冲走而丧生;因为太阳融化了积雪,河水暴涨,他们既因水深而无法站立,又因盔甲沉重而无法游泳。
Σκιπίων δὲ αὐτοῖς ἑπόμενος καὶ παρακαλῶν ὀλίγου μὲν ἐδέησε τρωθεὶς διαφθαρῆναι, μόλις δʼ ἐς Κρεμῶνα διεσώθη φερόμενος.
西庇阿跟随并激励着士兵,在此期间负伤险些丧命,最终艰难地被抬往克雷莫纳得以幸存。
ἐπίνειον δὲ ἦν τι βραχὺ Πλακεντίας, ᾧ προσβαλὼν ὁ Ἀννίβας ἀπώλεσε τετρακοσίους καὶ αὐτὸς ἐτρώθη.
普拉肯提亚有一处小港口,汉尼拔对其发起进攻,却损失了四百人,他本人也负了伤。
καὶ ἀπὸ τοῦδε πάντες ἐχείμαζον, Σκιπίων μὲν ἐν Κρεμῶνι καὶ Πλακεντίᾳ, Αννίβας δὲ περὶ Πάδον.
从此,双方均进入冬营,西庇阿在克雷莫纳和普拉肯提亚,汉尼拔则在波河一带度冬。