Humanitext Reader

阿庇安 · 汉尼拔战记 §11-14

汉尼拔出任统帅与跨越阿尔卑斯山

第 1 段,共 19 段 · 希腊语

内容简介

记述了迦太基将军哈米尔卡·巴卡的功绩、其女婿哈斯德鲁巴之死,以及汉尼拔继任伊比利亚将军并决定对罗马宣战、率军跨越阿尔卑斯山的经过。

§11ὅσα δὲ Ἀννίβας ὁ Καρχηδόνιος ἐξ Ἰβηρίας ἐς Ἰταλίαν ἐσβαλών, ἑκκαίδεκα ἔτεσιν οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέ τε καὶ ἔπαθεν ὑπὸ Ῥωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο καὶ Ῥωμαῖοι τῆς Ἰταλίας ἐξήλασαν, ἥδε ἡ γραφὴ δηλοῖ.
迦太基人汉尼拔自伊比利亚攻入意大利,在滞留并交战的十六年间所做所为以及受制于罗马人的一切,直到迦太基人因城邦危急而将他召回祖国,且罗马人将他逐出意大利为止,皆由本书予以昭示。
ἥ τις δὲ τῷ Ἀννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ Ἰβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον ἐς ἀνάμνησιν.
至于汉尼拔入侵的真实原因和公开借口为何,在《伊比利亚史》中已有极精确的叙述,但如今为了便于回忆,我也将作简要记述。
§12Ἀμίλχαρ ᾧ Βάρκας ἐπικλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν.
被称为巴卡的哈米尔卡,即这位汉尼拔的父亲,在罗马人与迦太基人为西西里相互争战时,曾任西西里的迦太基将军。
δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο, καὶ δεδιὼς ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν.
但他被认为作战不力而遭政敌指控,因心存恐惧,他在接受审计前,设法让自己被选为针对游牧民的将军。
γενόμενος δὲ χρήσιμος ἐν τῷδε, καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς, ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα, καὶ ἐπέρασε τὸν πορθμὸν ἐς Ἰβηρίαν, ὅθεν λάφυρα πολλὰ διέπεμπεν ἐς Καρχηδόνα, θεραπεύων τὸ πλῆθος, εἰ δύναιτο μὴ χαλεπαίνειν αὐτῷ τῆς στρατηγίας τῆς ἐν Σικελίᾳ, χώραν δʼ αὐτοῦ κατακτωμένου πολλὴν κλέος τε μέγα ἦν, καὶ Καρχηδονίοις ἐπιθυμία πάσης Ἰβηρίας ὡς εὐμαροῦς ἔργου.
在此任上发挥作用后,他用掠夺物和赏赐笼络了军队,在未经迦太基公民大会同意的情况下,率军前往加德斯,并渡过海峡进入伊比利亚,从那里向迦太基送去大量战利品以讨好大众,使他们不至于因他在西西里的将领职务而对他动怒。 随着他在此地夺取了大量土地,声名大噪,迦太基人也产生了一统整个伊比利亚的欲望,视之为易事。
Ζακανθαῖοι δέ, καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐν Ἰβηρίᾳ, καταφεύγουσιν ἐπὶ Ῥωμαίους, καὶ γίγνεται Καρχηδονίοις ὅρος Ἰβηρίας, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν· καὶ τόδε ταῖς Ῥωμαίων καὶ Καρχηδονίων σπονδαῖς ἐνεγράφη.
萨贡托人以及伊比利亚的其他希腊人向罗马人求援,于是迦太基人在伊比利亚的边界被划定为不得逾越埃布罗河,此条也被写入了罗马人与迦太基人的条约中。
ἐπὶ δὲ τούτῳ Βάρκας μὲν τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν καθιστάμενος ἔν τινι μάχῃ πεσὼν ἀποθνήσκει, καὶ στρατηγὸς Ἀσδρούβας ἐπʼ αὐτῷ γίγνεται, ὃς ἐκήδευε τῷ Βάρκᾳ.
在此之后,巴卡在整顿迦太基治下的伊比利亚时,在某次战斗中阵亡,哈斯德鲁巴接替他成为将军,他与巴卡家有姻亲关系。
καὶ τόνδε μὲν κτείνει θεράπων ἐν κυνηγεσίοις, οὗ τὸν δεσπότην ἀνῃρήκει.
而哈斯德鲁巴在一次狩猎中被一名仆人刺杀,因为哈斯德鲁巴杀害了该仆人的主人。
§13τρίτος δὲ ἐπὶ τοῖσδε στρατηγὸς Ἰβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι δοκῶν, Ἀννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, Ἀσδρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ, καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών.
在这两人之后,这位汉尼拔被军队拥立为第三任伊比利亚将军,他被认为好战且睿智。 他是巴卡的儿子,哈斯德鲁巴妻子的兄弟,当时极其年轻,在少年时代便一直跟随父亲和姐夫。
καὶ ὁ δῆμος ὁ Καρχηδονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν.
迦太基民众也投票批准了他的将军任命。
οὕτω μὲν Ἀννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπʼ Ἴβηρσι·
就这样,我在此记述的汉尼拔,成为了统治伊比利亚迦太基人的将军。
τῶν δʼ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων, καὶ Ἀννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθʼ ὁ Ἀννίβας ἐφʼ ἑαυτὸν ἡγούμενος, καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπενόει.
然而,由于巴卡和哈斯德鲁巴的政敌们正在迫害他们的友人,并因汉尼拔年轻而轻视他,汉尼拔认为这是针对他个人的攻击发端,并相信只有通过激发祖国的恐惧才能确保自身的安全,于是策划将他们卷入一场大战。
ὑπολαβὼν δʼ, ὥσπερ ἦν, τὸ Ῥωμαίοις ἐπιχειρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι, καὶ μεγάλην αὐτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν ἔτι παῖς ὁρκωθῆναι Ῥωμαίοις ἐπιβουλεύων οὔ ποτʼ ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν Ἴβηρα διαβῆναι, καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν Ζακανθαίων.
他料到(事实也确是如此)对罗马人宣战会使迦太基陷入持久战,而对他个人而言,即使失败,这一尝试本身也会带来巨大的名望。 此外,据说他还是个孩子时,就被父亲在祭坛前立誓,绝不放弃对罗马人的敌对。 因此,他策划违背条约渡过埃布罗河,并指使一些人捏造借口控告萨贡托人。
γράφων τε ταῦτα συνεχῶς ἐς Καρχηδόνα, καὶ προστιθεὶς ὅτι Ῥωμαῖοι κρύφα τὴν Ἰβηρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσσειν ὅ τι δοκιμάσειεν.
他不断致信迦太基汇报此事,并声称罗马人正暗中煽动伊比利亚人背叛他们,从而获得了迦太基人准许他采取其认为合适的行动。
ὁ μὲν δὴ τὸν Ἴβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, Ῥωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ.
于是他渡过埃布罗河,彻底摧毁了萨贡托城。 因此,罗马人与迦太基人在西西里战争后所结缔的条约宣告破裂。
§14Ἀννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετʼ αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ Ῥωμαίων στρατηγοὶ περὶ Ἰβηρίαν ἔπραξαν, ἡ Ἰβηρικὴ γραφὴ δηλοῖ·
汉尼拔本人以及在他之后的其他迦太基和罗马将军在伊比利亚所做的一切,由《伊比利亚史》予以昭示。
ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους, καὶ τὰ ἐν Ἰβηρίᾳ παραδοὺς Ἀσδρούβᾳ τῷ ἀδελφῷ, τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγομένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριάκοντα.
但他选拔了尽可能多的凯尔特伊比利亚人、利比亚人及其他民族的士兵,将伊比利亚的事务托付给他的兄弟哈斯德鲁巴,然后跨越比利牛斯山脉进入如今被称为高卢的凯尔特,率领步兵九万人、骑兵一万二千人以及战象三十七头。
Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων, τοὺς δὲ καὶ βιαζόμενος, διώδευε τὴν χώραν.
对于高卢人,他或收买、或说服、或武力胁迫,穿过了他们的土地。
ἐλθὼν δὲ ἐπὶ τὰ Ἄλπεια ὄρη, καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών (ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶς), ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιονος τε πολλῆς οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει, καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων, καὶ ὁδὸν ποιῶν ἣ καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντριβὴς καὶ καλεῖται δίοδος Ἀννίβου.
当他来到阿尔卑斯山脉时,发现既无通路也无登山口(因为山势极其陡峭),他仍凭着勇气攀登,在极度严寒和积雪中艰难前行。 他砍伐森林并焚烧,再用水和醋浇灭灰烬,用铁锤砸碎因之变得松脆的岩石,从而开辟了一条道路,此路至今仍在使用,被称为“汉尼拔通道”。
τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων ὅτι καὶ πάρεστιν ἐς τὴν Ἰταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ Ἰβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινε.
在粮食即将耗尽之际,他加速行军,当时人们甚至还没意识到他已抵达意大利。 在从伊比利亚出发后勉强第六个月,他在损失了极多兵力后,终于从山上降至平原。

词汇与语法注释

  1. 11ὅσα δὲ Ἀννίβας... ἥδε ἡ γραφὴ δηλοῖ — 以 ὅσα 开始的整个从句,作为主句主语 ἥδε ἡ γραφὴ(本书)所述内容的先行宾语从句。这种结构类似于希烟语中的 prolepsis(先取)句式。
  2. 12ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν — 动词 ἔπραξεν(设法/策划)以不定式 αἱρεθῆναι(被选为)作为宾语,而 ἐς τοὺς Νομάδας 表示选任的对象(针对游牧民的将军)。短语 πρὸ τῶν εὐθυνῶν(在审计前)解释了他为逃避追究而采取行动的时间背景及目的。
  3. 13τῶν δʼ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων — 以 τῶν ἐχθρῶν 为逻辑主语的独立属格(genitive absolute)结构。分词 διωκόντων(迫害)及随后的 καταφρονούντων(轻视)修饰该主语,表述了汉尼拔策划战争的因果原因。
  4. 13ἔτυχε παρὰ Καρχηδονίων πράσσειν ὅ τι δοκιμάσειεν — 此处的 τυγχάνω 并非后接常见的分词,而是接不定式(πράσσειν),意为“成功做到/获得许可去做”。希求法动词 δοκιμάσειεν(他认为合适的)由于主句的时态为过去时(ἔτυχε)而采用了间接引语希求法(oblique optative)。
  5. 14τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει — 著名的阿尔卑斯山越野中“粉碎岩石”的描写。这是基于古代矿冶技术,通过向加热的岩石上浇灌冷液体(水和醋),利用热冲击使岩石变得松脆(ψαφαρὰν γιγνομένην)从而易于开凿。

引用这一段

阿庇安, 汉尼拔战记 §11-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:11-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。