Humanitext Reader

阿庇安 · 汉尼拔战记 §28-211

弗拉米尼乌斯战死与法比乌斯就任独裁官

第 3 段,共 19 段 · 希腊语

内容简介

新任执政官弗拉米尼乌斯与塞尔维利乌斯分兵防守,但汉尼拔在普莱斯蒂内湖附近设伏击溃了弗拉米尼乌斯的军队。随后,汉尼拔迂回击败了肯特尼乌斯据守隘口的军队,深陷危机的罗马被迫推选法比乌斯·马克西穆斯为独裁官。

§28οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι, καὶ τρίτον ἤδη πταίοντες περὶ Πάδον ἥττηντο γὰρ δὴ καὶ ὑπὸ Βοιῶν πρὸ Ἀννίβου), στρατιάν τε παρʼ αὑτῶν ἄλλην κατέλεγον, σὺν τοῖς οὖσι περὶ τὸν Πάδον ὡς εἶναι τρισκαίδεκα τέλη, καὶ τοῖς συμμάχοις ἑτέραν διπλασίονα ταύτης ἐπήγγελλον.
留在城中的罗马人听闻此消息,且深感这已是他们在波河一带遭遇的第三次挫折(因为在汉尼拔到来之前,他们确实已被博伊人击败过),便开始从自身资源中征募另一支军队,使之与波河一带原有的部队相加,共达十三个军团,并命令盟友提供两倍于此的另一支军队。
ἤδη δὲ αὐτοῖς τὸ τέλος εἶχε πεζοὺς πεντακισχιλίους καὶ ἱππέας τριακοσίους.
当时,他们的一个军团拥有步兵五千人和骑兵三百人。
καὶ τούτων τοὺς μὲν ἐς Ἰβηρίαν ἔπεμπον, τοὺς δʼ ἐς Σαρδόνα κἀκείνην πολεμουμένην, τοὺς δʼ ἐς Σικελίαν.
在这些军团中,他们派遣一部分前往伊比利亚,一部分前往同样处于战争中的萨尔多,另一部分前往西西里。
τὰ πλέονα δʼ ἦγον ἐπὶ τὸν Ἀννίβαν οἱ μετὰ Σκιπίωνα καὶ Σεμπρώνιον αἱρεθέντες ὕπατοι, Σερουίλιός τε Γναῖος καὶ Γάιος Φλαμίνιος.
但大部分军队是由继西庇阿和塞姆普罗尼乌斯之后当选的执政官——格奈乌斯·塞尔维利乌斯与加伊乌斯·弗拉米尼乌斯率领,用以对抗汉尼拔。
ὧν ὁ μὲν Σερουίλιος ἐπὶ τὸν Πάδον ἐπειχθεὶς τὴν στρατηγίαν ἐκδέχεται παρὰ τοῦ Σκιπίωνος (ὁ δὲ Σκιπίων ἀνθύπατος αἱρεθεὶς ἐς Ἰβηρίαν διέπλευσε), Φλαμίνιος δὲ τρισμυρίοις τε πεζοῖς καὶ τρισχιλίοις ἱππεῦσι τὴν ἐντὸς Ἀπεννίνων ὀρῶν Ἰταλίαν ἐφύλασσεν, ἣν καὶ μόνην ἄν τις εἴποι κυρίως Ἰταλίαν.
他们中,塞尔维利乌斯急行军前往波河,从西庇阿手中接管了指挥权(而西庇阿在当选为前执政官后乘船前往伊比利亚);弗拉米尼乌斯则率领三万步兵和三千骑兵防守阿平宁山脉内侧的意大利,这也正是人们唯一可以称之为严格意义上的意大利的地方。
τὰ γὰρ Ἀπεννῖνα κατέρχεται μὲν ἐκ μέσων τῶν Ἀλπείων ἐπὶ θάλασσαν, ἔστι δʼ αὐτῶν τὰ μὲν ἐπὶ δεξιὰ πάντα καθαρῶς Ἰταλία, τὰ δὲ ἐπὶ θάτερα ἐς τὸν Ἰόνιον φθάνοντα νῦν μέν ἐστι καὶ ταῦτα Ἰταλία, ὅτι καὶ Τυρρηνία νῦν Ἰταλία, οἰκοῦσι δʼ αὐτῶν τὰ μὲν Ἕλληνες, ἀμφὶ τὴν Ἰόνιον ἀκτήν, τὰ δὲ λοιπὰ Κελτοί, ὅσοι τῇ Ῥώμῃ τὸ πρῶτον ἐπιθέμενοι τὴν πόλιν ἐνέπρησαν.
因为阿平宁山脉从阿尔卑斯山脉的中部延伸至海滨,其右侧的所有土地都是纯粹的意大利,而另一侧延伸至爱奥尼亚海的土地如今也叫意大利(因为如今第勒尼安也属于意大利);但在这些土地中,爱奥尼亚海岸一带居住着希腊人,其余部分则居住着凯尔特人,即最初袭击罗马并烧毁该城的那群人。
ὅτε γὰρ αὐτοὺς ἐξελαύνων Κάμιλλος ἐδίωκε μέχρι τῶν Ἀπεννίνων ὀρῶν, ἐμοὶ δοκοῦσιν ὑπερβάντες αὐτά, ἀντὶ ἠθῶν τῶν ἰδίων, παρὰ τὸν Ἰόνιον οἰκῆσαι· καὶ τὸ μέρος τῆς χώρας ἔτι νῦν οὕτω καλοῦσιν, Ἰταλίαν Γαλατικήν.
因为当卡米路斯将他们驱逐并追击至阿平宁山脉时,在我看来,他们越过了这些山脉,在爱奥尼亚海沿岸定居,取代了他们原有的家园;直到今天,人们仍将该地区的这一部分称为“高卢意大利”。
§29Ῥωμαῖοι μὲν δὴ μεγάλοις στρατοῖς ἐς πολλὰ ὁμοῦ διῄρηντο· Ἀννίβας δὲ τούτων αἰσθόμενος, ἅμα τῷ ἦρι, τοὺς ἄλλους λαθὼν ἐδῄου τὴν Τυρρηνίαν καὶ προύβαινεν ἐς τὸ μέρος τὸ ἐπὶ Ῥώμης.
罗马人确实拥有一支庞大的军队,但同时分驻在许多地方;而汉尼拔洞察到这一点,在初春时节,避开了其他人的注意,开始劫掠第勒尼安,并向罗马方向推进。
οἱ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως.
城中的人们在汉尼拔逼近时感到极其恐慌,因为他们身边没有足够抗衡的军队。
ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους, καὶ Κεντήνιον αὐτοῖς τινὰ τῶν ἐπιφανῶν ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς Ὀμβρικοὺς ἐς τὴν Πλειστινην λίμνην, τὰ στενὰ προληψόμενον, ᾗ συντομώτατόν ἐστιν ἐπὶ τὴν Ῥώμην.
然而,他们还是从剩余的人口中征召了八千人,并任命著名的平民之一肯特尼乌斯来指挥他们,尽管他当时未担任任何公职。 他们被派往翁布里亚人的普莱斯蒂内湖,以提前占领隘口,那里是通往罗马的最短捷径。
ἐν δὲ τούτῳ καὶ Φλαμίνιος ὁ τοῖς τρισμυρίοις τὴν ἐντὸς Ἰταλίαν φυλάσσων, αἰσθόμενος τῆς σπουδῆς Ἀννίβου, μετέβαινεν ὀξέως, οὐ διαναπαύων τὴν στρατιάν.
与此同时,率领三万人防守内侧意大利的弗拉米尼乌斯察觉到汉尼拔的急迫行动,也迅速转移,未让军队得到任何休整。
δέει τε περὶ τῆς πόλεως, καὶ αὐτὸς ὢν ἀπειροπόλεμός τε καὶ ἐς τὴν ἀρχὴν ἀπὸ δημοκοπίας ᾑρημένος, ἠπείγετο Ἀννίβᾳ συμπλεκῆναι.
由于对都城的担忧,加上他本人缺乏军事经验,又是通过煽动民众当选执政官的,因此他急于与汉尼拔交战。
§210ὁ δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας, ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας ἐστρατοπέδευεν.
而汉尼拔洞察到他的急躁与缺乏经验,便将一座山和一个湖泊置于自己前方作为防线,并将轻装步兵和骑兵埋伏在峡谷中,随后安营扎寨。
καὶ αὐτὸν ὁ Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην αὔους ὄντας ὑπʼ ἀγρυπνίας καὶ κόπου.
弗拉米尼乌斯在拂晓时分望见他,稍微耽搁了一会儿,让军队从行军中休整并修筑工事,但在此之后,他立即率领因失眠和劳累而疲惫不堪的士兵们投入战斗。
τῆς δʼ ἐνέδρας ἐκφανείσης ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν αὐτός τε ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι.
当伏兵现身,弗拉米尼乌斯被困在山陵、湖泊与敌军的夹缝之中,他本人阵亡,随他一同战死的还有两万人。
τοὺς δὲ λοιποὺς ἔτι μυρίους, ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας, Μαάρβαλ ὁ ὑποστράτηγος Ἀννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς, οὐδὲ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀποθέσθαι, συνθέμενος ἀπολύσειν ὅπῃ θέλοιεν.
其余的一万人逃进了一座坚固的村庄,汉尼拔的副将马阿尔巴在将帅之才上同样享有极高的名望,他由于无法轻易攻克该村,也不认为值得与走投无路的人拼死交战,便说服他们放下武器,约定允许他们前往任何他们想去的地方。
ὡς δὲ ἀπέθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν Ἀννίβαν γυμνούς.
当他们放下武器后,马阿尔巴将他们解除武装并带到汉尼拔面前。
ὁ δʼ οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ Ῥωμαίων ἦσαν, εἶχε δήσας.
但汉尼拔声称马阿尔巴无权在没有自己的情况下达成此类协定,他出于宽大释放了盟友中的俘虏,让他们返回各自的家园,企图用这种宽大手段来收买各个城市,而将属于罗马人的人全部锁禁起来。
τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει, προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνομένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου, καὶ τετρακισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος.
汉尼拔将战利品分给与他一同参战的凯尔特人,以便用利益来安抚他们,随后继续向前推进。 此时,波河一带的将领塞尔维利乌斯已经察觉到了正在发生的事情,正率领四万人向第勒尼安急行军,而肯特尼乌斯也已经率领八千人提前占领了隘口。
§211Ἀννίβας δὲ ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλειστίνην καὶ τὸ ὄρος τὸ ὑπὲρ αὐτήν, καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆς διόδου, τοὺς ἡγεμόνας τῶν ὁδῶν ἐξήταζεν εἴ τις εἴη περίοδος.
汉尼拔看到普莱斯蒂内湖和其上方的山,以及肯特尼乌斯在通道中央扼守,便询问向导是否还有其他迂回路线。
οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλʼ ἀπόκρημνα πάντα καὶ φαραγγώδη, διʼ αὐτῶν ὅμως ἔπεμπε τοὺς ψιλοὺς νύκτωρ τὸ ὄρος περιιέναι, καὶ Μαάρβαλ μετʼ αὐτῶν.
当向导们表示没有任何小路,全都是悬崖峭壁和深谷时,汉尼拔仍然派遣轻装步兵在夜间穿过这些地带绕过大山,并派马阿尔巴与他们同行。
τεκμηράμενος δʼ ὅτε δύναιντο περιελθεῖν, προσέβαλε τῷ Κεντηνίῳ κατὰ μέτωπον.
汉尼拔估算好他们能够完成迂回的时间,便对肯特尼乌斯发起正面进攻。
καὶ συνεστώτων ἑκατέρων, πάνυ προθύμως ὁ Μαάρβαλ ἐκ κορυφῆς ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν.
双方交战时,马阿尔巴率军从山顶上方显露身手,并高声呐喊。
Ῥωμαίων δʼ εὐθὺς ἦν φυγὴ καὶ φόνος κεκυκλωμένων, καὶ τρισχίλιοι μὲν ἔπεσον ὀκτακόσιοι δʼ ἐλήφθησαν· οἱ δὲ λοιποὶ μόλις διέφυγον.
罗马人被合围,顿时陷入溃败与屠杀之中,三千人战死,八百人被俘,其余的人艰难逃脱。
πυθόμενοι δὲ οἱ ἐν ἄστει, καὶ δείσαντες μὴ εὐθὺς ἐπὶ τὴν πόλιν ὁ Ἀννίβας ἔλθοι, τό τε τεῖχος ἐπλήρουν λίθων καὶ τοὺς γέροντας ὥπλιζον, ὅπλων μὲν ἀποροῦντες, τὰ δὲ λάφυρα ἐκ τῶν ἱερῶν καταφέροντες, ἃ ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο· δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.
城中的人们听闻此消息,因害怕汉尼拔立即直取罗马,便在城墙上堆满石块,并武装了老年人,在缺乏武器的情况下,他们从神庙中取下先前战争中作为装饰悬挂着的战利品;在危急关头,他们推选法比乌斯·马克西穆斯为独裁官。

词汇与语法注释

  1. §28ὡς εἶναι — 不定式的绝对用法,表示限制或结果,意为“以至达到(十三个军团)”,说明了军团(τέλη)的总数。
  2. §210αὔους ὄντας — 形容词 `αὖος`(干燥的)搭配分词 `ὄντας` 的宾格复数。此处并非指物理上的干燥,而是隐喻士兵们因缺乏睡眠和艰难的行军而极其疲惫、耗尽体力的状态。
  3. §210οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ — 间接引语。否定分词 `οὐ φάμενος`(称……并不)支配着带对格的不定式结构 `εἶναι κύριον ... τὸν Μαάρ白`(马阿尔巴有权)。不定式 `συνθέσθαι`(达成协定)修饰形容词 `κύριον`,并带有 `χωρὶς αὑτοῦ`(没有自己,指汉尼拔)。

引用这一段

阿庇安, 汉尼拔战记 §28-211. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:28-211

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。