§VII"τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοί, τήν τε φύσιν ὄντες ἀκρατεῖς, καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς δημητριακοὺς καρπούς, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ.
凯尔特人极度饱食狂饮美酒及其他食物,因为他们天性放纵,且所占土地除了谷物(德墨忒尔的果实)外,其他作物皆不育且不毛。
τά τε σώματα αὐτοῖς μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστὰ ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο, καὶ πρὸς δρόμους καὶ πόνους ἀδύνατα πάμπαν ἐγίγνετο· ὑπό τε ἱδρῶτος καὶ ἄσθματος, ὅπου τι δέοι κάμνειν, ἐξελύοντο ταχέως. "
他们的身体本就高大、软弱且充满松弛的肌肉,因暴食和醉酒而变得臃肿沉重,变得完全无法奔跑和劳作;一出汗、一气喘,在任何需要出力的地方,他们很快就体力衰竭。
§VIII"οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις,
οὗτοί εἰσιν οἱ τὴν βοὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες.
他把他们脱光衣服展示给罗马人,说道: “这些就是在战斗中向你们发出沉重呼喊、撞击武器、挥舞长剑和飘动长发的人。
ὧν τὸ ἄτολμον ὁρῶντες, καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον, προσίεσθε τῷ ἔργῳ. "
看清他们的怯懦,以及他们身体的软弱无力,你们就去战斗吧。
§IX"τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν, καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί.
” 民众从城墙上观看,不断向那些疲惫的士兵增派新的生力军。
οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. "
而疲惫不堪的凯尔特人与精神饱满的敌人交战,混乱地败退。
§X"ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδιωκε τὸν Οὐαλέριον, συγκαταπεσεῖν ἐπειγομενος· ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Οὐαλερίου κατέπεσε πρηνὴς ὁ Κελτός.
那名凯尔特人愤怒且流着血,追击着瓦莱里乌斯,急于与其同归于尽;但由于瓦莱里乌斯总是在他的脚下退后避开,这名凯尔特人便一头栽倒在地。
καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι. "
罗马人因这第二次对凯尔特人的单挑胜利而大肆夸耀。
§XI"ὅτι τὸ τῶν Σενόνων ἔθνος ἔνσπονδον ἦν Ῥωμαίοις, καὶ ἐμισθοφόρουν κατὰ Ῥωμαίων.
鉴于塞诺内斯族本是罗马人的盟友,却作为雇佣军对抗罗马人。
ἡ δὲ βουλὴ πρέσβεις ἔπεμψεν ἐγκαλέσοντας ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων.
元老院派遣使节去谴责他们身为盟友却作为雇佣军对抗罗马人。
τούτους Βριτόμαρις ὁ Κελτός, ἀγανακτῶν ὑπὲρ τοῦ πατρὸς ὅτι συμμαχῶν Τυρρηνοῖς ὑπὸ Ῥωμαίων ἐν τῷδε τῷ πολέμῳ διέφθαρτο, τά τε κηρύκεια φέροντας καὶ τὴν ἄσυλον ἐσθῆτα περικειμένους κατέτεμεν ἐς πολλά, καὶ τὰ μέρη τῶν σωμάτων διέρριψεν ἐς τὰ πεδία.
凯尔特人布里托马里斯因父亲在与伊特鲁里亚人结盟时在此次战争中被罗马人杀害而感到愤怒,尽管使节们手持传令使之杖并身穿不可侵犯的服饰,他仍将他们剁成碎片,并将尸体碎块抛撒在平原上。
καὶ τοῦ μύσους ὁ Κορνήλιος ἐν ὁδῷ πυθόμενος, ἐς τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν ἅπαντα καθῄρει καὶ ἐνεπίμπρη, τῶν τε ἀνθρώπων τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἐν ἥβῃ πάντας ἔκτεινεν ὁμαλῶς, καὶ τὴν χώραν ἐλυμαίνετο ποικίλως καὶ ἄοικον ἐς τὸ λοιπὸν ἐποίει.
科尔内利乌斯在途中得知这一暴行,以极快的速度穿过萨宾人和皮肯丁人的土地,攻入塞诺内斯人的城市,将一切夷为平地并付之一炬;在人员中,他将妇女和儿童贬为奴隶,将所有成年男子一律处死,并以各种方式蹂躏该地区,使之今后无人居住。
Βριτόμαριν δὲ μόνον ἦγεν αἰχμάλωτον ἐπὶ λύμῃ.
他只将布里托马里斯一人作为俘虏带走以进行羞辱性惩罚。
ὕστερον δὲ Σένονες οὐκ ἔχοντες ἔτι πατρίδας ἐς ἃς διαφύγωσι, συνέπεσον ἐς χεῖρας ὑπὸ τόλμης τῷ Δομετίῳ, καὶ ἡττώμενοι σφᾶς αὐτοὺς ὑπʼ ὀργῆς διεχρῶντο μανικῶς.
后来,塞诺内斯人因没有可以逃往的祖国,出于绝望而与多米蒂乌斯交战,战败后在愤怒中疯狂地自裁。
καὶ δίκη μὲν ἥδε παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν. "
这就是塞诺内斯人因对使节的违法行径而受到的惩罚。
§XII"ὅτι οἱ Σαλύων δυνάσται, τοῦ ἔθνους ἡττηθέντος ὑπὸ Ῥωμαίων, ἐς Ἀλλόβριγας κατέφυγον.
鉴于萨柳伊人的统治者在该族被罗马人击败后,逃往了阿洛布罗格斯人处。
καὶ αὐτοὺς ἐξαιτοῦντες οἱ Ῥωμαῖοι στρατεύουσιν ἐπὶ τοὺς Ἀλλόβριγας οὐκ ἐκδιδόντας, ἡγουμένου σφῶν Γναίου Δομετίου.
罗马人索要他们,并在古奈乌斯·多米蒂乌斯的率领下,向不肯交出他们的阿洛布罗格斯人开战。
ᾧ παροδεύοντι τὴν τῶν Σαλύων ἐντυγχάνει πρεσβευτὴς Βιτοίτου βασιλέως τῶν Ἀλλοβρίγων, ἐσκευασμένος τε πολυτελῶς, καὶ δορυφόροι παρείποντο αὐτῷ κεκοσμημένοι καὶ κύνες· δορυφοροῦνται γὰρ δὴ καὶ πρὸς κυνῶν οἱ τῇδε βάρβαροι.
当他路过时,阿洛布罗格斯人国王比特伊图斯的使节与他相遇,该使节装备奢华,随从有装饰精美的护卫和狗;因为该地区的蛮族确实也由狗来护卫。
μουσικός τε ἀνὴρ εἵπετο, βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτʼ Ἀλλόβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν· οὗ δὴ καὶ μάλιστα ἕνεκα αὐτοὺς οἱ τῶν πρεσβευτῶν ἐπιφανεῖς ἐπάγονται.
随行的还有一名乐人,用蛮族的音乐歌颂比特伊图斯王、接着是阿洛布罗格斯人、然后是使节本人的出身、英勇与财富;使节中的显贵们携带这些人同行,也主要正是因为这个缘故。
ἀλλʼ ὁ μὲν συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις ἀπέτυχεν. "
然而,他为萨柳伊人的统治者请求宽恕的企图失败了。