Humanitext Reader

アッピアノス · ガリア史 §VII-XII

ケルト人の弱点とセノネス族への報復

3 / 4 箇所 · ギリシア語

要旨

ケルト人の肉体的な脆弱性と、ローマ人による彼らに対する戦術的・精神的な優位性が描かれ、続いて使節を殺害したセノネス族への過酷な報復と、アロブロゲス族への遠征が記述されている。

§VII"τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοί, τήν τε φύσιν ὄντες ἀκρατεῖς, καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς δημητριακοὺς καρπούς, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ.
ケルト人たちはワインやその他の食べ物を飽きるほど貪り食った。 彼らは生まれつき自制心がなく、また彼らの所有する土地は、穀物(デメテルの実)を実らせるには不向きで、その他の作物についても不毛で不毛なものであったからである。
τά τε σώματα αὐτοῖς μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστὰ ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο, καὶ πρὸς δρόμους καὶ πόνους ἀδύνατα πάμπαν ἐγίγνετο·
彼らの肉体はもともと巨大で軟弱であり、水ぶくれした肉に満ちていたが、大食と泥酔によってさらに膨張して重くなり、走ることや労役に耐えることがまったくできなくなっていた。
ὑπό τε ἱδρῶτος καὶ ἄσθματος, ὅπου τι δέοι κάμνειν, ἐξελύοντο ταχέως. "
そして汗をかき、息を切らして、何らかの労を執らねばならない時には、すぐに体力を使い果たして崩れ落ちてしまうのであった。
§VIII"οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις, οὗτοί εἰσιν οἱ τὴν βοὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες.
彼らを裸にしてローマ人たちに見せながら、彼は言った。 「これらが、戦闘においてあなた方に重苦しい叫び声を投げかけ、武器を打ち鳴らし、長い剣を振り回し、髪をなびかせている者たちの正体だ。
ὧν τὸ ἄτολμον ὁρῶντες, καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον, προσίεσθε τῷ ἔργῳ. "
彼らの臆病さを見て、またその肉体が軟弱で張りのないものであることを知るならば、諸君よ、戦いに踏み込むがよい。
§IX"τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν, καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί.
」民衆は城壁の上からこれを見て、疲弊した者たちのもとへ常に別の新しい戦力を送り込んだ。
οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. "
ケルト人たちは疲労困憊しており、活力に満ちた者たちと交戦して、秩序を失って潰走した。
§X"ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδιωκε τὸν Οὐαλέριον, συγκαταπεσεῖν ἐπειγομενος·
そのケルト人は憤慨し、血を流しながらも、相打ちに持ち込もうと焦ってウァレリウスを追跡した。
ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Οὐαλερίου κατέπεσε πρηνὴς ὁ Κελτός.
しかし、ウァレリウスが常に足元をかわして退いたため、そのケルト人はうつ伏せに倒れた。
καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι. "
ローマ人たちは、ケルト人に対するこの二度目の一騎打ちの勝利を大いに誇った。
§XI"ὅτι τὸ τῶν Σενόνων ἔθνος ἔνσπονδον ἦν Ῥωμαίοις, καὶ ἐμισθοφόρουν κατὰ Ῥωμαίων.
セノネス族はローマ人の同盟者であったが、ローマ人に対して傭兵として戦ったとのことである。
ἡ δὲ βουλὴ πρέσβεις ἔπεμψεν ἐγκαλέσοντας ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων.
そこで元老院は、同盟者でありながらローマ人に対して傭兵として戦っていることを非難するために使節を派遣した。
τούτους Βριτόμαρις ὁ Κελτός, ἀγανακτῶν ὑπὲρ τοῦ πατρὸς ὅτι συμμαχῶν Τυρρηνοῖς ὑπὸ Ῥωμαίων ἐν τῷδε τῷ πολέμῳ διέφθαρτο, τά τε κηρύκεια φέροντας καὶ τὴν ἄσυλον ἐσθῆτα περικειμένους κατέτεμεν ἐς πολλά, καὶ τὰ μέρη τῶν σωμάτων διέρριψεν ἐς τὰ πεδία.
ケルト人のブリトマリスは、この戦争においてエトルリア人の同盟軍として戦っていた父がローマ人によって殺されたことに憤慨し、使節たちが伝令使の杖を携え、不可侵の衣服を身にまとっているにもかかわらず、彼らを細切れに切り刻み、その遺体の破片を野原に投げ散らかした。
καὶ τοῦ μύσους ὁ Κορνήλιος ἐν ὁδῷ πυθόμενος, ἐς τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν ἅπαντα καθῄρει καὶ ἐνεπίμπρη, τῶν τε ἀνθρώπων τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἐν ἥβῃ πάντας ἔκτεινεν ὁμαλῶς, καὶ τὴν χώραν ἐλυμαίνετο ποικίλως καὶ ἄοικον ἐς τὸ λοιπὸν ἐποίει.
この不敬な凶行を道中で知ったコelements(コルネリウス)は、サビニ人とピケヌム人の地を通り、猛烈な速度でセノネス族の諸都市に侵入して、すべてを破壊し焼き払った。 そして人々については、女子供を奴隷とし、青年の男は全員容赦なく殺害し、その土地を様々に荒廃させて、将来にわたって住む人のない地とした。
Βριτόμαριν δὲ μόνον ἦγεν αἰχμάλωτον ἐπὶ λύμῃ.
そしてブリトマリス一人だけを、陵辱(刑罰)のために捕虜として連行した。
ὕστερον δὲ Σένονες οὐκ ἔχοντες ἔτι πατρίδας ἐς ἃς διαφύγωσι, συνέπεσον ἐς χεῖρας ὑπὸ τόλμης τῷ Δομετίῳ, καὶ ἡττώμενοι σφᾶς αὐτοὺς ὑπʼ ὀργῆς διεχρῶντο μανικῶς.
その後、もはや逃げ込むべき祖国を失ったセノネス族は、自暴自棄になってドミティウスと交戦したが、敗北して怒りのあまり狂ったように自害した。
καὶ δίκη μὲν ἥδε παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν. "
このようにして、使節に対する不法行為に対する報いがセノネス族にもたらされた。
§XII"ὅτι οἱ Σαλύων δυνάσται, τοῦ ἔθνους ἡττηθέντος ὑπὸ Ῥωμαίων, ἐς Ἀλλόβριγας κατέφυγον.
サリュウィ族の支配者たちは、部族がローマ人に敗北したため、アロブロゲス族のもとへ逃げ込んだとのことである。
καὶ αὐτοὺς ἐξαιτοῦντες οἱ Ῥωμαῖοι στρατεύουσιν ἐπὶ τοὺς Ἀλλόβριγας οὐκ ἐκδιδόντας, ἡγουμένου σφῶν Γναίου Δομετίου.
ローマ人は彼らの引き渡しを要求し、彼らを引き渡さないアロブロゲス族に対して、グナエウス・ドミティウスの指揮のもとで遠征を行った。
ᾧ παροδεύοντι τὴν τῶν Σαλύων ἐντυγχάνει πρεσβευτὴς Βιτοίτου βασιλέως τῶν Ἀλλοβρίγων, ἐσκευασμένος τε πολυτελῶς, καὶ δορυφόροι παρείποντο αὐτῷ κεκοσμημένοι καὶ κύνες·
ドミティウスが通過している際、アロブロゲス族の王ビトイトゥスの使節が彼に謁見した。 使節は贅を尽くした装いをしており、その周囲には美しく飾られた護衛の者たちと犬たちが付き従っていた。
δορυφοροῦνται γὰρ δὴ καὶ πρὸς κυνῶν οἱ τῇδε βάρβαροι.
実際、この地の蛮族は犬たちによっても護衛されているのである。
μουσικός τε ἀνὴρ εἵπετο, βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτʼ Ἀλλόβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν·
また、一人の楽人が同行しており、蛮族の音楽によってビトイトゥス王、次いでアロブロゲス族、そして最後にその使節自身の家柄、勇敢さ、富を称えて歌っていた。
οὗ δὴ καὶ μάλιστα ἕνεκα αὐτοὺς οἱ τῶν πρεσβευτῶν ἐπιφανεῖς ἐπάγονται.
著名な使節たちが彼らを伴うのは、まさにこのためであった。
ἀλλʼ ὁ μὲν συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις ἀπέτυχεν. "
しかし、サリュウィ族の支配者たちの赦免を求めた彼の嘆願は失敗に終わった。

語釈・文法注

  1. §VIIὅτι μὴ πρὸς δημητριακοὺς καρπούς — ὅτι μή は「〜を除いては(except)」の意味を表す慣用表現(εἰ μή と同等)。ここでは、ケルト人の土地が穀物(デメテルに属する果実)の生産を除いては不毛であることを示す。
  2. §VIIIὧν τὸ ἄτολμον ὁρῶντες... προσίεσθε τῷ ἔργῳ — ὧν は関係代名詞の連結用法的(あるいは前文の Keltæ を受ける)。προσίεσθε は自動詞的、あるいは中道態として「仕事(戦闘)に向かう、着手する」の意味で用いられている。
  3. §Xὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Οὐαλερίου — ἀναχωροῦντος τοῦ Οὐαλερίου は属格独立構文。ὑπὸ τοὺς πόδας は「足元から、足元に沿って」を意味し、ウァレリウスが相手の足元の踏み込みを巧みにかわして一歩引く動作を模写している。

この箇所を引用する

アッピアノス, ガリア史 §VII-XII. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg005.humanitext-grc2:VII-XII

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。