§XIII"ὅτι τῶν Τευτόνων μοῖρα λῃστεύουσα πολύανδρος ἐς τὴν γῆν τῶν Νωρικῶν ἐσέβαλε, καὶ ὁ Ῥωμαίων ὕπατος Παπίριος Κάρβων δείσας μὴ ἐς τὴν Ἰταλίαν ἐσβάλοιεν, ἐφήδρευε τοῖς Ἀλπείοις, ᾗ μάλιστά ἐστιν ἡ διάβασις στενωτάτη.
鉴于条顿人中有一支人数众多的掠夺部队侵入了诺里库姆人的领地,罗马执政官帕皮里乌斯·卡尔博担心他们会侵入意大利,便守候在阿尔卑斯山脉通道最狭窄的地方。
οὐκ ἐπιχειρούντων δʼ ἐκείνων αὐτὸς ἐπέβαινεν αὐτοῖς, αἰτιώμενος ἐς Νωρικοὺς ἐσβαλεῖν, Ῥωμαίων ξένους ὄντας· ἐποιοῦντο δʼ οἱ Ῥωμαῖοι ξένους, οἷς ἐδίδοσαν μὲν εἶναι φίλοις, ἀνάγκη δʼ οὐκ ἐπῆν ὡς φίλοις ἐπαμύνειν.
尽管对方并未主动进攻,他自己却袭击了他们,指责他们侵犯了罗马人的盟友诺里库姆人;而罗马人通常将那些他们虽许诺与之交友、但并无义务像朋友一样予以援助的人,列为自己的盟友。
οἱ μὲν δὴ Τεύτονες πλησιάζοντι τῷ Κάρβωνι προσέπεμπον ἀγνοῆσαί τε τὴν ἐς Ῥωμαίους Νωρικῶν ξενίαν, καὶ αὐτῶν ἐς τὸ μέλλον ἀφέξεσθαι· ὁ δʼ ἐπαινέσας τοὺς πρέσβεις, καὶ δοὺς αὐτοῖς ὁδῶν ἡγεμόνας, κρύφα τοῖς ἡγουμένοις ἐνετείλατο μακροτέραν αὐτοὺς περιάγειν.
条顿人在卡尔博逼近时派遣使节,声称他们并不知道诺里库姆人与罗马人之间存有盟友关系,且今后会避开他们;卡尔博虽然当面称赞了使节,并给他们派了向导,暗中却吩咐向导带他们绕远路。
τῇ βραχυτέρᾳ δὲ αὐτὸς διαδραμών, ἀδοκήτως ἀναπαυομένοις ἔτι τοῖς Τεύτοσιν ἐμπεσών, ἔδωκε δίκην ἀπιστίας, πολλοὺς ἀποβαλών.
而他自己则抄近路疾驰,乘条顿人仍在休息、毫无防备之际发起袭击,却因背信弃义而付出了代价,损失了许多士兵。
τάχα δʼ ἂν καὶ πάντας ἀπώλεσεν, εἰ μὴ ζόφος καὶ ὄμβρος καὶ βρονταὶ βαρεῖαι, τῆς μάχης ἔτι συνεστώσης ἐπιπεσοῦσαι, διέστησαν αὐτοὺς ἀπʼ ἀλλήλων, καὶ ὁ ἀγὼν ὑπὸ τῆς ἄνωθεν ἐκπλήξεως διελύθη.
若非在战斗进行时,黑暗、大雨及剧烈的雷电突至,将双方分开,且战斗因来自天上的恐惧而终止,他恐怕很快就会全军覆没。
σποράδες δὲ καὶ ὣς ἐς ὕλας οἱ Ῥωμαῖοι διαφυγόντες, τρίτῃ μόλις ἡμέρᾳ συνῆλθον.
即使如此,罗马人也只是四散逃入森林,到第三天才勉强聚集起来。
καὶ Τεύτονες ἐς Γαλάτας ἐχώρουν. "
随后,条顿人向高卢进军。
§XIV"ὁ δὲ τοῖς σώμασι τῶν Κίμβρων ἀψαυστεῖν ἐκέλευεν, ἕως ἡμέρα γένγται, πολύχρυσα εἶναι δοκῶν. "
他命令士兵们在天亮之前不得触碰辛布里人的尸体,因为他认为这些尸体上带有许多黄金。
§XV"ὅτι ἔθνη δύο Τιγύριοι καὶ Ἑλουήτιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάϊος πυθόμενος διετείχισεν ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους μάλιστα.
鉴于底格里尼与赫尔维蒂这两个部族侵入了罗马领高卢,盖乌斯·凯撒在得知他们的军势后,在罗讷河周围修筑了大约一百五十斯塔迪翁的防壁。
καὶ πρεσβευσαμένοις ἐπὶ διαπείρᾳ τοῖς πολεμίοις ὑπὲρ σπονδῶν ἐκέλευεν ὅμηρα δοῦναι καὶ χρήματα.
当敌人派来使节进行试探并请求缔结盟约时,他要求对方交出人质和财物。
ἀποκριναμένων δʼ εἰθίσθαι ταῦτα λαμβάνειν, οὐ διδόναι, βουλόμενος φθάσαι τὴν ὁμαιχμίαν αὐτῶν, ἐπὶ μὲν τοὺς Τιγυρίους ἐλάσσους ὄντας ἔπεμπε Λαβιηνόν, αὐτὸς δὲ ἐπὶ τοὺς Ἑλουητίους ἐχώρει, προσλαβὼν Γαλατῶν τῶν ὀρείων ἐς δισμυρίους.
敌人回答说,他们习惯于接受这些,而不是给予;凯撒为了抢在他们结盟之前采取行动,便派拉比埃努斯去对付人数较少的底格里尼人,他自己则率领约两万名山地高卢人,向赫尔维蒂人进军。
καὶ γίγνεται Λαβιηνῷ τὸ ἔργον εὐμαρές, ἀδοκήτοις Τιγυρίοις περὶ τὸν ποταμὸν ἐπιπεσόντι, καὶ τρεψαμένῳ καὶ σκεδάσαντι τοὺς πολλοὺς ἐν ἀσυνταξίᾳ. "
对拉比埃努斯而言,这项任务变得轻而易举,因为他在河边出其不意地袭击了毫无防备的底格里尼人,击溃了他们,并使大多数人在混乱中溃散。
§XVI"ὅτι Ἀριόουιστος, Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον, ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει φίλοις οὖσι Ῥωμαίων.
鉴于莱茵河彼岸的日耳曼人国王阿里奥维斯图斯,在凯撒到来之前,就已侵入对岸,并与身为罗马人朋友的埃杜伊人交战。
τότε μὲν δή, τοῖς Ῥωμαίοις κελεύουσι πεισθείς, ἀνέζευζεν ἀπὸ τῶν Αἰδούων, καὶ φίλος ἠξίωσε Ῥωμαίοις γενέσθαι.
当时,他顺从了罗马人的命令,从埃杜伊人的土地撤军,并请求成为罗马人的朋友。
καὶ ἐγένετο, ὑπατεύοντος αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου. "
在凯撒亲自担任执政官并提出决议案后,此事得以成行。
§XVII"ὅτι Ἀριόουιστος ὁ Γερμανῶν βασιλεύς, φίλος γενόμενος Ῥωμαίων, ἐς λόγους ἦλθε τῷ Καίσαρι, καὶ διαχωρισθέντων ἀπʼ ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν.
鉴于已成为罗马人朋友的日耳曼人国王阿里奥维斯图斯,与凯撒进行了会谈,并在双方分开后,请求再次会谈。
τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις.
然而凯撒并未亲自前往,而是派遣了高卢人的首领,阿里奥维斯图斯便将这些使节拘禁起来。
καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπʼ αὐτὸν μετʼ ἀπειλῆς.
于是凯撒带着威胁之势向他进军。
δέος δʼ ἐμπίπτει τῷ στρατῷ κατὰ κλέος τῶν Γερμανῶν. "
然而,由于日耳曼人的名声,恐惧笼罩了军队。
§XVIII"ὅτι Οὐσιπέται, ἔθνος Γερμανικόν, καὶ Ταγχρέαι δοκοῦσι πρότεροι σφετέροις ἱππεῦσιν ὀκτακοσίοις τρέψασθαι τῶν Καίσαρος ἱππέων ἐς πεντακισχιλίους, ὁ δὲ Καῖσαρ αὐτοῖς πρεσβευομένοις ἐς αὐτὸν ἐπιθέσθαι, τοὺς πρέσβεις κατασχών, καὶ τὸ πάθος ἐκείνοις ἐς τέλος αἰφνίδιον οὕτω συνενεχθῆναι ὡς τεσσαράκοντα μυριάδας τούτων συγκοπῆναι.
鉴于日耳曼部族乌西佩特斯与滕克特里,被认为起初以其八百骑兵击溃了凯撒约五千名骑兵;而凯撒在他们向其派遣使节时,扣留了使节并对他们发动了袭击,从而使他们最终遭受了如此突然的灾难,多达四十万人被屠杀。
Κάτωνά τε ἐν Ῥώμῃ τῶν τις συγγραφέων φησὶ γνώμην ἐσενεγκεῖν, ἐκδοῦναι τοῖς βαρβάροις τὸν Καίσαρα ὡς ἐναγὲς ἔργον ἐς διαπρεσβευσαμένους ἐργασάμενον.
据说罗马的一位历史学家提到,卡托曾提出一项提案,主张将凯撒移交给蛮族,因为他对使节做出了不义的行为。
ὁ δὲ Καῖσαρ ἐν ταῖς ἰδίαις ἀναγραφαῖς τῶν ἐφημέρων ἔργων φησὶ τοὺς Οὐσιπέτας καὶ Ταγχρέας κελευομένους ἐκπηδᾶν ἐς τὰ ἀρχαῖα σφῶν, φάναι πρέσβεις ἐς τοὺς ἐκβαλόντας Σουήβους ἀπεσταλκέναι καὶ τὰς ἀποκρίσεις αὐτῶν ἀναμένειν, καὶ ἐν ταῖσδε ταῖς διαπρεσβεύσεσιν ἐπιθέσθαι τοῖς ὀκτακοσίοις, καὶ παρʼ αὐτὸ τρέψαι τοὺς Ῥωμαίων πεντακισχιλίους.
然而,凯撒在自己的《日记》中写道,当乌西佩特斯和滕克特里人被命令退回其旧地时,他们声称已向驱逐他们的苏维汇人派遣了使节,并正在等待答复,而就在这些外交往来期间,他们以八百骑兵发起袭击,并因此击溃了罗马的五千骑兵。
ἐπιπρεσβευομένων δʼ αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν, ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων. "
当他们再次派遣使节并为背弃誓言辩解时,凯撒怀疑这是类似的阴谋,便在答复之前发动了袭击。
§XIX"εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον. "
他们立即煽动不列颠人违背誓言,其借口是尽管双方已结盟,罗马的营地却依然留在此地。
§XX"δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. "
凯撒因担心西塞罗而折返回去。
§XXI"ὅτι ὁ Βριτόρης διέφθειρεν Αἰδούους Ῥωμαίων ἀποστῆναι, καὶ τοῦ Καίσαρος ὀνειδίσαντος αὐτοῖς φιλίαν ἔφασαν παλαιὰν ἐφθακέναι. "
鉴于布里托雷斯唆使埃杜伊人背叛罗马,当凯撒指责他们时,他们声称古老的友谊在先。