§II"ὅτι Ὀλυμπιάδων τοῖς Ἕλλησιν ἑπτὰ καὶ ἐνενήκοντα γεγενημένων, τῆς γῆς τῶν Κελτῶν οὐκ ἀρκούσης αὐτοῖς διὰ τὸ πλῆθος, ἀνίσταται μοῖρα Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον ἱκανὴ κατὰ ζήτησιν ἑτέρας γῆς·
"鉴于希腊人已过了第九十七届奥林匹亚纪,凯尔特人的土地因人口繁衍而不敷使用,于是莱茵河一带的大批凯尔特人迁徙以寻找其他土地。
οἳ τό τε Ἄλπειον ὄρος ὑπερέβησαν, καὶ Κλουσίνοις, εὐδαίμονα γῆν ἔχουσι Τυρρηνῶν, ἐπολέμουν.
他们越过阿尔卑斯山,与占有伊特鲁里亚人富庶土地的克卢西乌姆人交战。
οὐ πάλαι δὲ οἱ Κλουσῖνοι Ῥωμαίοις ἔνσπονδοι γεγονότες ἐπʼ αὐτοὺς κατέφυγον.
不久前与罗马人结盟的克卢西乌姆人向罗马人求援。
καὶ οἱ Ῥωμαῖοι πρέσβεις συνέπεμψαν αὐτοῖς, Φαβίους τρεῖς, οἳ τοῖς Κελτοῖς ἔμελλον προαγορεύσειν ἀνίστασθαι τῆς γῆς ὡς Ῥωμαίων φίλης, καὶ ἀπειλήσειν ἀπειθοῦσιν.
罗马人便派了三名法比乌斯家族的出使人员与他们同行,准备向凯尔特人宣告,该土地是罗马人的友好联邦,令其撤离,并威胁不从者。
ἀποκριναμένων δὲ τῶν Κελτῶν ὅτι ἀνθρώπων οὐδένα δεδίασιν οὔτε ἀπειλοῦντα σφίσιν οὔτε πολεμοῦντα, χρῄζοντες δὲ γῆς οὔπω τὰ Ῥωμαίων πολυπραγμονοῦσιν, οἱ πρέσβεις οἱ Φάβιοι τοὺς Κλουσίνους ἐνῆγον ἐπιθέσθαι τοῖς Κελτοῖς τὴν χώραν λεηλατοῦσιν ἀπερισκέπτως.
但凯尔特人回答说,他们不惧怕任何威胁或向他们开战的人,他们虽需要土地,但尚未干涉罗马人的事务;于是,法比乌斯使节促使克卢西乌姆人袭击那些在无备情况下掠夺该地区的凯尔特人。
καὶ συνεκδημοῦντες αὐτοῖς ἀναιροῦσι τῶν Κελτῶν πολὺ πλῆθος ἐν προνομῇ, καὶ τὸν ἡγούμενον ἐκείνου τοῦ μέρους αὐτὸς ὁ Ῥωμαίων πρεσβευτὴς Κόιντος Φάβιος ἀνεῖλέ τε καὶ ἐσκύλευσε, καὶ τὰ ὅπλα φορῶν ἐπανῆλθεν ἐς Κλούσιον. "
他们与克卢西乌姆人一同出击,在凯尔特人搜寻粮草时杀死了其中极多的人,罗马使节昆图斯·法比乌斯亲自斩杀了该部首领并剥去了他的盔甲,然后身穿这些战利品返回了克卢西乌姆。
§III"ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην, αἰτιώμενος τοὺς Φαβίους ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν.
""鉴于凯尔特人的国王布伦努斯,因罗马的法比乌斯家族杀害了许多凯尔特人,而不愿接见罗马人的使节,并为此特意选拔了一些在身材本已高大的全体凯尔特人中更为魁梧的人作为使节去进行威吓,派遣他们前往罗马,指责法比乌斯成员作为使节却违反万民公法进行战争。
ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ ἔργον.
他要求将这些人交给他治罪,除非罗马人希望这一行径成为他们共同的作为。
οἱ δὲ Ῥωμαῖοι συνεγίγνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν.
罗马人承认法比乌斯家族犯了错误,但出于对杰出世家的顾忌,他们恳求凯尔特人接受他们的赎金。
οὐ πειθομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους, καὶ τοῖς πρεσβεύουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας ἤδη.
但在凯尔特人不听从的情况下,罗马人选举法比乌斯成员为年度官职的军政官,并对凯尔特人的使节说,他们现在无法对已经身为长官的法比乌斯成员采取任何行动。
τοῦ δʼ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν, ἐκέλευον.
他们要求凯尔特人如果在下一年仍然怀怒,就在下一年再来。
Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπʼ ἐκείνῳ, νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφάψασθαι τοῦδε τοῦ πολέμου.
布伦努斯和受他统治的凯尔特人认为受到了侮辱,感到难以容忍,便向其他凯尔特人派出使者,要求他们共同参与这场战争。
καὶ πολλῶν ἀφικομένων ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην. "
在许多人集结之后,他们便拔营向罗马进军。
§IV"ὁ δὲ ὑφίσταται γράμματα διοίσειν διὰ τῶν ἐχθρῶν ἐς τὸ Καπιτώλιον.
""而他则承诺穿过敌阵将信件送达卡皮托林。
" §V"ὅτι Καιδίκιος γράμμα φέρων ἀπὸ τῆς βουλῆς περὶ τῆς ὑπάτου ἀρχῆς, παρεκάλει τὸν Κάμιλλον μηδὲν ἐν τῷ παρόντι μηνῖσαι τῇ πατρίδι τῆς ζημίας.
""鉴于卡埃迪基乌斯从元老院带来关于执政官职权的信件,恳求卡米卢斯目前不要因自己所受的惩罚而对祖国怀恨。
ὁ δὲ ἐπισχὼν αὐτὸν ἔτι λέγοντα εἶπεν,
οὐκ ἂν ηὐξάμην ἐπιποθῆσαί με Ῥωμαίους, εἰ τοιαύτην ἤλπισα τὴν ἐπιπόθησιν αὐτοῖς ἔσεσθαι.
但卡米卢斯打断了还在说话的他,说道:“如果我预料到罗马人对我的渴望会是如此这般,我决不会祈求他们渴望我。
νῦν δὲ δικαιοτέραν εὐχὴν εὔχομαι, γενέσθαι τῇ πατρίδι χρήσιμος ἐς τοσοῦτον ἀγαθοῦ ἐς ὅσον κακοῦ περιελήλυθεν. "
但现在我做一个更公正的祈祷:愿我对祖国能有多大的用处,正如同她陷入了多大的不幸之中。
§VI"ὅτι Κελτοὶ μηδεμιᾷ μηχανῇ δυνηθέντες ἐπιβῆναι τῆς ἀκροπόλεως, ἠρέμουν ὡς λιμῷ τοὺς ἔνδον παραστησόμενοι.
”" "鉴于凯尔特人无法通过任何手段登上卫城,便按兵不动,意图用饥饿降伏守军。
καί τις ἀπὸ τοῦ Καπιτωλίου κατέβαινεν ἱερεύς, ὄνομα Δόρσων, ἐπὶ ἐτήσιον δή τινα ἱερουργίαν ἐς τὸν τῆς Ἑστίας νεὼν στέλλων τὰ ἱερὰ διὰ τῶν πολεμίων, αἰδεσθέντων ἢ καταπλαγέντων αὐτοῦ τὴν τόλμαν ἢ τὴν εὐσέβειαν, ἢ τὴν ὄψιν ἱερὰν οὖσαν.
这时,一名名叫多尔索的祭司从卡皮托林走下来,为了某种年度祭祀,携带着神圣之物穿过敌阵前往维斯塔神殿,而敌人或因敬佩、或因震惊于他的胆量与敬虔,亦或因为他的神圣仪容而未加伤害。
ὁ μὲν δὴ κινδυνεύειν ὑπὲρ τῶν ἱερῶν ἑλόμενος ὑπʼ αὐτῶν ἐσώζετο τῶν ἱερῶν.
这位选择为神圣之物冒险的人,确实因这些神圣之物本身而得以保全。
καὶ τόδε φησὶν ὧδε γενέσθαι Κάσσιος ὁ Ῥωμαῖος. "
而罗马人卡西乌斯说,这件事正是这样发生的。 "