Humanitext Reader

阿庇安 · 国王篇 §1

从埃涅阿斯定居到双胞胎诞生

第 1 段,共 2 段 · 希腊语

内容简介

总结了建国前的罗马历史与谱系:从埃涅阿斯抵达意大利并建立拉维尼乌姆,历经阿尔巴·隆加的西尔维乌斯王朝,直到阿穆利乌斯篡位以及罗穆斯与罗慕路斯的诞生。

§1"ἄρχεται τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου τοῦ Κάπυος, ὃς ἐν τῷ Τρωικῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν ἀπʼ ἐκείνου Τροίαν καλοῦσιν.
历史始于卡皮斯之子安喀塞斯之子埃涅阿斯,他在特洛伊战争中正值壮年,在特洛伊陷落后逃亡,经过漫长的漂泊,驶入意大利一个被称为劳伦图姆的海岸,那里至今仍展示着他的营地,人们因他而将该海岸称为特洛伊。
ἦρχε τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουινίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων.
当时统治当地意大利人阿博里金人的是阿瑞斯之子法乌努斯,他将女儿拉维尼亚嫁给埃涅阿斯,并赐予他周长四百斯塔迪翁的土地。
ὁ δὲ πόλιν ἔκτισε καὶ ἀπὸ τῆς γυναικὸς Λαουίνιον ἐπωνόμασε.
埃涅阿斯建了一座城,并以妻子的名字将其命名为拉维尼乌姆。
τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς Ἀβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε.
在法乌努斯去世的第三年,埃涅阿斯因姻亲关系继承了统治权,并以他的岳父拉丁努斯·法乌努斯的名字将阿博里金人命名为拉丁人。
τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουινίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν, προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέμου νόμῳ ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυναικός.
又过了三年,因妻子拉维尼亚(她曾与第勒尼安人鲁图利人的国王订婚)之故,埃涅阿斯在战争法则中被杀,尤里莱翁(改名为阿斯卡尼乌斯)继承了统治权,他是普里阿摩斯之女克雷乌萨(埃涅阿斯在伊利翁时的妻子)为埃涅阿斯所生。
οἱ δὲ ἐκ τῆς Λαουινίας Ἀσκάνιον αὐτῷ γεννηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς.
但也有人说,统治权的继承者阿斯卡尼乌斯是拉维尼亚为他所生的。
Ἀσκανίου δὲ τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν Ἄλβης οἴκισιν (καὶ γὰρ οὗτος ἔκτισε πόλιν, Ἄλβην καλέσας, καὶ ἀπὸ Λαουινίου τὸν λαὸν μετῴκισεν) ἐκδέχεται τὴν ἀρχὴν Σίλουιος.
在阿斯卡尼乌斯去世时,正是阿尔巴建城后的第四年(因为他也建了一座城,命名为阿尔巴,并将人民从拉维尼乌姆迁至该地),西尔维乌斯继承了统治权。
καὶ Σιλουίου παῖδα Αἰνείαν Σίλουιόν φασιν, Αἰνείου δὲ Λατῖνον Σίλουιον, τοῦ δὲ Κάπυν, Κάπυος δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ Ἀγρίππαν, τοῦ δὲ Ῥωμύλον.
据说西尔维乌斯之子是埃涅阿斯·西尔维乌斯,埃涅阿斯之子是拉丁努斯·西尔维乌斯,其子为卡皮斯,卡皮斯之子为卡佩图斯,卡佩图斯之子为提贝里努斯,其子为阿格里帕,其子为罗慕路斯。
καὶ τόνδε μὲν βληθῆναι κεραυνῷ· οὗ γενέσθαι παῖδα Ἀουεντῖνον, Ἀουεντίνου δὲ Πρόκαν γενέσθαι.
此人被雷电击中;其子为阿温提努斯,阿温提努斯之子为普罗卡。
καὶ πᾶσι δὲ τὸν Σίλουιον ἐπώνυμον εἶναι.
所有人都以西尔维乌斯为通称。
τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί, πρεσβύτερος μὲν Νεμέτωρ, νεώτερος δὲ Ἀμούλιος.
普罗卡生有两个儿子,长子为努米托尔,次子为阿穆利乌斯。
λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρχήν, ὁ νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος.
长子在父亲临终前继承了统治权,但次子以傲慢和暴力夺取并占有了它。
καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ Ἔγεστον κτείνει, τὴν θυγατέρα δὲ Ῥέαν Σιλουίαν ἱέρειαν, ἵνα ἄπαις διαμείνῃ, καθίστησι· τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης καὶ ἡ πολλὴ ἐπιείκεια.
他杀死了兄之子埃格斯图斯,并将兄之女雷亚·西尔维娅立为女祭司,以便使她保持无嗣;然而,努米托尔因其性格的温和与极大的宽厚而免遭对其肉体的阴谋危害。
ἀλλʼ ἡ Σιλουία ἔκυε παρὰ τὸν νόμον.
然而西尔维娅违背法律怀孕了。
καὶ τὴν μὲν Ἀμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν πλησίον ποταμὸν ἐμβαλεῖν τὰ βρέφη· Θύβρις ἦν ὄνομα τῷ ποταμῷ, Ῥῶμος δὲ καὶ Ῥωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος· τὸ γὰρ τοῦ φύντος ἄδηλον. "
阿穆利乌斯将她逮捕以施加惩罚,并将她所生的两个男孩交给牧羊人,要把婴儿投进附近的河里;那条河的名字是蒂布里斯,而这两个男孩是罗穆斯和罗慕路斯,从母方继承了埃涅阿斯的血统;因为生育他们的人是未知的。

词汇与语法注释

  1. §1τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος — “在法乌努斯去世的第三年”。属格独立分词结构(τοῦ Φαύνου τελευτήσαντος)起时间状语作用,ἔτει 为时间与格。
  2. §1προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ — “曾与他们的国王订婚”。被动分词 προμνηστευθεῖσαν 在格上与宾格的 Λαουινίαν 一致。αὐτῶν 是指代 Ῥουτούλων 的属格,τῷ βασιλεῖ 是与之连用的与格。
  3. §1τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης — “然而,他性格的温和将努米托尔从对其肉体的阴谋中救了出来”。动词 ἐξαιρέω(意为“救出”)要求人称宾格(τὸν Νεμέτορα)与表示分离的属格(τῆς ἐπιβουλῆς)。语法主语是 ἡ πραότης。
  4. §1ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος — “从母方继承了埃涅阿斯的血统”。短语 ἕλκω τὸ γένος 是表示“追溯世系”的惯用表达。带后缀的 μητρόθεν 是意为“自母亲一方”的副词。

引用这一段

阿庇安, 国王篇 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg002.humanitext-grc2:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。