§1"ἄρχεται τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου τοῦ Κάπυος, ὃς ἐν τῷ Τρωικῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν ἀπʼ ἐκείνου Τροίαν καλοῦσιν.
歴史は、カピュスの子アンキセスの子であるアイネイアスから始まる。 彼はトロイア戦争で活躍し、トロイア陥落ののちに逃亡し、長い放浪の末に、ラウレントゥムと呼ばれるイタリアのある海岸に入港した。 そこには彼の陣営もいまだ示されており、人々はその海岸を彼にちなんでトロイアと呼んでいる。
ἦρχε τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουινίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων.
当時、そこのイタリア人であるアボリギネスを支配していたのはアレスの子ファウヌスであり、彼はアイネイアスに自分の娘ラウィニアを娶らせ、周囲四百スタディオンの土地を与えた。
ὁ δὲ πόλιν ἔκτισε καὶ ἀπὸ τῆς γυναικὸς Λαουίνιον ἐπωνόμασε.
彼は都市を築き、妻にちなんでラウィニウムと名付けた。
τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς Ἀβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε.
ファウヌスが没した三年目に、アイネイアスは姻戚関係によって支配権を受け継ぎ、アボリギネスを、義父であるラティヌス・ファウヌスにちなんでラティニと名付けた。
τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουινίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν, προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέμου νόμῳ ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυναικός.
さらに三年目、妻ラウィニア(彼女はテュレニア人であるルトゥリ人の王と婚約していた)をめぐって、アイネイアスは戦争の掟により討たれ、エウリュレオンが支配権を継承したが、彼はアスカニオスと改名された。 彼は、プリアモスの娘クレウサ(イリオンにおけるアイネイアスの妻)によってアイネイアスに生まれた子であった。
οἱ δὲ ἐκ τῆς Λαουινίας Ἀσκάνιον αὐτῷ γεννηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς.
しかし、ある人々は、支配権の継承者であるアスカニオスはラウィニアによって彼に生まれたのだと言っている。
Ἀσκανίου δὲ τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν Ἄλβης οἴκισιν (καὶ γὰρ οὗτος ἔκτισε πόλιν, Ἄλβην καλέσας, καὶ ἀπὸ Λαουινίου τὸν λαὸν μετῴκισεν) ἐκδέχεται τὴν ἀρχὴν Σίλουιος.
アスカニオスが没した時、アルバの創建から四年目のことであったが(というのも、彼は都市を築いてアルバと呼び、人々をラウィニウムから移住させたからである)、シルウィウスが支配権を受け継いだ。
καὶ Σιλουίου παῖδα Αἰνείαν Σίλουιόν φασιν, Αἰνείου δὲ Λατῖνον Σίλουιον, τοῦ δὲ Κάπυν, Κάπυος δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ Ἀγρίππαν, τοῦ δὲ Ῥωμύλον.
そして、シルウィウスの子はアイネイアス・シルウィウス、アイネイアスの子はラティヌス・シルウィウス、彼の子はカピュス、カピュスの子はカペトゥス、カペトゥスの子はティベリヌス、彼の子はアグリッパ、彼の子はロムルスが生まれたと言われている。
καὶ τόνδε μὲν βληθῆναι κεραυνῷ·
そして、このロムルスは雷撃に打たれた。
οὗ γενέσθαι παῖδα Ἀουεντῖνον, Ἀουεντίνου δὲ Πρόκαν γενέσθαι.
彼の子としてアウェンティヌスが生まれ、アウェンティヌスの子としてプロカが生まれた。
καὶ πᾶσι δὲ τὸν Σίλουιον ἐπώνυμον εἶναι.
そして彼ら全員にシルウィウスという名が通称として与えられていた。
τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί, πρεσβύτερος μὲν Νεμέτωρ, νεώτερος δὲ Ἀμούλιος.
プロカには二人の息子が生まれ、兄はヌミトル、弟はアムリウスであった。
λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρχήν, ὁ νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος.
父の死に際して兄が支配権を受け取ったが、弟は傲慢と暴力によってそれを奪い取り、自らのものとした。
καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ Ἔγεστον κτείνει, τὴν θυγατέρα δὲ Ῥέαν Σιλουίαν ἱέρειαν, ἵνα ἄπαις διαμείνῃ, καθίστησι·
そして彼は兄の息子エゲストスを殺し、娘のレア・シルウィアを、彼女が子供を持たないままでいるようにと、巫女にした。
τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης καὶ ἡ πολλὴ ἐπιείκεια.
しかしながら、ヌミトルの命に対する陰謀からは、彼の温厚な人柄と深い寛容さが彼を救い出した。
ἀλλʼ ἡ Σιλουία ἔκυε παρὰ τὸν νόμον.
しかし、シルウィアは掟に反して妊娠した。
καὶ τὴν μὲν Ἀμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν πλησίον ποταμὸν ἐμβαλεῖν τὰ βρέφη·
そこでアムリウスは彼女を処罰のために捕らえ、彼女から生まれた二人の子供を、近くの川に投げ捨てるようにと羊飼いたちに渡した。
Θύβρις ἦν ὄνομα τῷ ποταμῷ, Ῥῶμος δὲ καὶ Ῥωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος·
その川の名はテュブリスであり、子供たちはロムスとロムルスであって、母方を通じてアイネイアスからの系統を引いていた。
τὸ γὰρ τοῦ φύντος ἄδηλον. "
というのも、彼らを生んだ父親の正体は不明であったからである。