§2"ὁ μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, Ῥωμύλου, Νουμᾶ Πομπιλίου, Ἄγκου Ὁστιλίου καὶ Ἄγκου ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου Νουμᾶ, Ταρκυνίου, Σερουίου Τυλλίου, καὶ Ταρκυνίου Λευκίου τοῦ Ταρκυνίου, τούτων τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει.
第一卷包含了七位国王的功绩与事迹:罗慕路斯、努马·庞皮里乌斯、安库斯·霍斯蒂里乌斯和另一位也被称为马尔基乌斯的安库斯(努马的后代)、塔奎尼乌斯、塞维乌斯·图利乌斯,以及塔奎尼乌斯之子塔奎尼乌斯·卢基乌斯。
ὧν ὁ πρῶτος κτίστης τε Ῥώμης καὶ οἰκιστὴς γεγονώς, ἄρξας τε πατρικῶς μᾶλλον ἢ τυραννικῶς, ὅμως ἐσφάγη, ἢ ὡς ἄλλοι φασίν, ἠφανίσθη.
在这些人中,第一位成为了罗马的创建者和定居者,他的统治更像是父亲而非僭主,但尽管如此,他还是被杀害了,或者正如其他人所说,他消失了。
ὁ δὲ δεύτερος οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον, τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας ὁ δὲ τρίτος ἐκεραυνώθη.
第二位同样进行了统治,甚至可以说有过之而无不及,并结束了自己的一生;第三位被雷电击中。
νόσῳ δὲ τὸν βίον ὁ τέταρτος ὑπεξῆλθεν.
第四位因疾病而去世。
ὁ δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ὁ ἕκτος ὁμοίως σφαγῇ κατέστρεψε τὸν βίον.
第五位被牧羊人杀害,第六位同样因被杀而结束了一生。
ὁ δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ τῆς βασιλείας παρανομῶν ἐξηλάθη· ἐξ οὗ τῆς βασιλείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη. "
第七位因违法而被逐出城市和王位;在他王位被废除后,统治权力被转移到了执政官手中。
§3"ἡ δὲ τὸν πατέρα φυλάξασα ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον. "
而她趁着父亲外出旅行,向塔蒂乌斯承诺背叛并交出堡垒。
§4"κελεύσαντος δὲ Τατίου τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλίθαζον, ἔστε τιτρωσκομένη κατεχώσθη. "
按照塔蒂乌斯的命令,他们向那个女孩投掷黄金,直到她受伤并被埋在下面。
§5"ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίων γυναῖκες καὶ Σαβίνων θυγατέρες διῄ τησαν, αὐταὶ τῷ χάρακι τῶν γονέων προσελθοῦσαι, χεῖράς τε προτείνουσαι, καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι, καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν.
罗马人的妻子、萨宾人的女儿们亲自前往父母的营地,伸出双手,展示她们与丈夫所生的婴儿,并为丈夫们作证,证明他们没有对她们做出任何侮辱性的行为,以此调停了塔蒂乌斯对罗慕路斯的战争。
ἐδέοντό τε λαβεῖν τινὰ οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων, καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, ἢ πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου.
她们哀求萨宾人对她们自己、姻亲、后代以及女儿们产生怜悯,免于这场同族且污秽的战争,否则就先杀死作为战争起因的她们。
οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγιγνώσκοντες ἤδη μὴ καθʼ ὕβριν εἰργάσθαι ταῦτα Ρωμαίους ἀλλʼ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν.
萨宾人由于眼前的困境以及对妇女的怜悯,意识到罗马人做这些并非出于侮辱而是迫于无奈,便同意了和解。
καὶ συνελθόντες Ῥωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου ἱερὰν γενομένην ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω, Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίζεσθαι ἐπʼ ἴσῃ καὶ ὁμοίᾳ. "
罗慕路斯和塔蒂乌斯在后来被称为圣道的路上相会,并达成以下协议:塔蒂乌斯和罗慕路斯双方共同统治,当时随塔蒂乌斯出征的萨宾人,以及其他任何愿意的萨宾人,均可在平等且相同的条件下迁往罗马。
§6"ὁ δὲ στρατηγὸς αἰσθόμενος παρʼ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ. "
将领从私交挚友处得知消息后,向霍斯蒂里乌斯作了汇报。
§7"οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. "
人们指责他,认为他糊涂地把一切都押在了三个人身上。
§8"συμβάσεις ποιεῖν ἐφʼ οἷς ἂν Γάβιοι δικαιῶσιν. "
按照加比伊人认为合理的条件达成协议。
§9"ὠνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα. "
他以九本书的价格买下了这三本书。
§10"ὁ δὲ Ὁράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. "
霍拉提乌斯双腿残疾,由于双脚废置,无论在战争还是和平时期都没能获得执政官职位。
§11"οἱ ὕπατοι τὰ ὅρκια προύτεινον, καὶ ἐς πάντα ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι. "
执政官们提出誓言,并表示他们宁愿屈服于任何事情,也绝不接纳塔奎尼乌斯。
§12"ὅτι Ταρκύνιος Σαβίνους κατὰ Ῥωμαίων ἠρέθιζε.
塔奎尼乌斯煽动萨宾人反对罗马人。
Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ Ῥηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβίνους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς Ῥώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχιλίων.
但是克劳狄乌斯,一个来自雷吉鲁姆城的有势力的萨宾人,不允许萨宾人违背协定,直到他因此受到审判,带着亲戚、朋友和五千名奴隶逃往罗马。
οἷς πᾶσι Ῥωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν, καὶ πολίτας ἔθεντο.
罗马人给他们所有人提供了建造房屋的土地和耕作的农田,并接纳他们为公民。
τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων· καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέστησαν. "
他们还将克劳狄乌斯选入元老院,因为他在对抗萨宾人时立下了显赫战功;他们还建立了一个以他名字命名的部落。
§13"Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπʼ αὐτούς οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτῶν τὴν ἐπὶ σφᾶς ὄντας ἐνσπόνδους καὶ συγγενεῖς. "
与罗马人结盟的拉丁人向他们发动了战争;拉丁人对罗马人提出指责,认为罗马人忽视了他们这些同盟和血亲。