- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg002.humanitext-grc2:1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アイネイアスのイタリア上陸からラウィニウム建国、アルバ・ロンガのシルウィウス家による王位継承、そしてアムリウスによる王位簒奪とロムルス・レムス(ロムス)誕生に至る、ローマ建国以前の系譜と歴史の要約。
"ἄρχεται τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου τοῦ Κάπυος, ὃς ἐν τῷ Τρωικῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν ἀπʼ ἐκείνου Τροίαν καλοῦσιν. ἦρχε τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουινίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων. ὁ δὲ πόλιν ἔκτισε καὶ ἀπὸ τῆς γυναικὸς Λαουίνιον ἐπωνόμασε. τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος1 ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς Ἀβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε. τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουινίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν, προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ,2 ἀναιρεῖται πολέμου νόμῳ ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυναικός. οἱ δὲ ἐκ τῆς Λαουινίας Ἀσκάνιον αὐτῷ γεννηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς. Ἀσκανίου δὲ τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν Ἄλβης οἴκισιν (καὶ γὰρ οὗτος ἔκτισε πόλιν, Ἄλβην καλέσας, καὶ ἀπὸ Λαουινίου τὸν λαὸν μετῴκισεν) ἐκδέχεται τὴν ἀρχὴν Σίλουιος. καὶ Σιλουίου παῖδα Αἰνείαν Σίλουιόν φασιν, Αἰνείου δὲ Λατῖνον Σίλουιον, τοῦ δὲ Κάπυν, Κάπυος δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ Ἀγρίππαν, τοῦ δὲ Ῥωμύλον. καὶ τόνδε μὲν βληθῆναι κεραυνῷ· οὗ γενέσθαι παῖδα Ἀουεντῖνον, Ἀουεντίνου δὲ Πρόκαν γενέσθαι. καὶ πᾶσι δὲ τὸν Σίλουιον ἐπώνυμον εἶναι. τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί, πρεσβύτερος μὲν Νεμέτωρ, νεώτερος δὲ Ἀμούλιος. λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρχήν, ὁ νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος. καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ Ἔγεστον κτείνει, τὴν θυγατέρα δὲ Ῥέαν Σιλουίαν ἱέρειαν, ἵνα ἄπαις διαμείνῃ, καθίστησι· τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης3 καὶ ἡ πολλὴ ἐπιείκεια. ἀλλʼ ἡ Σιλουία ἔκυε παρὰ τὸν νόμον. καὶ τὴν μὲν Ἀμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν πλησίον ποταμὸν ἐμβαλεῖν τὰ βρέφη· Θύβρις ἦν ὄνομα τῷ ποταμῷ, Ῥῶμος δὲ καὶ Ῥωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος·4 τὸ γὰρ τοῦ φύντος ἄδηλον."
歴史は、カピュスの子アンキセスの子であるアイネイアスから始まる。彼はトロイア戦争で活躍し、トロイア陥落ののちに逃亡し、長い放浪の末に、ラウレントゥムと呼ばれるイタリアのある海岸に入港した。そこには彼の陣営もいまだ示されており、人々はその海岸を彼にちなんでトロイアと呼んでいる。当時、そこのイタリア人であるアボリギネスを支配していたのはアレスの子ファウヌスであり、彼はアイネイアスに自分の娘ラウィニアを娶らせ、周囲四百スタディオンの土地を与えた。彼は都市を築き、妻にちなんでラウィニウムと名付けた。ファウヌスが没した三年目に、アイネイアスは姻戚関係によって支配権を受け継ぎ、アボリギネスを、義父であるラティヌス・ファウヌスにちなんでラティニと名付けた。さらに三年目、妻ラウィニア(彼女は以前、彼らの王と婚約していた)をめぐって、テュレニア人であるルトゥリ人によってアイネイアスは戦争の掟により討たれ、エウリュレオンが支配権を継承したが、彼はアスカニオスと改名された。彼は、プリアモスの娘クレウサ(イリオンにおけるアイネイアスの妻)によってアイネイアスに生まれた子であった。しかし、ある人々は、支配権の継承者であるアスカニオスはラウィニアによって彼に生まれたのだと言っている。 アスカニオスが没した時、アルバの創建から四年目のことであったが(というのも、彼は都市を築いてアルバと呼び、人々をラウィニウムから移住させたからである)、シルウィウスが支配権を受け継いだ。そして、シルウィウスの子はアイネイアス・シルウィウス、アイネイアスの子はラティヌス・シルウィウス、彼の子はカピュス、カピュスの子はカペトゥス、カペトゥスの子はティベリヌス、彼の子はアグリッパ、彼の子はロムルスが生まれたと言われている。そして、このロムルスは雷撃に打たれた。彼の子としてアウェンティヌスが生まれ、アウェンティヌスの子としてプロカが生まれた。そして彼ら全員にシルウィウスという名が通称として与えられていた。プロカには二人の息子が生まれ、兄はヌミトル、弟はアムリウスであった。父の死に際して兄が支配権を受け取ったが、弟は傲慢と暴力によってそれを奪い取り、自らのものとした。そして彼は兄の息子エゲストスを殺し、娘のレア・シルウィアを、彼女が子供を持たないままでいるようにと、巫女にした。しかしながら、ヌミトルの命に対する陰謀からは、彼の温厚な人柄と深い寛容さが彼を救い出した。しかし、シルウィアは掟に反して妊娠した。そこでアムリウスは彼女を処罰のために捕らえ、彼女から生まれた二人の子供を、近くの川に投げ捨てるようにと羊飼いたちに渡した。その川の名はテュブリスであり、子供たちはロムスとロムルスであって、母方を通じてアイネイアスからの系統を引いていた。というのも、彼らを生んだ父親の正体は不明であったからである。
- 1τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος
「ファウヌスが亡くなった三年目に」。属格独立分詞構文(τοῦ Φαύνου τελευτήσαντος)が時間的に作用し、ἔτειは時間の与格である。
- 1προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ
「彼らの王と婚約していた」。受動態の分詞 προμνηστευθεῖσαν は対格の Λαουινίαν と一致する。αὐτῶν は前出の Ῥουτούλων を指す属格、τῷ βασιλεῖ は与格である。
- 1τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης
「しかしながら、ヌミトルの命に対する陰謀からは、彼の温厚な人柄が彼を救い出した」。動詞 ἐξαιρέω(救う、取り除く)は、救う対象となる人称の対格(τὸν Νεμέτορα)と、難を避ける対象となる奪格的属格(τῆς ἐπιβουλῆς)を取る。主語は ἡ πραότης。
- 1ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος
「母方を通じてアイネイアスからの系統を引いていた」。ἕλκω τὸ γένος は「家系をさかのぼる、血統を引く」という慣用表現。接尾辞を持つ μητρόθεν は「母方から」を意味する副詞である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
