§17## Δερκύλλος Αἰσχρέᾳ.
## 德尔库洛斯致埃斯克雷阿斯。
οὐκ ἐγὼ ἔλεγον ὅτι Πλοῦτον ὁρῶντα ὀξὺ καὶ οὐ τυφλὸν ἀνεῦρες, καὶ καταγελᾷς μου καὶ τῆς γῆς καὶ τῆς Τύχης, ἐπεὶ τῶν χρηστῶν καὶ ἐπιμέλειαν τίθεται;
我难道没有说过你找到了一个目光敏锐、并非盲目的财富之神(普鲁托斯)吗? 而你现在却嘲笑我、我的土地和幸运,难道是因为它们甚至对善人也加以顾惜?
σὺ γοῦν ἀπεδείξω τῶν εὐδαιμόνων ἐκείνων εἷς ὤν, οὓς ἐπὶ Κρόνου φασὶν ἐκ τῆς γῆς αὐτόματα ἔχειν πάντα καὶ κοινωνίαν ἐν αὐτοῖς ἄφθονον πολιτεύεσθαι καὶ ἀφέλειαν τρόπου καὶ ἕνα οἶκον οἰκεῖν τὸν ὑπʼ οὐρανῷ τόπον πάντα.
无论如何,你证明了自己是那些幸福人们中的一员,人们说在克罗诺斯时代,他们从大地上自动获得一切,在彼此之间过着丰裕的共享生活,性格淳朴,将天底下的所有地方都当作一个家来居住。
Πλουτήσαντι γοῦν σοι τίς οὕτω φιλόμωμος ἢ κακός, ὡς ἄχθεσθαι καὶ ζηλότυπα νοεῖν;
无论如何,对于致富的你,谁会如此挑剔或邪恶,以至于感到恼怒并怀有嫉妒之心?
μήπω τοσαύτης κακίας ἀναπλησθείη γεωργῶν ἤθη, ὡς ζηλοτυπεῖν τε ἐς πλοῦτον καὶ ὑπὲρ χρημάτων φρονεῖν.
愿农夫的品性永远不要充斥着如此的邪恶,以至于嫉妒财富并为金钱焦虑。
ἐς ἀγρίας αἶγας τραπείη ταῦτα καὶ ἐς τοὺς ἐν δικαστηρίοις ῥήτορας.
让这些东西转向野山羊和法庭上的辩客们吧。
§18## Δημύλος Βλεψίᾳ.
## 德缪洛斯致布莱普西亚斯。
γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις·
邻居拉克斯放弃了农业和耕作,登上了船只,据说正在爱琴海航行,并测量着其他海域,乘风破浪,过着海鸥般的生活,与各种风浪搏斗。
ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ·
岬角接连不断地捉住他,他窥伺着丰厚的利润,谋划着一举致富,对那些小山羊和以前的牧人生活干脆地说了再见。
γλισχρῶς τε καὶ κατʼ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν.
尽管他能够靠着田地勉强且一点点地维持生计,但他不满足于现状,幻想有着埃及人和叙利亚人并环顾着商品交易所;凭宙斯起誓,他正忙于计算利滚利、数着钱上钱,双向航行的利润点燃并烧灼着他的心智。
χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας.
但他没有想到风暴,没有想到逆风,没有想到大海的无常,也没有想到季节的失调。
ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρʼ ἑαυτῆς ἐλπίδας.
而我们,虽然辛勤劳作却获利甚微,但土地比海洋稳定得多,而且她更加可靠,使她自己带来的希望更加稳固。
§19## Μορμίας Χρέμητι.
## 莫尔米亚斯致克雷墨斯。
ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον· ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων·
我这个傻瓜,徒劳地为婚礼献祭,在毫无必要的时候戴着花冠到处走,讨好着屋里屋外的神灵;而我的儿子却把牛车从田里拉下来,准备把新娘从城里接回父亲的领地。
αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης.
但他赎买了一个他恰好爱上的吹笛女,给她穿上新妇的礼服,带回来给我,正如人们所说,是“野鸽代替了家鸽”,游女代替了新娘。
καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην· μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατʼ ἐμοῦ μηχαναί.
起初,她确实像少女一样极其羞怯,并按照结婚者的习俗隐瞒了自己的行当;但最后,他们的诡计和对我的阴谋终于败露了。
οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ· τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπʼ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ.
然而,他们绝不能像对待泥人一样彻底蔑视我,因为如果那个漂亮的新郎不停止他那过度的奢侈,不和我一起挖沟、砸土块,我就要把他赶到乌鸦那里去;而至于那个新娘,我也要把她卖到国外去,除非她也和弗里吉亚、色雷斯的女奴一起分担农活。
§20## Φαιδρίας Σθένωνι.
## 费德里亚斯致斯塞农。
φύεται μὲν ἐν τοῖς ἀγροῖς καλὰ πάντα, κεκόσμηταί τε ἡ γῆ τούτοις καὶ τρέφει πάντας· καὶ τὰ μέν ἐστι τῶν καρπῶν διετήσια, τὰ δὲ καὶ πρὸς ὀλίγον ἀντέχοντά ἐστι τρωκτὰ ὡραῖα· πάντων δὲ τούτων θεοὶ μὲν ποιηταί, ἡ γῆ δὲ μήτηρ ἅμα καὶ τροφὸς αὕτη.
田野里生长着一切美好的事物,大地因它们而装饰并养育了所有人;有些作物能保存两年,有些虽然只能支撑很短的时间,却是季节性的美味果实;在所有这些事物中,神灵是创造者,而大地既是母亲又是哺育者。
φύεται δὲ καὶ δικαιοσύνη καὶ σωφροσύνη, καὶ ταῦτα ἐν τοῖς ἀγροῖς δένδρων τὰ κάλλιστα καρπῶν τὰ χρησιμώτατα.
正义与节制也在田野里生长,这些是田野里最美丽的树木和最实用的果实。
μὴ τοίνυν γεωργῶν καταφρόνει· ἔστι γάρ τις καὶ ἐνταῦθα σοφία· γλώττῃ μὲν οὐ πεποικιλμένη οὐδὲ καλλωπιζομένη λόγων δυνάμει, σιγῶσα δὲ εὖ μάλα καὶ διʼ αὐτοῦ τοῦ βίου τὴν ἀρετὴν ὁμολογοῦσα.
因此,不要轻视农夫;因为这里也有某种智慧——不是用舌头粉饰、也不是用言辞的力量来美化,而是保持极度的沉默,通过生活本身来昭示美德。
εἰ δὲ σοφώτερα ταῦτα ἐπέσταλταί σοι ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν, μὴ θαυμάσῃς· οὐ γάρ ἐσμεν οὔτε Λίβυες οὔτε Λυδοὶ ἀλλʼ Ἀθηναῖοι γεωργοί. ¯
如果这些写给你的道理比田野的供给显得更为智慧,请不要惊讶;因为我们既不是利比亚人,也不是吕底亚人,而是雅典的农夫。