§17## Δερκύλλος Αἰσχρέᾳ.
## デルキュロスからアイスクレアスへ。
οὐκ ἐγὼ ἔλεγον ὅτι Πλοῦτον ὁρῶντα ὀξὺ καὶ οὐ τυφλὸν ἀνεῦρες, καὶ καταγελᾷς μου καὶ τῆς γῆς καὶ τῆς Τύχης, ἐπεὶ τῶν χρηστῶν καὶ ἐπιμέλειαν τίθεται;
私が「君は盲目ではなく、鋭い目を持つ富の神(プルトス)を見つけ出した」と言わなかったか。 それなのに君は、私のことも、私の土地も、そして幸運をもあざ笑うのか、それらが善き人々をも顧みてくれるからといって。
σὺ γοῦν ἀπεδείξω τῶν εὐδαιμόνων ἐκείνων εἷς ὤν, οὓς ἐπὶ Κρόνου φασὶν ἐκ τῆς γῆς αὐτόματα ἔχειν πάντα καὶ κοινωνίαν ἐν αὐτοῖς ἄφθονον πολιτεύεσθαι καὶ ἀφέλειαν τρόπου καὶ ἕνα οἶκον οἰκεῖν τὸν ὑπʼ οὐρανῷ τόπον πάντα.
とにかく君は、あのクロノスの時代に、大地から自ずとすべてを得、自分たちの間で豊かな共同生活を営み、素朴な生き方をし、天の下のすべての場所を一つの家として暮らしていたと言われる、あの幸福な人々の一人であることを証明したのだ。
Πλουτήσαντι γοῦν σοι τίς οὕτω φιλόμωμος ἢ κακός, ὡς ἄχθεσθαι καὶ ζηλότυπα νοεῖν;
とにかく、富んだ君に対して、誰がそれほど非難好きで邪悪になり、腹を立てたり嫉妬深く思ったりするだろうか。
μήπω τοσαύτης κακίας ἀναπλησθείη γεωργῶν ἤθη, ὡς ζηλοτυπεῖν τε ἐς πλοῦτον καὶ ὑπὲρ χρημάτων φρονεῖν.
農夫たちの品性が、富を嫉妬したり金銭に汲々としたりするほどの、そのような邪悪さに決して染まらないように。
ἐς ἀγρίας αἶγας τραπείη ταῦτα καὶ ἐς τοὺς ἐν δικαστηρίοις ῥήτορας.
そのようなことは、野生の山羊たちや、法廷の弁論家たちに降りかかるがよい。
§18## Δημύλος Βλεψίᾳ.
## デミュロスからブレプシアスへ。
γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις·
隣人のラケースは農業と耕作を捨てて船に乗り、エーゲ海を航海しているそうだ。 そして他の海を渡り、波の上に乗り、カモメのような生活を送り、様々な風と戦っている。
ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ·
岬から岬へと翻弄されながら、莫大な利益を見回し、一挙の富を企んでは、あの山羊たちや、かつての牧人の生活にきっぱりと別れを告げた。
γλισχρῶς τε καὶ κατʼ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν.
畑からわずかばかり少しずつ生計を立てることはできたのに、現在のものに満足せず、エジプト人やシリア人を夢想し、見本市を見回している。 そして、ゼウスにかけて、彼は利息に利息を重ねて計算し、金に金を数え上げることに余念がなく、往復航海の利益が彼の精神を煽り立て、燃え上がらせている。
χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας.
しかし彼は、嵐や逆風のことも、海の不安定さや季節の不順なことも考えていない。
ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρʼ ἑαυτῆς ἐλπίδας.
私たちは、大いに働きながらも得る利益は少ないかもしれないが、それでも土地は海よりもはるかに安定しており、この大地はより信頼でき、それ自体がもたらす希望をより確実なものにしている。
§19## Μορμίας Χρέμητι.
## モルミアスからクレメースへ。
ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον·
おめでたい私は、無駄に婚礼の犠牲を捧げ、必要もないのに冠をかぶって歩き回り、家の中の神々も外の神々も懐柔しようとしていた。
ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων·
ところが息子は、町から花嫁を父親の領地に連れ帰るつもりで、畑から牛車を下ろして行った。
αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης.
しかし、自分がたまたま愛していた笛吹き女を身請けし、彼女に花嫁の衣装をまとわせて、私のところに連れ帰ったのだ。 いわゆる鳩の代わりにモリバト、花嫁の代わりに遊女を。
καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην·
そして最初のうちは、彼女は実実に乙女らしく恥じらい、結婚する者の習慣に従って、自分の本業を隠していた。
μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατʼ ἐμοῦ μηχαναί.
しかし、ついに彼らの悪知恵と、私に対する策略が露呈した。
οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ·
それでも、彼らが私を粘土細工のように完全に侮ることはさせない。 なぜなら、あの立派な花婿を地獄へ落ちろと追い出すつもりだからだ、もし彼が過度の贅沢をやめて、私と一緒に溝を掘り、土を耕さないならば。
τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπʼ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ.
また、あの花嫁も、国外売却のために売り飛ばしてやる、もし彼女自身も、フリュギア女やトラキア女の奴隷と一緒に、農作業を手伝わないならば。
§20## Φαιδρίας Σθένωνι.
## パイドリアスからステノーンへ。
φύεται μὲν ἐν τοῖς ἀγροῖς καλὰ πάντα, κεκόσμηταί τε ἡ γῆ τούτοις καὶ τρέφει πάντας·
田舎にはあらゆる美しいものが育ち、大地はこれらで飾られ、すべての人を養う。
καὶ τὰ μέν ἐστι τῶν καρπῶν διετήσια, τὰ δὲ καὶ πρὸς ὀλίγον ἀντέχοντά ἐστι τρωκτὰ ὡραῖα·
そして作物のうちあるものは毎年収穫され、またあるものは短期間しか持たないが、旬の食べ頃の果実である。
πάντων δὲ τούτων θεοὶ μὲν ποιηταί, ἡ γῆ δὲ μήτηρ ἅμα καὶ τροφὸς αὕτη.
これらすべての創り手は神々であり、大地こそは母であり、同時に養育者である。
φύεται δὲ καὶ δικαιοσύνη καὶ σωφροσύνη, καὶ ταῦτα ἐν τοῖς ἀγροῖς δένδρων τὰ κάλλιστα καρπῶν τὰ χρησιμώτατα.
そして正義と節制もまた田舎に育つ。 これらこそ、田舎における最も美しい木々であり、最も有益な果実なのだ。
μὴ τοίνυν γεωργῶν καταφρόνει·
だから、農夫たちを軽蔑してはならない。
ἔστι γάρ τις καὶ ἐνταῦθα σοφία·
ここにも、ある種の知恵があるのだから。
γλώττῃ μὲν οὐ πεποικιλμένη οὐδὲ καλλωπιζομένη λόγων δυνάμει, σιγῶσα δὲ εὖ μάλα καὶ διʼ αὐτοῦ τοῦ βίου τὴν ἀρετὴν ὁμολογοῦσα.
それは、言葉の力によって飾られたり美化されたりした舌によるものではなく、極めて沈黙を守りつつ、生き方そのものをとおして徳を表明するものである。
εἰ δὲ σοφώτερα ταῦτα ἐπέσταλταί σοι ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν, μὴ θαυμάσῃς·
もしこれらのことが、田舎の資質に不相応なほど知的に君に書き送られたとしても、驚くには及ばない。
οὐ γάρ ἐσμεν οὔτε Λίβυες οὔτε Λυδοὶ ἀλλʼ Ἀθηναῖοι γεωργοί. ¯
なぜなら、私たちはリビア人でもリュディア人でもなく、アテナイの農夫なのだから。