← クラウディオス・アイリアノス

農夫の手紙

§17-20

農耕生活の素朴さと海商の危険や農夫の知恵

17〜20番目の書簡。農耕生活の素朴さと安定さを賛美し、商人となるため海へ出た隣人の貪欲さと危険性を対比する。また、息子の婚礼をめぐる騙し討ちに対する父親の憤り、および農夫が備える沈黙の徳とアテナイ的な知恵について語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17

Δερκύλλος Αἰσχρέᾳ. οὐκ ἐγὼ ἔλεγον ὅτι Πλοῦτον ὁρῶντα ὀξὺ καὶ οὐ τυφλὸν ἀνεῦρες, καὶ καταγελᾷς μου καὶ τῆς γῆς καὶ τῆς Τύχης, ἐπεὶ τῶν χρηστῶν καὶ ἐπιμέλειαν τίθεται;1 σὺ γοῦν ἀπεδείξω τῶν εὐδαιμόνων ἐκείνων εἷς ὤν, οὓς ἐπὶ Κρόνου φασὶν ἐκ τῆς γῆς αὐτόματα ἔχειν πάντα καὶ κοινωνίαν ἐν αὐτοῖς ἄφθονον πολιτεύεσθαι καὶ ἀφέλειαν τρόπου καὶ ἕνα οἶκον οἰκεῖν τὸν ὑπʼ οὐρανῷ τόπον πάντα. Πλουτήσαντι γοῦν σοι τίς οὕτω φιλόμωμος ἢ κακός, ὡς ἄχθεσθαι καὶ ζηλότυπα νοεῖν; μήπω τοσαύτης κακίας ἀναπλησθείη γεωργῶν ἤθη, ὡς ζηλοτυπεῖν τε ἐς πλοῦτον καὶ ὑπὲρ χρημάτων φρονεῖν. ἐς ἀγρίας αἶγας τραπείη ταῦτα καὶ ἐς τοὺς ἐν δικαστηρίοις ῥήτορας.

デルキュロスからアイスクレアスへ。 私が「君は盲目ではなく、鋭い目を持つ富の神(プルトス)を見つけ出した」と言わなかったか。それなのに君は、私のことも、私の土地も、そして幸運をもあざ笑うのか、それらが善き人々をも顧みてくれるからといって。とにかく君は、あのクロノスの時代に、大地から自ずとすべてを得、自分たちの間で豊かな共同生活を営み、素朴な生き方をし、天の下のすべての場所を一つの家として暮らしていたと言われる、あの幸福な人々の一人であることを証明したのだ。とにかく、富んだ君に対して、誰がそれほど非難好きで邪悪になり、腹を立てたり嫉妬深く思ったりするだろうか。農夫たちの品性が、富を嫉妬したり金銭に汲々としたりするほどの、そのような邪悪さに決して染まらないように。そのようなことは、野生の山羊たちや、法廷の弁論家たちに降りかかるがよい。

§18

Δημύλος Βλεψίᾳ. γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις· ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ· γλισχρῶς τε καὶ κατʼ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος2 καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν. χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρʼ ἑαυτῆς ἐλπίδας.

デミュロスからブレプシアスへ。 隣人のラケースは農業と耕作を捨てて船に乗り、エーゲ海を航海しているそうだ。そして他の海を渡り、波の上に乗り、カモメのような生活を送り、様々な風と戦っている。岬から岬へと翻弄されながら、莫大な利益を見回し、一挙の富を企んでは、あの山羊たちや、かつての牧人の生活にきっぱりと別れを告げた。畑からわずかばかり少しずつ生計を立てることはできたのに、現在のものに満足せず、エジプト人やシリア人を夢想し、見本市を見回している。そして、ゼウスにかけて、彼は利息に利息を重ねて計算し、金に金を数え上げることに余念がなく、往復航海の利益が彼の精神を煽り立て、燃え上がらせている。しかし彼は、嵐や逆風のことも、海の不安定さや季節の不順なことも考えていない。私たちは、大いに働きながらも得る利益は少ないかもしれないが、それでも土地は海よりもはるかに安定しており、この大地はより信頼でき、それ自体がもたらす希望をより確実なものにしている。

§19

Μορμίας Χρέμητι. ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς3 μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον· ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων· αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης. καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην· μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατʼ ἐμοῦ μηχαναί. οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ· τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπʼ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ.

モルミアスからクレメースへ。 おめでたい私は、無駄に婚礼の犠牲を捧げ、必要もないのに冠をかぶって歩き回り、家の中の神々も外の神々も懐柔しようとしていた。ところが息子は、町から花嫁を父親の領地に連れ帰るつもりで、畑から牛車を下ろして行った。しかし、自分がたまたま愛していた笛吹き女を身請けし、彼女に花嫁の衣装をまとわせて、私のところに連れ帰ったのだ。いわゆる鳩の代わりにモリバト、花嫁の代わりに遊女を。そして最初のうちは、彼女は実に乙女らしく恥じらい、結婚する者の習慣に従って、自分の本業を隠していた。しかし、ついに彼らの悪知恵と、私に対する策略が露呈した。それでも、彼らが私を粘土細工のように完全に侮ることはさせない。なぜなら、あの立派な花婿を地獄へ落ちろと追い出すつもりだからだ、もし彼が過度の贅沢をやめて、私と一緒に溝を掘り、土を耕さないならば。また、あの花嫁も、国外売却のために売り飛ばしてやる、もし彼女自身も、フリュギア女やトラキア女の奴隷と一緒に、農作業を手伝わないならば。

§20

Φαιδρίας Σθένωνι. φύεται μὲν ἐν τοῖς ἀγροῖς καλὰ πάντα, κεκόσμηταί τε ἡ γῆ τούτοις καὶ τρέφει πάντας· καὶ τὰ μέν ἐστι τῶν καρπῶν διετήσια, τὰ δὲ καὶ πρὸς ὀλίγον ἀντέχοντά ἐστι τρωκτὰ ὡραῖα· πάντων δὲ τούτων θεοὶ μὲν ποιηταί, ἡ γῆ δὲ μήτηρ ἅμα καὶ τροφὸς αὕτη. φύεται δὲ καὶ δικαιοσύνη καὶ σωφροσύνη, καὶ ταῦτα ἐν τοῖς ἀγροῖς δένδρων τὰ κάλλιστα καρπῶν τὰ χρησιμώτατα. μὴ τοίνυν γεωργῶν καταφρόνει· ἔστι γάρ τις καὶ ἐνταῦθα σοφία· γλώττῃ μὲν οὐ πεποικιλμένη οὐδὲ καλλωπιζομένη λόγων δυνάμει, σιγῶσα δὲ εὖ μάλα καὶ διʼ αὐτοῦ τοῦ βίου τὴν ἀρετὴν ὁμολογοῦσα. εἰ δὲ σοφώτερα ταῦτα ἐπέσταλταί σοι ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν,4 μὴ θαυμάσῃς· οὐ γάρ ἐσμεν οὔτε Λίβυες οὔτε Λυδοὶ ἀλλʼ Ἀθηναῖοι γεωργοί. ¯

パイドリアスからステノーンへ。 田舎にはあらゆる美しいものが育ち、大地はこれらで飾られ、すべての人を養う。そして作物のうちあるものは丸一年持ち、またあるものは短期間しか持たないが、旬の食べ頃の果実である。これらすべての創り手は神々であり、大地こそは母であり、同時に養育者である。そして正義と節制もまた田舎に育つ。これらこそ、田舎における最も美しい木々であり、最も有益な果実なのだ。だから、農夫たちを軽蔑してはならない。ここにも、ある種の知恵があるのだから。それは、舌によって飾り立てられたり言葉の力によって美化されたりしたものではなく、極めて沈黙を守りつつ、生き方そのものをとおして徳を表明するものである。もしこれらのことが、田舎の資質に不相応なほど知的に君に書き送られたとしても、驚くには及ばない。なぜなら、私たちはリビア人でもリュディア人でもなく、アテナイの農夫なのだから。

構文注4 件
  1. 17ἐπεὶ τῶν χρηστῶν καὶ ἐπιμέλειαν τίθεται;

    τίθεται(ἐπιμέλειαν τίθεται)の主語は、前文に現れる「土地(γῆ)」および「幸運(Τύχη)」を指す。中道相 τίθεμαι と対格の目的語によって「配慮を払う」という意味になり、その客体は属格 τῶν χρηστῶν(善き人々)で表されている。

  2. 18πολύς ἐστι... λογιζόμενος

    形容詞 πολύς が主格補語として動詞 ἐστί および現在分詞 λογιζόμενος と結合し、「熱心に〜している」「〜するのに余念がない」という切迫した活動の継続や没頭を表す慣用的な表現。

  3. 19ὁ χρυσοῦς

    原義は「黄金の」を意味する形容詞だが、ここでは話し手(父親)が自身の「世間知らずさ」「お人好し」「おめでたさ」を自嘲的かつ皮肉を込めて表現する同格形容詞として機能している。

  4. 20σοφώτερα... ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν

    比較級 σοφώτερα の後に接続詞 ἤ と前置詞句 κατά +対格が続くことで、「〜の能力・資質を超えて」「〜の身の丈に不相応なほど」という過度の比較を表す。田舎の物質的な供給(資質)のレベルを遥かに超越した高尚な内容であることを意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-11-14 AI校閲 — 訳文 1 件
  • 2026-10-18 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0545.tlg003.humanitext-grc2:17-20