§9.42.1Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγὸς καὶ Δωρίμαχος ὁ τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, παραγενόμενοι αὐτοί, §9.42.2ὁ μὲν Πόπλιος στόλῳ, ὁ δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβαλόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίππου μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου, §9.42.3ἀπελπίσαντες οἱ Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ.
罗马人的将军普布利乌斯和埃托利亚人的将军多里马科斯,在腓力包围埃克努斯城,并妥善防护面向城墙的一侧,又用壕沟和土墙加固面向军营外侧一侧的时候,他们亲自来到了那里;普布利乌斯率领舰队,多里马科斯则率领步兵和骑兵部队,并对防线发起了进攻,但被击退,因为腓力进行了更为有力的抵抗,埃克努斯人陷入绝望,向腓力投降。
§9.42.4οὐ γὰρ οἷοί τε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανημάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον.
因为多里马科斯一行人无法通过物资匮乏来迫使腓力退兵,因为腓力是从海上获取物资供应的。
ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης, §9.42.5[οἱ] Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων· §9.42.6ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτʼ ἦσαν αὑτῶν κύριοι, τότε δεῖν διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας· §9.42.7τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου καταξιώσαντας τοὺς παρʼ αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι;
ὅ钱当埃吉纳被罗马人攻占时,被聚集到船上的埃吉纳人——凡是没有逃脱的——恳求将军允许他们派遣使者前往同盟城市,商讨赎金问题;但普布利乌斯起初严词拒绝,说当他们还是自己的主人时,那才是他们应当向强者求和以保安全的时候,而不是在如今已经沦为奴隶的时候;而且,就在不久前,他们还认为他派去的使者甚至不值一谈,而如今自己落入敌手,却要求向同盟城市派遣使者,这怎么能不说是愚蠢呢?
§9.42.8καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐντυγχάνοντας ταῦτʼ εἰπών· τῇ δʼ ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν οὐδὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρʼ αὐτοῖς ἔθος ἐστίν.
当时,他用这些话遣走了前来恳求的人;但第二天,他召集了所有的俘虏,说虽然他对埃吉纳人没有任何人道优待的义务,但为了其他希腊人的缘故,他允许他们为赎金问题派遣使者,因为这在他们中间是习俗。