Humanitext Reader

波利比奥斯 · 历史 §9.43.1-9.43.6

幼发拉底河的水文特性与军队漕运的受阻

第 644 段,共 1311 段 · 希腊语

内容简介

作者解释了幼发拉底河独特的水文特征(如越往流下游流量越小、在天狼星升起时流量达到最大等),并指出这导致了当时军队水路运输的严重滞后。

§9.43.1ὁ γὰρ Εὐφράτης τὴν μὲν ἀρχὴν λαμβάνει τῆς συστάσεως ἐξ Ἀρμενίας, διαρρεῖ δὲ [τὸν] διὰ Συρίας καὶ τῶν ἑξῆς τόπων ὡς ἐπὶ Βαβυλωνίαν.
因为幼发拉底河发源于亚美尼亚,流经叙利亚及后续地区,奔向巴比伦尼亚。
§9.43.2καὶ δοκεῖ μὲν εἰς τὴν Ἐρυθρὰν ἐμβάλλειν θάλατταν, οὐ μὴν ἔστι γε τοῦτο· ταῖς γὰρ διώρυξι ταῖς ἐπὶ τὴν χώραν ἀγομέναις προεκδαπανᾶται πρὶν ἐκβολὴν εἰς θάλατταν πεποιῆσθαι.
它看似注入红海,但事实并非如此;因为在流入大海之前,它已被引入农田的运河提前消耗殆尽。
§9.43.3διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν.
因此,这条河的特性恰好与大多数河流相反。
τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους· §9.43.4οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων.
对于其他河流来说,流经的地区越多,流量就越大,且在冬季流量最大,在盛夏时水位最低;但这条河在天狼星升起时流量达到最大,在叙利亚境内时规模最大,且随着不断前进,流量总是越变越小。
§9.43.5αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλʼ ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις.
其中的原因在于,其水量的增加并非源于冬季雨水的汇流,而是由于积雪的消融,而其减少则是由于向农田的分流以及用于灌溉的分配。
§9.43.6ᾗ καὶ τότε βραδεῖαν συνέβαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν.
故而,当时军队的运送也变得十分缓慢,因为船只装载过重,且河水水位极低,水流的力量对航行的助力微乎其微。

词汇与语法注释

  1. 9.43.1τὴν ἀρχὴν λαμβάνει τῆς συστάσεως — 意为“获得其形成的起点”,即“发源”。名词 `συστάσεως`(形成、结合)指河流在物理上汇聚成流的过程,在此作为修饰性属格修饰 `τὴν ἀρχήν`(起点、源头)。
  2. 9.43.2προεκδαπανᾶται — 带有前缀 `προ-`(提前)和 `ἐκ-`(完全、彻底)的动词 `δαπανάω`(消耗)的被动语态。意为“(在流入大海前)被提前消耗殆尽”。主语承接上文的 `ὁ Εὐφράτης`(幼发拉底河)。
  3. 9.43.3καθὼς ἂν πλείους διαφέρωνται τόπους — 带有 `ἂν` 的虚拟语气从句,表示一般的或重复的条件。`διαφέρωνται` 为中被动式,意为“被运送、流经”。`πλείους τόπους` 是表示经过空间的宾格(“更多地区”)。整句意为“(其他河流)流经的地区越多”。
  4. 9.43.6 — 阴性单数关系代词与格(其先行词为前述整件事,或省略了表示方式、道路的名词)的副词性用法。表示“因此、基于此原因”,引导由无人称动词 `συνέβαινε`(发生……事)构成的主句。
  5. 9.43.6ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων — 由表示客观原因的连词 `ἅτε` 引导的属格独立结构。与之并列的 `ταπεινοτάτου δὲ τοῦ ποταμοῦ`(省略了分词 `ὄντος`)以及 `καὶ ... συνεργούσης τῆς τοῦ ῥεύματος βίας` 同样受 `ἅτε` 控制,这三个属格独立结构共同说明了军队运输滞后的原因。

引用这一段

波利比奥斯, 历史 §9.43.1-9.43.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.43.1-9.43.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。