§9.41.1προθέμενος δὲ τῆς πόλεως κατὰ δύο πύργους ποιεῖσθαι τὴν προσαγωγὴν κατὰ μὲν τούτους χελώνας κατεσκεύαζε χωστρίδας καὶ κριούς, κατὰ δὲ τὸ μεσοπύργιον στοὰν ἐποίει μεταξὺ τῶν κριῶν παράλληλον τῷ τείχει.
他计划针对城邦的两座塔楼进行逼近,因而在这些塔楼面前建造了整地用的龟甲车和破城槌,而针对两塔之间的中间城墙,他则在破城槌之间建造了一条与城墙平行的回廊。
§9.41.2τῆς δὲ προθέσεως συντελουμένης παραπλήσιος ἡ τῶν ἔργων ἐγίνετο πρόσοψις τῇ τοῦ τείχους διαθέσει· §9.41.3τὰ μὲν γὰρ ἐπὶ ταῖς χελώναις κατασκευάσματα πύργων ἐλάμβανε καὶ φαντασίαν καὶ διάθεσιν ἐκ τῆς τῶν γέρρων συνθέσεως, τὸ δὲ μεταξὺ τούτων τείχους, τῶν ἀνωτέρω γέρρων τῆς στοᾶς εἰς ἐπάλξεις τῇ πλοκῇ διῃρημένων.
当这一规划完成时,这些攻城设施的外观与城墙的布局变得十分相似;因为龟甲车之上的构造物通过编织物的组合而具备了塔楼的外观和布局,而它们之间的部分则具备了城墙的(外观和布局),因为回廊上部的编织物因其编法而被划分成了胸墙。
§9.41.4διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵ τε προσχωννύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχαρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον ὅ τε κριὸς ἐξωθεῖτο.
因此,通过塔楼的下部,那些为了让平台轮车接近而填平地面凹凸不平之处的人们投下泥土,破城槌也被推了出去。
§9.41.5τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρισμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν τούτοις.
第二层配备了水罐和防范火灾的装备,此外还有弩炮。
§9.41.6ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφειστήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπιβαλλομένους τὸν κριόν. οὗτοι δʼ ἦσαν ἰσοϋψεῖς τοῖς τῆς πόλεως πύργοις.
在第三层之上,部署了许多士兵,向那些企图破坏破城槌的敌人进行反击;这些塔楼与该城的塔楼等高。
§9.41.7ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσοπύργιον.
从两塔之间的回廊中,有双重壕沟向着中间城墙延伸过去。
§9.41.8καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν ὁ μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακονταμναίους ἐξέβαλλον λίθους.
还有三个投石机阵地,其中一个发射重达一塔兰同的石弹,另两个发射三十米纳的石弹。
§9.41.9ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόντας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πόλεως βελῶν.
从军营到整地用的龟甲车,还建造了有遮蔽的通道,这是为了让无论是从军营走来的人,还是从工事现场撤回的人,都不会受到来自城内投射物的任何伤害。
§9.41.10ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ μέρος χορηγίας.
并在短短几天内,这些工程便宣告竣工,因为该地区拥有充足的这方面物资供应。
§9.41.11οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον.
因为埃克努斯人居住在马里亚湾,面朝南方,与特罗尼翁人的领地相对,享有着物产极为丰富的土地。
διʼ ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς.
由于这个原因,腓力在实现其企图所需的物资上毫无匮乏。
§9.41.12οὐ μὴν ἀλλά, καθάπερ εἶπον, ἐπιτελεσθέντων τῶν ἔργων προσῆγον ἅμα τὰς τῶν ὀρυγμάτων καὶ μηχανημάτων κατασκευάς.
无论如何,正如我所说,在工事完工后,他们便将壕沟与攻城器械的结构同时推进。